- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:16.1-16.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依据尼阿库斯的记述,介绍了印度人的棉布服饰、象牙饰物、各色染须与厚底鞋等习俗,并详述了步兵所用长弓大刀及骑兵独特马具等武器装备。
ἐσθῆτι δὲ Ἰνδοὶ λινέῃ χρέονται, κατάπερ λέγει Νέαρχος, λίνου τοῦ ἀπὸ τῶν δενδρέων, ὑπὲρ ὅτων μοι ἤδη λέλεκται. τὸ δὲ λίνον τοῦτο ἢ λαμπρότερον τὴν χροιήν ἐστιν ἄλλου λίνου παντός, ἢ μέλανες αὐτοὶ ἐόντες λαμπρότερον τὸ λίνον φαίνεσθαι ποιέουσιν.
正如尼阿库斯所言,印度人穿着用树上采来的麻(即棉花)制成的亚麻衣物,关于这一点我此前已经谈过。这种麻要么其色泽比其他任何亚麻都要更加鲜明,要么是因为他们自身皮肤黑黝,从而使得衣料显得格外洁白。
ἔστι δὲ κιθὼν λίνεος αὐτοῖσιν ἔστε ἐπὶ μέσην τὴν κνήμην, νῆμα δὲ τὸ μὲν τοῖσιν ὤμοισι περιβεβλημένον, τὸ δὲ περὶ τῇσι κεφαλῇσιν εἰλιγμένον.
他们穿着垂至小腿中部的亚麻短袍,另有一块布匹披在肩上,还有一块缠裹在头上。
καὶ ἐνώτια Ἰνδοὶ φορέουσιν ἐλέφαντος, ὅσοι κάρτα εὐδαίμονες· οὐ γὰρ πάντες Ἰνδοὶ φορέουσι.
印度人中凡是极其富有的人还佩戴象牙耳饰;因为并非所有的印度人都佩戴此物。
τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι βάπτονται Ἰνδοὶ χροιὴν ἄλλην καὶ ἄλλην, οἳ μέν, ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους· τοῖσι δὲ φοινικέους εἶναι, τοῖσι δὲ καὶ πορφυρέους, ἄλλοισι πρασοειδέας·1
尼阿库斯说,印度人将胡须染成各色:有的人为了显得尽其洁白而染成白色,有的人染成天蓝色;对一些人来说胡须呈绯红色,对另一些人则是紫色,对其他一些人则是草绿色。
καὶ σκιάδια ὅτι προβάλλονται τοῦ θέρεος ὅσοι οὐκ ἠμελημένοι Ἰνδῶν. ὑποδήματα δὲ λευκοῦ δέρματος φορέουσι, περισσῶς καὶ ταῦτα ἠσκημένα· καὶ τὰ ἴχνεα τῶν ὑποδημάτων αὐτοῖσι ποικίλα καὶ ὑψηλά, τοῦ μέζονας φαίνεσθαι.2
印度人中凡不是卑微穷困之人,夏季还会撑起阳伞。他们穿白皮鞋,且做工极尽精巧;他们的鞋底斑斓且极高,以使他们显得身形更为高大。
ὁπλίσιος δὲ τῆς Ἰνδῶν οὐκ ὡυτὸς εἷς τρόπος, ἀλλὰ οἱ μὲν πεζοὶ αὐτοῖσι τόξον τε ἔχουσιν, ἰσόμηκες τῷ φορέοντι τὸ τόξον,3 καὶ τοῦτο κάτω ἐπὶ τὴν γῆν θέντες καὶ τῷ ποδὶ τῷ ἀριστερῷ ἀντιβάντες, οὕτως ἐκτοξεύουσι, τὴν νευρὴν ἐπὶ μέγα ὀπίσω ἀπαγαγόντες· ὁ γὰρ ὀιστὸς αὐτοῖσιν ὀλίγον ἀποδέων τριπήχεος, οὐδέ τι ἀντέχει τοξευθὲν πρὸς Ἰνδοῦ ἀνδρὸς τοξικοῦ, οὔτε ἀσπὶς οὔτε θώρηξ οὔτε εἴ τι καρτερώτερον ἐγένετο.
印度人的武装并非千篇一律。步兵持有与持弓者身高相等的长弓,他们将其置于地面上,用左脚抵住,将弓弦大幅度往后拉满,以此放箭射击;因为他们的箭长接近三肘,凡被印度弓箭手射中,无论是盾牌、胸甲还是更坚固的物什,无一物能够承受。
ἐν δὲ τῇσιν ἀριστερῇσι πέλται εἰσὶν αὐτοῖσιν ὠμοβόιναι, στεινότεραι μὲν ἢ κατὰ τοὺς φορέοντας, μήκεϊ δὲ οὐ πολλὸν ἀποδέουσαι. τοῖσι δὲ ἄκοντες ἀντὶ τόξων εἰσί.
