- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:17.1-17.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了印度人的体态、不同阶层的坐骑、对女子贞节与婚姻的风俗以及生计方式,最后作者指出本书主旨为亚历山大船队的航程,就此结束对印度风俗的题外记叙。
τὰ δὲ σώματα ἰσχνοί τέ εἰσιν Ἰνδοὶ καὶ εὐμήκεες, καὶ κοῦφοι πολλόν τι ὑπὲρ τοὺς ἄλλους ἀνθρώπους. ὀχήματα δὲ τοῖσι μὲν πολλοῖσιν Ἰνδῶν κάμηλοί εἰσι καὶ ἵπποι καὶ ὄνοι, τοῖσι δὲ εὐδαίμοσιν ἐλέφαντες.
在体格上,印度人瘦削而高挑,且比其他部族的人要轻捷得多。对于大多数印度人而言,坐骑与运载工具有骆驼、马和驴,而对富足者则是大象。
βασιλικὸν γὰρ ὄχημα ὁ ἐλέφας παρʼ Ἰνδοῖσίν ἐστι, δεύτερον δὲ τιμῇ τὰ τέθριππα, τρίτον δὲ αἱ κάμηλοι. τὸ δὲ ἐπʼ ἑνὸς ἵππου ὀχέεσθαι ἄτιμον.
因为大象对于印度人而言是王者的坐骑,在尊荣上居第二位的是四马战车,第三位是骆驼;而骑一匹马则被视为耻辱。
αἱ γυναῖκες δὲ αὐτοῖσιν, ὅσαι κάρτα σώφρονες, ἐπὶ μὲν ἄλλῳ μισθῷ οὐκ ἄν τι διαμάρτοιεν, ἐλέφαντα δὲ λαβοῦσα γυνὴ μίσγεται τῷ δόντι· οὐδὲ αἰσχρὸν Ἰνδοὶ ἄγουσι τὸ ἐπὶ ἐλέφαντι μιγῆναι, ἀλλὰ καὶ σεμνὸν δοκέει τῇσι γυναιξὶν ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος.1
他们的妇女中,凡是极其贞洁的女子,绝不会为了任何其他酬金而失节,但若是接受了一头大象,女子便会委身于赠象之人;印度人并不认为为了一头大象而媾合是可耻的,反而妇女们还以为荣,觉得自己的美貌竟被评定为值一头大象。
γαμέουσι δὲ οὔτε τι διδόντες οὔτε τι λαμβάνοντες, ἀλλὰ ὅσαι ἤδη ὡραῖαι γάμου, ταύτας δὲ οἱ πατέρες προάγοντες ἐς τὸ ἐμφανὲς κατιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι2 πάλην ἢ πὺξ ἢ δρόμον ἢ κατʼ ἄλλην τινὰ ἀνδρηίην προκριθέντι.
他们嫁娶既不送彩礼也不收聘礼,而是每当女子到了婚嫁之龄,父亲们就将她们带到公众面前,由摔跤、拳击、赛跑的胜者,或在其他某种男子气概的竞技中脱颖而出的人前来挑选。
σιτοφάγοι δὲ καὶ ἀροτῆρες Ἰνδοί εἰσιν, ὅσοι γε μὴ ὄρειοι αὐτῶν· οὗτοι δὲ θηρήια κρέα σιτέονται.
印度人都是以谷物为食的农耕者,至少他们当中非山民者皆是如此;而山民则以野兽的肉为食。
ταῦτά μοι ἀπόχρη δεδηλῶσθαι ὑπὲρ Ἰνδῶν, ὅσα γνωριμώτατα Νέαρχός τε καὶ Μεγασθένης, δοκίμω ἄνδρε, ἀνεγραψάτην· ἐπεὶ δὲ οὐδὲ ἡ ὑπόθεσίς μοι τῆσδε τῆς συγγραφῆς τὰ Ἰνδῶν νόμιμα ἀναγράψαι ἦν, ἀλλὰ ὅκως γὰρ περιεκομίσθη Ἀλεξάνδρῳ ἐς Πέρσας ἐξ Ἰνδῶν ὁ στόλος, ταῦτα δέ μοι ἐκβολὴ ἔστω τοῦ λόγου.3
关于印度人,由尼阿库斯与梅加斯提尼这两位显赫人物所载的最闻名之诸事,对我而言陈述至此已属充足;因为本著作于我本非旨在记叙印度人的风俗,而是在于亚历山大的船队究竟是如何从印度航行返回波斯的,故而这些叙述权当我这篇记述中的枝蔓与旁见。
- 17.3ἀξίην τὸ κάλλος φανῆναι ἐλέφαντος
不定词 φανῆναι 逻辑上的主语代词(αὐτήν)被省略,ἀξίην 为其作表语,呈阴性宾格单数形式。τὸ κάλλος 是关系/限定宾格(“在美貌方面”),ἐλέφαντος 则是依附于 ἀξίην 的表示价值与价格的属格(“值一头大象”)。
- 17.4κατιστᾶσιν ἐκλέξασθαι τῷ νικήσαντι
中动不定词 ἐκλέξασθαι 依附于主动词 κατιστᾶσιν,作目的不定词(“置于前方以供挑选”)。与格 τῷ νικήσαντι 既是该不定词动作在逻辑上的发出者(“由获胜者来挑选”),同时兼具利益与格的功能。
- 17.7ἐπεὶ δὲ οὐδὲ ἡ ὑπόθεσίς μοι ... ταῦτα δέ μοι ἐκβολὴ ἔστω τοῦ λόγου
在以 ἐπεὶ δὲ ... 开头的从属分句之后,主句使用了照应性的 δέ(ταῦτα δέ,即结句 δέ)引出。这是古典希腊语散文中在较长的前提或原因从句后,重新确立并强调主句的一种惯用句式。
