← 阿利安

印度志

§21.1-21.13

尼阿库斯启航与驻留亚历山大港

季风平息后,尼阿库斯率领的舰队沿印度河启航,开凿沙洲进入外海,并在“亚历山大港”筑垒避风,在此停留了二十四天。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§21.1

ὡς δὲ τὰ ἐτήσια πνεύματα ἐκοιμήθη, ἃ δὴ τοῦ θέρεος τὴν ὥρην πᾶσαν κατέχει ἐκ τοῦ πελάγεος ἐπιπνέοντα ὡς ἐπὶ τὴν γῆν, καὶ ταύτῃ ἄπορον τὸν πλόον ποιέοντα, τότε δὴ ὥρμηντο ἐπὶ ἄρχοντος Ἀθήνησι Κηφισοδώρου, εἰκάδι τοῦ Βοηδρομιῶνος μηνός, κατʼ ὅτι Ἀθηναῖοι ἄγουσιν· ὡς δὲ Μακεδόνες τε καὶ Ἀσιανοὶ ἦγον, %2%2 τὸ ἑνδέκατον βασιλεύοντος Ἀλεξάνδρου.

当在整个夏季一直主宰着、从外海吹向陆地因而使航行无法进行的季风平息时,他们便在雅典执政官刻菲索多鲁斯任内、依雅典人的历法为波埃德罗米昂月二十日启航;而按马其顿人和亚洲人的纪年,则是亚历山大在位的第十一年。

§21.2

θύει δὲ καὶ Νέαρχος πρὸ τῆς ἀναγωγῆς Διὶ Σωτῆρι, καὶ ἀγῶνα ποιέει καὶ οὗτος γυμνικόν. ἄραντες δὲ ἀπὸ τοῦ ναυστάθμου τῇ πρώτῃ ἡμέρῃ κατὰ τὸν Ἰνδὸν ὁρμίζονται ποταμὸν πρὸς διώρυχι μεγάλῃ, καὶ μένουσιν αὐτοῦ δύο ἡμέρας· Στοῦρα δὲ οὔνομα ἦν τῷ χώρῳ· στάδιοι ἀπὸ τοῦ ναυστάθμου ἐς ἑκατόν.

尼阿库斯在出航前也向救主宙斯献祭,他也举办了一场竞技比赛。第一天他们从锚地开船,沿印度河下行,停泊在一条大运河旁,并在那里停留了两天;该地名为斯图拉,距离原锚地约一百斯塔德。

§21.3

τῇ τρίτῃ δὲ ἄραντες ἔπλωον ἔστε ἐπὶ διώρυχα ἄλλην σταδίους τριήκοντα, ἁλμυρὴν ἤδη ταύτην τὴν διώρυχα· ἀνῄει γὰρ ἡ θάλασσα ἐς αὐτήν, μάλιστα μὲν ἐν τῇσι πλημμύρῃσιν, ὑπέμενε δὲ καὶ ἐν τῇσιν ἀμπώτεσι τὸ ὕδωρ μεμιγμένον τῷ ποταμῷ· Καύμαρα δὲ οὔνομα ἦν τῷ χώρῳ.

第三天他们启程,航行了三十斯塔德抵达另一条运河,这条运河的水已经是咸的了;因为海水倒灌入其中,在涨潮时尤甚,但即使在退潮时,混杂着河水的水依然留在那里;该地名为考马拉。

§21.4

ἐνθένδε εἴκοσι σταδίους καταπλώσαντες ἐς Κορέεστιν ὁρμίζονται ἔτι κατὰ τὸν ποταμόν. ἐνθένδε ὁρμηθέντες ἔπλωον οὐκ ἐπὶ πολλόν· ἕρμα γὰρ ἐφάνη αὐτοῖσι κατὰ τὴν ἐκβολὴν τὴν ταύτῃ τοῦ Ἰνδοῦ, καὶ τὰ κύματα ἐρρόχθεε πρὸς τῇ ἠιόνι, καὶ ἡ ἠιὼν αὕτη τρηχέα ἦν.

从这里顺流航行二十斯塔德后,他们停泊在科雷埃斯提斯,仍处于河道之中。从这里出发后,他们没能航行多远;因为在印度河的这处出海口出现了一道暗礁,波浪在岸边轰鸣,而这一带的海岸十分崎岖。

§21.6

ἀλλὰ ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος,1 ταύτῃ διώρυχα ποιήσαντες ἐπὶ σταδίους πέντε, διῆγον τὰς νέας, ἐπειδὴ ἡ πλήμμυρα ἐπῆλθεν ἡ ἐκ τοῦ πόντου.

但在暗礁土质松软的地方,他们开挖了一条长五斯塔德的渠槽,当外海的潮水涌来时,便将船只引渡过去。

§21.7

ἐκπεριπλώσαντες δὲ σταδίους πεντήκοντα καὶ ἑκατὸν ὁρμίζονται ἐς Κρώκαλα νῆσον ψαμμώδεα, καὶ μένουσιν αὐτοῦ τὴν ἄλλην ἡμέρην.

