← 阿利安

印度志

§22.1-22.9

航至莫龙托巴拉港与抵达阿拉比斯河

风息之后船队起航,途经多迈、萨朗加与萨卡拉,穿越礁石间的狭窄险滩后抵达莫龙托巴拉港(妇人港)。随后经由一段水道到达阿拉比斯河口停泊并入陆汲水,同时记述此处即为阿拉比埃斯人与奥雷泰人的疆界所在。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§22.1

ἅμα τε ὁ ἄνεμος ἐπαύσατο καὶ οἳ ἀνήγοντο.1 καὶ περαιωθέντες σταδίους ἐς ἑξήκοντα ὁρμίζονται πρὸς αἰγιαλῷ ψαμμώδεϊ· νῆσος δὲ ἐπῆν τῷ αἰγιαλῷ ἐρήμη. ταύτην δὲ πρόβλημα ποιησάμενοι ὡρμίσθησαν·

风一停息,他们便启航出海。航渡约六十斯塔德后,他们停泊在一段沙滩边;该沙滩外侧横亘着一座荒岛,他们便以此岛作为屏障抛锚停泊。

§22.2

Δόμαι οὔνομα τῇ νήσῳ. ὕδωρ δὲ οὐκ ἦν ἐν τῷ αἰγιαλῷ, ἀλλὰ προελθόντες ἐς τὴν μεσογαίην ὅσον· εἴκοσι σταδίους ἐπιτυγχάνουσιν ὕδατι καλῷ.

该岛名为多迈。沙滩上没有淡水,但向内陆行进约二十斯塔德后,他们找到了优质的水源。

§22.3

τῇ δὲ ὑστεραίῃ ἐς νύκτα αὐτοῖσιν ὁ πλόος ἐγίνετο ἐς Σάραγγα σταδίους τριηκοσίους, καὶ ὁρμίζονται πρὸς αἰγιαλῷ, καὶ ὕδωρ ἦν ἀπὸ τοῦ αἰγιαλοῦ ὅσον ὀκτὼ σταδίους.

次日,他们的航程一直持续到夜晚,航行了三百斯塔德抵达萨朗加,并停泊在一段沙滩边;离该沙滩约八斯塔德处有水。

§22.4

ἐνθένδε πλώσαντες ὁρμίζονται ἐν Σακάλοισι, τόπῳ ἐρήμῳ. καὶ διεκπλώσαντες σκοπέλους δύο, οὕτω τι ἀλλήλοισι πελάζοντας, ὥστε τοὺς ταρσοὺς τῶν νεῶν ἅπτεσθαι ἔνθεν καὶ ἔνθεν τῶν πετρέων, κατορμίζονται ἐν Μοροντοβάροισι, σταδίους διελθόντες ἐς τριηκοσίους, ὁ δὲ λιμὴν μέγας καὶ εὔκυκλος καὶ βαθὺς καὶ ἄκλυστος, ὁ δὲ ἔσπλοος ἐς αὐτὸν στεινός. τοῦτον τῇ γλώσσῃ τῇ ἐπιχωρίῃ Γυναικῶν λιμένα ἐκάλεον, ὅτι γυνὴ τοῦ χώρου τούτου πρώτη ἐπῆρξεν.

从这里启航后,他们停泊在一个名为萨卡拉的荒凉之地。随后,他们穿行于两座暗礁之间——这两座暗礁彼此靠得如此之近,以至于船只的桨叶不时触碰到两旁的岩石——在航行了约三百斯塔德后,他们停泊在莫龙托巴拉。该港口规模宏大、水湾浑圆、水深浪静,但入港的航道十分狭窄。当地语言称此处为“妇人港”,因为最初统治该地区的是一位妇人。

§22.6

ὡς δὲ διὰ τῶν σκοπέλων διεξέπλωον, κύμασί τε μεγάλοισιν ἐνέκυρσαν καὶ τῇ θαλάσσῃ ῥοώδεϊ. ἀλλὰ ἐκπεριπλῶσαι γὰρ ὑπὲρ τοὺς σκοπέλους μέγα ἔργον ἐφαίνετο.2

