← 阿利安

印度志

§18.1-18.12

舰队的组建与各船长任命及起航祭礼

亚历山大在许达斯佩斯河畔组建舰队,起用富有航海经验者操舟,任命了来自马其顿、希腊、塞浦路斯和波斯的船长,立尼阿库斯为舰队司令,并向诸神和河流献祭且举行了竞技。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§18.1

Ἀλέξανδρος γάρ, ἐπειδή οἱ παρεσκεύαστο τὸ ναυτικὸν ἐπὶ τοῦ Ὑδάσπεω τῇσιν ὄχθῃσιν, ἐπιλεγόμενος1 ὅσοι τε Φοίνικες καὶ ὅσοι Κύπριοι καὶ Αἰγύπτιοι εἵποντο ἐν τῇ ἄνω στρατηλασίῃ, ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος ὅσοι τῶν θαλασσίων ἔργων δαήμονες.

因为当亚历山大在许达斯佩斯河畔把舰队筹备就绪之后,便挑选出那些随他进行内陆远征的腓尼基人、塞浦路斯人和埃及人,并从他们当中为战船配备人员,挑出所有通晓航海事务之人充当船员和水手。

§18.2

ἦσαν δὲ καὶ νησιῶται ἄνδρες οὐκ ὀλίγοι ἐν τῇ στρατιῇ, οἷσι ταῦτα ἔμελε, καὶ Ἴωνες καὶ Ἑλλησπόντιοι.

军队中亦有不少熟悉此类事务的岛民,以及爱奥尼亚人和赫勒斯滂人。

§18.3

τριήραρχοι δὲ αὐτοῖσιν ἐπεστάθησαν ἐκ Μακεδόνων μὲν Ἡφαιστίων τε ὁ Ἀμύντορος, καὶ Λεόννατος ὁ Ἀντέου, καὶ Λυσίμαχος ὁ Ἀγαθοκλέος, καὶ Ἀσκληπιόδωρος ὁ Τιμάνδρου, καὶ Ἄρχων ὁ Κλεινίεω, καὶ Δημόνικος ὁ Ἀθηναίου, καὶ Ἀρχίης ὁ Ἀναξιδότεω, καὶ Ὀφέλας ὁ Σειληνοῦ, καὶ Τιμάνθης ὁ Παντιάδεω. οὗτοι μὲν Πελλαῖοι· ἐκ δὲ Ἀμφιπόλιος ἦγον οἵδε·2

受命担任他们三列桨座战船船长的人,在马其顿人中有:阿明托耳之子赫菲斯提翁、安提阿斯之子莱昂纳托斯、阿加托克利斯之子吕西马库斯、蒂曼德罗斯之子阿斯克勒庇奥多罗斯、克莱尼亚斯之子阿尔孔、雅典奈奥斯之子德摩尼库斯、阿纳克西多托斯之子阿尔基亚斯、塞勒诺斯之子奥斐拉斯,以及潘提阿得斯之子蒂曼特斯。这些人都来自佩拉;而来自安菲波利斯并担任指挥的则有以下诸人:

§18.4

Νέαρχος ὁ Ἀνδροτίμου, ὃς τὰ ἀμφὶ τῷ παραπλόῳ ἀνέγραψε· καὶ Λαομέδων ὁ Λαρίχου, καὶ Ἀνδροσθένης ὁ Καλλιστράτου· ἐκ δὲ τῆς Ὀρεστίδος Κράτερός τε ὁ Ἀλεξάνδρου, καὶ Περδίκκας ὁ Ὀρόντεω· Ἐορδαῖοι δὲ Πτολεμαῖός τε ὁ Λάγου καὶ Ἀριστόνοος ὁ Πισαίου. ἐκ Πύδνης δὲ Μήτρων τε ὁ Ἐπιχάρμου καὶ Νικαρχίδης ὁ Σίμου.

安德罗提穆斯之子尼阿库斯(即记载沿岸航海之事者)、拉利库斯之子拉奥墨冬,以及卡利斯特拉托斯之子安德罗斯提尼斯;来自奥勒斯提斯地方的,有亚历山大之子克拉特鲁斯和奥隆特斯之子佩尔狄卡斯;厄耳狄亚人有拉古斯之子托勒密和皮赛奥斯之子阿里斯托诺乌斯;来自皮德纳的有埃庇卡耳摩斯之子梅特龙和西穆斯之子尼卡耳基得斯。

§18.6

ἐπὶ δὲ Ἄτταλός τε ὁ Ἀνδρομένεος Τυμφαῖος, καὶ Πευκέστας ὁ Ἀλεξάνδρου, Μιεζεύς, καὶ Πείθων ὁ Κρατεύα, Ἀλκομενεύς, καὶ Λεόννατος ὁ Ἀντιπάτρου Αἰγαῖος, καὶ Πάνταυχος ὁ Νικολάου Ἀλωρίτης, καὶ Μυλλέας ὁ Ζωΐλου Βεροιαῖος. οὗτοι μὲν οἱ σύμπαντες Μακεδόνες·

此外,还有安德罗墨涅斯之子阿塔卢斯(廷菲亚人)、亚历山大之子珀乌克斯塔斯(米埃扎人)、克拉特阿斯之子佩同(阿尔科墨奈人)、安提帕特之子莱昂纳托斯(艾盖人)、尼古拉奥斯之子潘陶库斯(阿洛罗斯人),以及佐伊鲁斯之子米勒亚斯(贝罗埃亚人)。以上便是所有的马其顿人。

§18.7

Ἑλλήνων δὲ Μήδιος μὲν ὁ Ὀξυθέμιδος Λαρισαῖος, Εὐμένης δὲ ὁ Ἱερωνύμου ἐκ Καρδίης, Κριτόβουλος δὲ ὁ Πλάτωνος Κῷος καὶ Θόας ὁ Μηνοδώρου καὶ Μαίανδρος ὁ Μανδρογένεος Μάγνητες. Ἄνδρων δὲ ὁ Καβήλεω Τήιος, Κυπρίων δὲ Νικοκλέης ὁ Πασικράτεος Σόλιος, καὶ Νιθάφων ὁ Πνυταγόρεω Σαλαμίνιος. ἦν δὲ δὴ καὶ Πέρσης αὐτῷ τριήραρχος, Βαγώας ὁ Φαρνούχεω.

