← 阿利安

印度志

§19.1-19.9

许达斯佩斯河起航与尼阿库斯航海纪要主旨

亚历山大将庞大的陆军交由克拉特鲁斯、赫菲斯提翁和腓力分路沿河进军,自己则率领庞大舰队沿许达斯佩斯河顺流而下,并说明其内河战事已载于阿提卡语前作,本篇专述尼阿库斯沿大洋至波斯湾的沿岸航行。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§19.1

ὡς δὲ πάντα ἐξήρτυτο αὐτῷ ἐς ἀναγωγήν, Κράτερον μὲν τὰ ἐπὶ θάτερα τοῦ Ὑδάσπεω ἐπιέναι σὺν στρατιῇ ἐκέλευσε πεζικῇ τε καὶ ἱππικῇ· ἐς τὸ ἐπὶ θάτερα δὲ Ἡφαιστίων αὐτῷ προεπορεύετο, σὺν ἄλλῃ στρατιῇ πλείονι ἔτι τῆς Κρατέρῳ συντεταγμένης. καὶ τοὺς ἐλέφαντας Ἡφαιστίων αὐτῷ ἦγεν, ὄντας ἐς διηκοσίους.

当出航的一切事务都为他准备就绪时,他便命令克拉特鲁斯率领一支由步兵和骑兵组成的军队沿着许达斯佩斯河的一岸前进;而在另一岸,赫菲斯提翁率领另一支比配给克拉特鲁斯更为庞大的军队为他先行进发。赫菲斯提翁还为他率领着战象,数量大约有两百头。

§19.2

αὐτὸς δὲ τούς τε ὑπασπιστὰς καλεομένους ἅμα οἷ ἦγε καὶ τοὺς τοξότας πάντας καὶ τῶν ἱππέων τοὺς ἑταίρους καλεομένους, τοὺς πάντας ἐς ὀκτακισχιλίους.

〔亚历山大〕自己则随身带领着所谓的持盾近卫兵、全部弓箭手以及骑兵中被称为伙伴骑兵的人,总数约有八千人。

§19.3

τοῖσι μὲν δὴ ἀμφὶ Κράτερον καὶ Ἡφαιστίωνα ἐτέτακτο ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον.1

克拉特鲁斯和赫菲斯提翁所率部队受命先行进发并在指定地点等待舰队。

§19.4

Φίλιππον δέ, ὅς αὐτῷ σατράπης τῆς χώρης ταύτης ἦν, ἐπὶ τοῦ Ἀκεσίνου ποταμοῦ τὰς ὄχθας πέμπει, ἅμα στρατιῇ πολλῇ καὶ τοῦτον· ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μάχιμοι εἵποντο σὺν οἷσιν ἀπὸ θαλάσσης τε αὐτὸς ἀνήγαγε καὶ αὖθις οἱ ἐπὶ συλλογῇ αὐτῷ στρατιῆς πεμφθέντες ἧκον ἔχοντες, παντοῖα ἔθνεα βαρβαρικὰ ἅμα οἷ ἄγοντι2 καὶ πᾶσαν ἰδέην ὡπλισμένα.

他又把担任他在此地省长的腓力派往阿克西涅斯河岸,同样配以大军;因为此时已有十二万战斗人员跟随着他,其中包括他自己从海边带来的部队,以及为他被派出招募军队的人后来带回的部队,他身旁带领着形形色色的异族部落,携带着各种样式的武装。

§19.6

αὐτὸς δὲ ἄρας τῇσι νηυσὶ κατέπλωε κατὰ τὸν Ὑδάσπεα ἔστε ἐπὶ τοῦ Ἀκεσίνου τε καὶ τοῦ Ὑδάσπεω τὰς συμβολάς.

他自己则率船队起航,沿着许达斯佩斯河顺流而下,直达阿克西涅斯河与许达斯佩斯河的汇流处。

§19.7

νέες δὲ αἱ σύμπασαι αὐτῷ ὀκτακόσιαι ἦσαν, αἵ τε μακραὶ καὶ ὅσα στρογγύλα πλοῖα καὶ ἄλλαι ἱππαγωγοὶ καὶ σιτία ἅμα τῇ στρατιῇ ἄγουσαι.

他的船只总共有八百艘,包括长形战船、各类商船,以及运马船和为军队运送粮食的其他船只。

§19.8

ὅκως μὲν δὴ κατὰ τοὺς ποταμοὺς κατέπλωσεν αὐτῷ ὁ στόλος, καὶ ὅσα ἐν τῷ παραπλόῳ ἔθνεα κατεστρέψατο, καὶ ὅκως διὰ κινδύνου αὐτὸς ἐν Μαλλοῖσιν ἧκε, καὶ τὸ τρῶμα ὃ ἐτρώθη ἐν Μαλλοῖσι, καὶ Πευκέστας τε καὶ Λεόννατος ὅκως ὑπερήσπισαν αὐτὸν πεσόντα, πάντα ταῦτα λέλεκταί μοι ἤδη ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ.3

至于舰队如何顺河航行,在沿途航行中征服了多少部族,他自己如何在马利人中身陷险境,他在马利人那里所受的创伤,以及珀乌克斯塔斯与莱昂纳托斯如何在他倒地时以盾掩护他——这一切都已由我在另一部阿提卡语著作中叙述过了。

§19.9

ὁ δὲ λόγος ὅδε τοῦ παραπλόου μοι ἀπήγησίς ἐστιν, ὃν Νέαρχος σὺν τῷ στόλῳ παρέπλωσεν ἀπὸ τοῦ Ἰνδοῦ τῶν ἐκβολέων ὁρμηθεὶς κατὰ τὴν θάλασσαν τὴν μεγάλην ἔστε ἐπὶ τὸν κόλπον τὸν Περσικόν, ἣν δὴ Ἐρυθρὴν θάλασσαν μετεξέτεροι καλέουσι.

而本篇记述则是我关于尼阿库斯率领舰队从印度河出海口出发,沿着大洋航行直至波斯湾(有些人称之为红海)的沿海航行之记录。

语法注3 条
  1. 19.3ἵνα προπορευθέντες ὑπομένοιεν τὸν στόλον

    此处的 ἵνα 既可被理解为引出间接命令内容的连词(“被命令……以便/应当……”),但在伊奥尼亚方言与希罗多德式的用法中,它常作表示地点的关系副词“在……之处”(省略了表示汇合点的先行词,意为“被指定了先行进发后等待舰队的地点”)。从军事上指定下游集结地的语境来看,作地点副词理解更为自然。

  2. 19.5ἅμα οἷ ἄγοντι

    与格分词 ἄγοντι 与主句中的与格代词 αὐτῷ(ἤδη γὰρ καὶ δώδεκα μυριάδες αὐτῷ μάχιμοι εἵποντο...)保持一致,中间隔有定语从句(σὺν οἷσιν... ἧκον ἔχοντες)。它作为附带情况分词,修饰亚历山大的状态,意为“由他随身率领着各类异族部族”。

  3. 19.8ἐν τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ

    重复定冠词结构(τῇ ἄλλῃ τῇ Ἀττικῇ συγγραφῇ)意为“在另一部阿提卡方言的著作中”,指作者此前用阿提卡方言撰写的《亚历山大远征记》(Anabasis),以此同采用伊奥尼亚方言撰写的本部《印度志》形成文体与方言上的明确对比。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:19.1-19.9