他们在左手持有生牛皮制成的轻盾,其宽度虽窄于持盾者的身体,但长度却所差无几。也有人使用标枪以代替弓箭。
μάχαιραν δὲ πάντες φορέουσι, πλατέαν δὲ καὶ τὸ μῆκος οὐ μέζω τριπήχεος· καὶ ταύτην, ἐπεὰν συστάδην καταστῇ αὐτοῖσιν ἡ μάχη — τὸ δὲ οὐκ εὐμαρέως Ἰνδοῖσιν ἐς ἀλλήλους γίνεται — ἀμφοῖν τοῖν χεροῖν καταφέρουσιν, τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι.
所有人都佩带大刀,刀身宽阔且长度不超过三肘;一旦进入肉搏混战——不过在印度人彼此之间这并不常见——他们便双手紧握向下猛劈,以求击打刚猛有力。
οἱ δὲ ἱππέες αὐτοῖσιν ἀκόντια δύο ἔχουσιν, οἷα τὰ σαύνια ἀκόντια, καὶ πέλτην σμικροτέρην τῶν πεζῶν. οἱ δὲ ἵπποι αὐτοῖσιν οὐ σεσαγμένοι εἰσίν, οὐδὲ χαλινοῦνται τοῖσιν Ἑλληνικοῖσι χαλινοῖσιν ἢ τοῖσι Κελτικοῖσιν ἐμφερέως, ἀλλὰ περὶ ἄκρῳ τῷ στόματι ἐν κύκλῳ ἔχουσι δέρμα ὠμοβόινον ῥαπτὸν περιηρτημένον, καὶ ἐν τούτῳ χάλκεα κέντρα ἢ σιδήρεα, οὐ κάρτα ὀξέα, ἔσω ἐστραμμένα· τοῖσι δὲ πλουσίοισιν ἐλεφάντινα κέντρα ἐστίν. ἐν δὲ τῷ στόματι σίδηρον αὐτοῖσιν οἱ ἵπποι ἔχουσιν, οἷόν περ ὀβελόν, ἔνθεν ἐξηρτημένοι εἰσὶν αὐτοῖσιν οἱ ῥυτῆρες· ἐπεὰν ὦν ἐπαγάγωσι τὸν ῥυτῆρα, ὅ τε ὀβελὸς κρατέει τὸν ἵππον, καὶ τὰ κέντρα, οἷα δὴ ἐξ αὐτοῦ ἠρτημένα, κεντέοντα οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι.4
他们的骑兵备有两支标枪,形如萨乌尼翁标枪,并备有比步兵更小的轻盾。他们的战马不备鞍鞯,也不像希腊式或高卢(凯尔特)式的马勒那样配有马嚼子;而是在马嘴的前端四周缝有一圈生牛皮带,皮带内侧装有铜制或铁制的突刺,并不太锋利,向内朝向马嘴;富人则装有象牙制的突刺。在马嘴里为马配备有一根形如肉叉的铁棒,缰绳就系在上面;因此,每当骑手勒动缰绳,那根铁棒便制约住马匹,而挂在上面的突刺刺痛战马,迫使它除了顺从缰绳之外别无选择。
- 16.4τοὺς δὲ πώγωνας λέγει Νέαρχος ὅτι βάπτονται Ἰνδοὶ χροιὴν ἄλλην καὶ ἄλλην, οἳ μέν, ὡς λευκοὺς φαίνεσθαι οἵους λευκοτάτους, οἳ δὲ κυανέους· τοῖσι δὲ φοινικέους εἶναι, τοῖσι δὲ καὶ πορφυρέους, ἄλλοισι πρασοειδέας
句首宾格 τοὺς πώγωνας 为前置受词(先取构词)。在 ὅτι 引领的从句中,前半部分为直陈式 Ἰνδοὶ βάπτονται(其中 λευκούς 为 ὡς 从句中不定式 φαίνεσθαι 的述语宾格,κυανέους 亦为述语宾格),而后半部分则破格(anacoluthon)转为由与格加上不定式 εἶναι 构成的间接引语结构:τοῖσι δὲ φοινικέους εἶναι。
- 16.5τοῦ μέζονας φαίνεσθαι
带定冠词中性单数属格 τοῦ 的不定式短语,表示目的('为了显得更高大')。下文中的 τοῦ καρτερὴν τὴν πληγὴν γενέσθαι('为了击打更有力')亦属相同用法。
- 16.6ἰσόμηκες τῷ φορέοντι τὸ τόξον
形容词 ἰσόμηκες('等长的')支配表示基准或比较对象的与格 τῷ φορέοντι('与持弓者')。
- 16.12οὐκ ἐᾷ ἄλλο τι ἢ πείθεσθαι τῷ ῥυτῆρι
动词 οὐκ ἐάω('不容许 / 阻止')接不定式,与 ἄλλο τι ἤ('除……之外的任何事')搭配,构成固定表达,意为'除了顺从缰绳之外,不容许做出其他任何动作'(即迫使其顺从)。