在希腊人中,有奥克西特米斯之子梅狄乌斯(拉里萨人)、耶罗尼穆斯之子欧墨尼斯(来自卡尔狄亚)、柏拉图之子克里托布鲁斯(科斯人),以及墨诺多罗斯之子托阿斯与曼德罗格内斯之子迈安德罗斯(马格内西亚人);卡贝勒斯之子安德龙(忒奥斯人);塞浦路斯人中有帕西克拉提斯之子尼科克利斯(索利人)和普纽塔戈拉斯之子尼塔芬(萨拉米斯人)。他甚至还有一位波斯人担任船长,即法尔努克斯之子巴戈阿斯。

§18.9

τῆς δὲ αὐτοῦ Ἀλεξάνδρου νεὸς κυβερνήτης ἦν Ὀνησίκριτος Ἀστυπαλαιεύς, γραμματεὺς δὲ τοῦ στόλου παντὸς Εὐαγόρας ὁ Εὐκλέωνος Κορίνθιος.

亚历山大自己船上的舵手是来自阿斯蒂帕莱亚的奥内西克里图斯,而整支舰队的书记官是欧克勒翁之子欧阿戈拉斯(科林斯人)。

§18.10

ναύαρχος δὲ αὐτοῖσιν ἐπεστάθη Νέαρχος ὁ Ἀνδροτίμου, τὸ γένος μὲν Κρὴς ὁ Νέαρχος, ᾤκεε δὲ ἐν Ἀμφιπόλι τῇ ἐπὶ Στρυμόνι.

受命担任他们舰队司令的是安德罗提穆斯之子尼阿库斯;尼阿库斯在血统上是克里特人,但定居在斯特律蒙河畔的安菲波利斯。

§18.11

ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ,3 ἔθυε τοῖσι θεοῖσιν ὅσοι γε πάτριοι ἢ μαντευτοὶ αὐτῷ, καὶ Ποσειδῶνι καὶ Ἀμφιτρίτῃ καὶ Νηρηίσι καὶ αὐτῷ τῷ Ὠκεανῷ, καὶ τῷ Ὑδάσπῃ ποταμῷ, ἀπʼ ὅτου ὡρμᾶτο, καὶ τῷ Ἀκεσίνῃ, ἐς ὅντινα ἐκδιδοῖ Ὑδάσπης, καὶ τῷ Ἰνδῷ, ἐς ὅντινα ἄμφω ἐκδιδοῦσιν· ἀγῶνές τε αὐτῷ μουσικοί τε καὶ γυμνικοὶ ἐποιεῦντο, καὶ ἱερήϊα τῇ στρατιῇ πάσῃ κατὰ τέλεα4 ἐδίδοτο.

当这些事务对亚历山大而言安排妥当之后,他便向所有祖传的或根据神谕指定的诸神献祭,并向波塞冬、安菲特里忒、涅瑞伊得斯众仙女以及大洋神本人献祭,又向他起航所在的许达斯佩斯河、许达斯佩斯河注入的阿克西涅斯河,以及两河皆注入的印度河献祭;并由他举办了音乐和体育竞技,牺牲的肉也按编制分队分发给全军。

语法注4 条
  1. 18.1ἐπιλεγόμενος ὅσοι τε Φοίνικες ... ἐκ τούτων ἐπλήρου τὰς νέας, ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας ἐπιλεγόμενος

    主句核心为 ἐκ τούτων ἐπλήρου τὰς νέας(从他们当中配备船员),分词 ἐπιλεγόμενος(挑选)在主动词前后重复出现。前者以后续的关系从句 ὅσοι...εἵποντο 为宾语;后者以 ὅσοι...δαήμονες 为宾语,并带动宾补双宾格结构 ὑπηρεσίας τε αὐτῇσι καὶ ἐρέτας(挑选……作为各船的人员与桨手)。

  2. 18.3ἐκ δὲ Ἀμφιπόλιος ἦγον οἵδε

    动词 ἦγον 以接下来的指示代词 οἵδε(以下诸人)为主语,意为“率领”或“指挥”,承接上文 τριήραρχοι ἐπεστάθησαν 的语境,指担任战船指挥官。此处为承前省略直接宾语(如战船)的绝对用法。

  3. 18.11ὡς δὲ ταῦτα ἐκεκόσμητο Ἀλεξάνδρῳ

    由连词 ὡς(当……之时)引导的时间从句。动词 ἐκεκόσμητο 是 κοσμέω 的过去完成时被动态第三人称单数形式,主语为中性复数 ταῦτα。与格 Ἀλεξάνδρῳ 既可按完成时被动态的惯用法视作施事与格(“被亚历山大”),亦可视为关涉与格(“对亚历山大而言”)。

  4. 18.12κατὰ τέλεα

    介词 κατὰ 接名词 τέλος(连队、建制、部队)的复数宾格,构成表示分配的副词性短语(“按部队/分队”),指牺牲的肉向全军(τῇ στρατιῇ πάσῃ)分发时的分配单位。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:18.1-18.12