当他们从这些暗礁间穿行而出时,遭遇了巨大的风浪和湍急的海流;但当时看来,若绕过这些暗礁从外海迂回,则是一件艰巨的大事。

§22.7

ἐς δὲ τὴν ὑστεραίην ἔπλωον νῆσον ἐν ἀριστερῇ ἔχοντες πρὸ τοῦ πελάγεος οὕτω τι τῷ αἰγιαλῷ συναφέα ὥστε εἰκάσαι ἂν διώρυχα εἶναι3 τὸ μέσον τοῦ τε αἰγιαλοῦ καὶ τῆς νήσου· στάδιοι οἱ πάντες ἑβδομήκοντα τοῦ διεκπλόου. καὶ ἐπί τε τοῦ αἰγιαλοῦ δένδρεα ἦν πολλὰ καὶ δασέα, καὶ ἡ νῆσος ὕλῃ παντοίῃ σύσκιος.

到了次日,他们航行时左侧倚着一座横亘于外海之前的岛屿,该岛与海岸紧密相连,以至于人们会以为沙滩与岛屿之间是一条运河;穿越这段水道的全程为七十斯塔德。沙滩上树木繁密茂盛,该岛也遮蔽在各种林木之下。

§22.8

ὑπὸ δὲ τὴν ἕω ἔπλωον ἔξω τῆς νήσου κατὰ ῥηχίην στεινήν· ἔτι γὰρ ἀνάπωτις κατεῖχε. πλώσαντες δὲ ἐς ἑκατὸν καὶ εἴκοσι σταδίους ὁρμίζονται ἐν τῷ στόματι τοῦ Ἀράβιος ποταμοῦ· καὶ λιμὴν μέγας καὶ καλὸς πρὸς τῷ στόματι· ὕδωρ δὲ οὐκ ἦν πότιμον· τοῦ γὰρ Ἀράβιος αἱ ἐκβολαὶ ἀναμεμιγμέναι τῷ πόντῳ ἦσαν.

拂晓时分,他们顺着狭窄的浅滩驶向岛屿外侧;因为当时仍处于落潮期。航行了约一百二十斯塔德后,他们停泊在阿拉比斯河口;河口处有一座宏大而优良的港口,但没有可饮用的水,因为阿拉比斯河入海的水流与外海的海水混合在了一起。

§22.9

ἀλλὰ τεσσαράκοντα σταδίους ἐς τὸ ἄνω προχωρήσαντες λάκκῳ ἐπιτυγχάνουσι, καὶ ἔνθεν ὑδρευσάμενοι ὀπίσω ἀπενόστησαν. νῆσος δὲ ἐπὶ τῷ λιμένι ὑψηλὴ καὶ ἐρήμη, καὶ περὶ ταύτην ὀστρέων τε καὶ ἰχθύων παντοδαπῶν θήρη. μέχρι μὲν τοῦδε Ἀράβιες, ἔσχατοι Ἰνδῶν ταύτῃ ᾠκισμένοι, τὰ δὲ ἀπὸ τοῦδε Ὠρεῖται ἐπεῖχον.

然而,向内地溯流而上四十斯塔德后,他们发现了一处水坑,从那里汲水后返回。港口外有一座高耸而荒芜的岛屿,其周围可以捕捞牡蛎和各类鱼产。到此为止居住的是阿拉比埃斯人,他们是定居在该方向最远端边缘的印度人,而自此之后的土地则由奥雷泰人占据。

语法注3 条
  1. 22.1ἅμα τε ὁ ἄνεμος ἐπαύσατο καὶ οἳ ἀνήγοντο

    并列关联词 ἅμα ... καί 表达两件事的同时发生(“一……就……”)。此外,代词 οἵ 属伊奥尼亚方言用法,作第三人称复数主格代词(相当于 αὐτοί),指代船队的乘员。

  2. 22.6ἀλλὰ ἐκπεριπλῶσαι γὰρ ὑπὲρ τοὺς σκοπέλους μέγα ἔργον ἐφαίνετο

    连词组合 ἀλλὰ ... γάρ 包含省略结构(“然而[他们不得不冒险穿越,]因为……”),用以解释前文为何冒着惊涛骇浪强行通过狭窄暗礁的原因。

  3. 22.7ὥστε εἰκάσαι ἂν διώρυχα εἶναι

    在 ὥστε 引导的结果从句中,ἄν 与不定式 εἰκάσαι(或潜能希求法)连用,表达潜能意义(“以至于人们会推测……”),与修饰岛屿贴近程度的 οὕτω τι(“如此……以至于”)形成呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:22.1-22.9