环航一百五十斯塔德后,他们停泊在一座名为克罗卡拉的沙岛,翌日也停留在那里。

§21.8

προσοικέει δὲ ταύτῃ ἔθνος Ἰνδικόν, οἱ Ἀράβιες καλεόμενοι, ὧν καὶ ἐν τῇ μέζονι συγγραφῇ μνήμην ἔσχον, καὶ ὅτι εἰσὶν ἐπώνυμοι ποταμοῦ Ἀράβιος, ὃς διὰ τῆς γῆς αὐτῶν ῥέων ἐκδιδοῖ ἐς θάλασσαν, ὁρίζων τούτων τε τὴν χώρην καὶ τὴν Ὠρειτέων, ἐκ δὲ Κρωκάλων ἐν δεξιῇ μὲν ἔχοντες οὖρος τὸ καλεόμενον Εἶρον, ἐν ἀριστερῇ δὲ νῆσον ἁλιτενέα ἔπλωον· ἡ δὲ νῆσος παρατεταμένη τῇ ἠιόνι κόλπον στεινὸν ποιέει.

附近毗邻居住着一个名为阿拉比埃斯的印度部族,我在那部较大的著作中也提到过他们,并提及他们的名字源于阿拉比斯河,该河流经他们的土地注入大海,划分了他们的土地与奥雷泰人的土地。离开克罗卡拉后,他们右侧倚着名为艾隆的山,左侧傍着一座低平的海岛航行;该岛与海岸平行延伸,形成了一个狭窄的海湾。

§21.10

διεκπλώσαντες δὲ ταύτην ὁρμίζονται ἐν λιμένι εὐόρμῳ. ὅτι δὲ μέγας τε καὶ καλὸς ὁ λιμὴν Νεάρχῳ ἔδοξεν, ἐπονομάζει αὐτὸν Ἀλεξάνδρου λιμένα.

穿过这段海域后,他们停泊在一座适于停靠的优良港口;因为尼阿库斯觉得这港口宏大而美丽,便将其命名为亚历山大港。

§21.11

νῆσος δέ ἐστιν ἐπὶ τῷ στόματι τοῦ λιμένος ὅσον σταδίους δύο ἀπέχουσα· Βίβακτα οὔνομα τῇ νήσῳ, ὁ δὲ χῶρος ἅπας Σάγγαδα ἐκαλέετο. ἡ δὲ νῆσος καὶ τὸν λιμένα, προκειμένη πρὸ τοῦ πελάγεος, αὐτὴ ἐποίεεν.

港口出海处有一座相距约两斯塔德的岛屿;该岛名为比巴克塔,而整个地区被称为桑加达。该岛横亘于外海之前,本身便造就了这座港口。

§21.12

ἐνθαῦτα πνεύματα μεγάλα ἐκ τοῦ πόντου ἔπνεε καὶ συνεχέα, καὶ Νέαρχος δείσας τῶν βαρβάρων μή τινες συνταχθέντες ἐπʼ ἁρπαγὴν τοῦ στρατοπέδου τραποίατο, ἐκτειχίζει τὸν χῶρον λιθίνῳ τείχεϊ.

在此处,强劲且持续的风不断从海面吹来,尼阿库斯担心异族人会集结起来洗劫营地,便用石墙筑垒防守该地。

§21.13

τέσσαρες δὲ καὶ εἴκοσιν ἡμέραι τῇ μονῇ ἐγένοντο. καὶ λέγει ὅτι μύας τε ἐθήρων τοὺς θαλασσίους οἱ στρατιῶται, καὶ ὄστρεα δὲ καὶ τοὺς σωλῆνας καλεομένους, ἄτοπα τὸ μέγαθος,2 ὡς τοῖσιν ἐν τῇδε τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν·3 καὶ ὕδωρ ὅτι ἁλμυρὸν ἐπίνετο.

这次停留长达二十四天。他说士兵们捕食贻贝、牡蛎以及被称为竹蛏的贝类,与我们这片海域中的同类相比,其体型异常巨大;而且当时饮用的水也是咸的。

语法注3 条
  1. 21.6ἵναπερ μαλθακὸν ἦν τοῦ ἕρματος

    τοῦ ἕρματος 是部分属格,限定在关系副词 ἵναπερ 引导的从句中充当主语或表语的中性形容词 μαλθακόν(意为“在暗礁土质松软的地方”)。

  2. 21.13ἄτοπα τὸ μέγαθος

    τὸ μέγαθος 为关涉对格(限定对格),修饰形容词 ἄτοπα(中性复数对格),表示“在大小方面非比寻常”。

  3. 21.13ὡς τοῖσιν ἐν τῇδε τῇ ἡμετέρῃ θαλάσσῃ συμβαλέειν

    此处为 ὡς 加不定词 συμβαλέειν 构成的限制性或比较性绝对不定式结构。指示代词 τοῖσιν(与格复数)指代地中海中的同类海产,全句意为“与我们这片海域中的同类相比较”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:21.1-21.13