- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:20.1-20.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大渴望开辟从印度到波斯的航线,却因危险和人选问题犹豫不决,最终尼阿库斯挺身自荐担任指挥,从而大大鼓舞了整个远征队的士气。
Νεάρχῳ δὲ λέλεκται ὑπὲρ τούτων ὅδε ὁ λόγος· πόθον μὲν εἶναι Ἀλεξάνδρῳ ἐκπεριπλῶσαι τὴν θάλασσαν τὴν ἀπὸ Ἰνδῶν ἔστε ἐπὶ τὴν Περσικήν, ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή1 τινι ἄρα χώρῃ ἐρήμῃ ἐγκύρσας ἢ ὅρμων ἀπόρῳ ἢ οὐ συμμέτρως ἐχούσῃ τῶν ὡρέων, οὕτω δὴ διαφθαρῇ αὐτῷ ὁ στόλος, καὶ οὐ φαύλη κηλὶς αὕτη τοῖσιν ἔργοισιν αὐτοῦ τοῖσι μεγάλοισιν ἐπιγενομένη τὴν πᾶσαν εὐτυχίην αὐτῷ ἀφανίσῃ· ἀλλὰ ἐκνικῆσαι γὰρ αὐτῷ τὴν ἐπιθυμίην τοῦ καινόν τι αἰεὶ καὶ ἄτοπον ἐργάζεσθαι.
关于这些事,尼阿库斯给出了如下的叙述:亚历山大极度渴望环航从印度一直延伸到波斯湾的整个海域;但他对航程之长深感踌躇,害怕万一遭遇荒芜之地、缺乏泊位的海岸或是气候不适的时节,舰队便会因此覆灭,而这绝非微小的污点若落在他伟大的功业上,就会抹杀他的一切幸运;然而,他那总是想要成就某种新奇且非凡之事的欲望占了上风。
ἀπόρως δὲ ἔχειν ὅντινα οὐκ ἀδύνατόν τε ἐς τὰ ἐπινοεύμενα ἐπιλέξαιτο, καὶ ἅμα τῶν ἐν νηὶ ἀνδρῶν, ὅκως τῶν τοιοῦτον στόλον στελλομένων ἀφελεῖ τὸ δεῖμα2 τοῦ δῆθεν ἠμελημένως αὐτοὺς ἐς προῦπτον κίνδυνον ἐκπέμπεσθαι.
但他感到为难的是,该挑选何人才能胜任这项计划,以及与此同时,如何才能消除那些登船被派往这趟航程的人们的恐惧,免得他们觉得自己仿佛是被草率地推向显而易见的险境。
λέγει δὲ Νέαρχος ἑωυτῷ ξυνοῦσθαι Ἀλέξανδρον ὅντινα προχειρίσηται ἐξηγέεσθαι τοῦ στόλου. ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνήμην ἰόντα3 τοὺς μὲν ὡς οὐκ ἐθέλοντας κινδυνεύειν ὑπὲρ οὗ ἀπολέγειν, τοὺς δὲ ὡς μαλθακοὺς τὸν θυμόν, τοὺς δὲ ὡς πόθῳ τῆς οἰκηίης κατεχομένους, τοῖσι δὲ ἄλλο καὶ ἄλλο ἐπικαλέοντα, τότε δὴ αὐτὸν ὑποστάντα εἰπεῖν ὅτι “ὦ βασιλεῦ, ἐγώ τοι ὑποδέκομαι ἐξηγήσεσθαι τοῦ στόλου, καὶ εἰ τὰ ἀπὸ τοῦ θείου συνεπιλαμβάνοιτο, περιάξω τοι σῴας τὰς νέας καὶ τοὺς ἀνθρώπους ἔστε ἐπὶ τὴν Περσίδα, εἰ δὴ πλωτός τέ ἐστιν ὁ ταύτῃ πόντος καὶ τὸ ἔργον οὐκ ἄπορον γνώμῃ ἀνθρωπίνῃ.”
尼阿库斯说,亚历山大就指派谁来统领舰队一事与他商讨。当一个接一个的人选被提上念头时,亚历山大不是以他们不愿为自己冒险为由而回绝,便是以他们意志软弱、或是被对故乡的思念所束缚,又或是对其他人提出这样那样的指摘;这时尼阿库斯自己挺身而出说道:“王啊,我承担统领舰队之责。假若上天眷顾相助,只要这片海域是可以航行的,且这项事业并非人力所不可企及,我必将船只与士兵安然无恙地带往波斯。”
Ἀλέξανδρον δὲ λόγῳ μὲν οὐ φάναι ἐθέλειν ἐς τοσήνδε ταλαιπωρίην καὶ τοσόνδε κίνδυνον τῶν τινα ἑωυτοῦ φίλων ἐμβάλλειν, αὐτὸς δὲ ταύτῃ δὴ καὶ μᾶλλον οὐκ ἀνιέναι ἀλλὰ λιπαρέειν.
亚历山大口头上表示不愿将自己的任何一位挚友推入这般艰辛与危险之中,但尼阿库斯自己却因此愈发不肯罢休,苦苦恳求。
οὕτω δὴ ἀγαπῆσαί τε Ἀλέξανδρον τοῦ Νεάρχου τὴν προθυμίην, καὶ ἐπιστῆσαι αὐτὸν ἄρχειν τοῦ στόλου παντός.
于是亚历山大喜悦地接纳了尼阿库斯的请缨,任命他统领整支舰队。
καὶ τότε δὴ ἔτι μᾶλλον τῆς στρατιῆς ὅ τι περ ἐπὶ τῷ παραπλόῳ τῷδε ἐτάσσετο καὶ τὰς ὑπηρεσίας ἵλεω ἔχειν τὴν γνώμην, ὅτι δὴ Νέαρχόν γε οὔποτε ἂν Ἀλέξανδρος προήκατο ἐς κίνδυνον καταφανέα, εἰ μή σφι σωθήσεσθαι ἔμελλεν.
就在那时,被编入此次沿海航行的军队和水手们的心情大为振奋,因为他们深信,若非这些人注定能够生还,亚历山大是绝不可能将尼阿库斯置于显而易见的险境之中的。
λαμπρότης τε πολλὴ τῇ παρασκευῇ ἐπεοῦσα καὶ κόσμος τῶν νεῶν, καὶ σπουδαὶ τῶν τριηράρχων ἀμφὶ τὰς ὑπηρεσίας τε καὶ τὰ πληρώματα ἐκπρεπέες καὶ τοὺς πάντη δὴ κατοκνέοντας ἐς ὁρμὴν ἅμα καὶ ἐλπίδας χρηστοτέρας ὑπὲρ τοῦ παντὸς ἔργου ἐπηρκότα ἦν.4
筹备工作的壮观排场、舰船的井然有序,以及船长们对水手与桨手的极度热忱,也使那些原先心存疑虑犹豫不决的人受到了鼓舞,激起了干劲,并对整个事业抱有更美好的希望。
πολλὸν δὲ δὴ συνεπιλαβέσθαι ἐς εὐθυμίην τῇ στρατιῇ τὸ δὴ αὐτὸν Ἀλέξανδρον ὁρμηθέντα κατὰ τοῦ Ἰνδοῦ τὰ στόματα ἀμφότερα ἐκπλῶσαι ἐς τὸν πόντον, σφάγιά τε Ποσειδῶνι ἐντεμεῖν καὶ ὅσοι ἄλλοι θεοὶ θαλάσσιοι, καὶ δῶρα μεγαλοπρεπέα τῇ θαλάσσῃ χαρίσασθαι.
极大地促进军队士气的,还有亚历山大本人亲自从印度河的两个入海口出发航入外海,向波塞冬及所有其他海神献祭,并向大海抛赠了极其丰厚的贡品。
τῇ τε ἄλλῃ τῇ Ἀλεξάνδρου παραλόγῳ εὐτυχίῃ πεποιθότας οὐδὲν ὅ τι οὐ τολμητόν τε ἐκείνῳ καὶ ἐπικτὸν ἡγέεσθαι.
此外,他们信赖亚历山大一贯超乎常理的幸运,认为对他而言没有什么事情是不可放手一搏、不可达成的。
- 20.2ὀκνέειν δὲ αὐτὸν τοῦ τε πλόου τὸ μῆκος καὶ μή
动词 ὀκνέω 同时带有一个直接宾格宾语(τοῦ πλόου τὸ μῆκος)以及由 μή 引导的表示担忧的从句(μή... διαφθαρῇ),后文的 διαφθαρῇ 与 ἀφανίσῃ 为从句中的不定过去时虚拟式。
- 20.3ἅμα τῶν ἐν νηὶ ἀνδρῶν, ὅκως τῶν τοιοῦτον στόλον στελλομένων ἀφελεῖ τὸ δεῖμα
这是由 ἀπόρως ἔχειν 统辖的交叉结构。与前面的 ὅντινα 从句并列,接续了 ὅκως... ἀφελεῖ 从句;句首的前置属格 τῶν ἐν νηὶ ἀνδρῶν 是后文动词 ἀφελεῖ 所需的夺格/分离属格(从船上的人心中消除恐惧)的前置先取,并由同格的分词属格短语 τῶν τοιοῦτον στόλον στελλομένων 进一步同格复指。
- 20.4ὡς δὲ ἄλλου καὶ ἄλλου ἐς μνήμην ἰόντα
分词 ἰόντα 是阳性单数宾格,修饰作为间接引语不定式结构主语的亚历山大(同时也是后续不定式 ἀπολέγειν 与分词 ἐπικαλέοντα 的逻辑主语),句意为“当亚历山大心中想到一个又一个人选时”。
- 20.9ἐπηρκότα ἦν
由动词 ἐπαίρω(激励、鼓舞)的完成时主动分词中性复数(ἐπηρκότα)与未完成时 ἦν 构成的迂言过去完成时结构。其主语是句首并列出现的抽象名词(λαμπρότης, κόσμος, σπουδαί),在语法上被总体视作中性复数来呼应。
