- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:15.1-15.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
本节依据尼阿库斯与麦加斯梯尼的记载,叙述了老虎的勇猛、掘金蚁的传说、鹦鹉、猿猴与巨蛇,并介绍了印度医官对毒蛇咬伤的救治以及当地的哲人智者。
τοῦ δὲ ἐλέφαντος τὴν τίγριν πολλόν τι ἀλκιμωτέρην Ἰνδοὶ ἄγουσι. τίγριος δὲ δορὴν μὲν ἰδεῖν λέγει Νέαρχος, αὐτὴν δὲ τίγριν οὐκ ἰδεῖν· ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι,1 τίγριν εἶναι μέγαθος μὲν ἡλίκον τὸν μέγιστον ἵππον, τὴν δὲ ὠκύτητα καὶ ἀλκὴν οἵην οὐδενὶ ἄλλῳ εἰκάσαι·2 ἐπεὰν γὰρ ὁμοῦ ἔλθῃ ἐλέφαντι, ἐπιπηδᾶν τε ἐπὶ τὴν κεφαλὴν τοῦ ἐλέφαντος καὶ ἄγχειν εὐπετέως.
印度人认为虎远比象更为勇猛。尼阿库斯说他见过虎皮,但未曾亲眼见过老虎本身;然而他转述印度人的记述说,虎的身躯大如最大的马匹,其敏捷与勇力无可比拟;因为每当它逼近大象时,便会跃上大象的头顶,轻易将其扼死。
ταύτας δέ, ἅστινας καὶ ἡμεῖς ὁρέομεν καὶ τίγριας καλέομεν, θῶας εἶναι αἰόλους καὶ μέζονας ἤπερ τοὺς ἄλλους θῶας.
至于我们所见并称为老虎的那些兽类,据他说其实是带有杂色斑纹的豺,且比其他的豺更为硕大。
ἐπεὶ καὶ ὑπὲρ τῶν μυρμήκων λέγει Νέαρχος μύρμηκα μὲν αὐτὸς οὐκ ἰδέειν, ὁκοῖον δή τινα μετεξέτεροι διέγραψαν γίνεσθαι ἐν τῇ Ἰνδῶν γῇ, δορὰς δὲ καὶ τούτων ἰδεῖν πολλὰς ἐς τὸ στρατόπεδον κατακομισθείσας τὸ Μακεδονικόν.
不仅如此,谈及蚂蚁时,尼阿库斯也说自己并未亲眼见过某些人所描绘的那种生于印度之地的蚂蚁,但他见过许多这类动物的皮被运送进马其顿的营寨中。
Μεγασθένης δὲ ἀτρεκέα εἶναι ὑπὲρ τῶν μυρμήκων τὸν λόγον ἱστορέει, τούτους εἶναι τοὺς τὸν χρυσὸν ὀρύσσοντας, οὐκ αὐτοῦ τοῦ χρυσοῦ εἵνεκα, ἀλλὰ φύσι γὰρ κατὰ τῆς γῆς ὀρύσσουσιν, ἵνα φωλεύωσι, κατάπερ οἱ ἡμέτεροι οἱ σμικροὶ μύρμηκες ὀλίγον τῆς γῆς ὀρύσσουσιν.
而麦加斯梯尼则记述说关于蚂蚁的传说是真实无讹的,正是它们掘出了黄金,并非为了黄金本身,而是出于天性在地下挖掘以构筑洞穴,正如我们本土的小蚂蚁挖掘少量泥土那样。
ἐκείνους δέ — εἶναι γὰρ ἀλωπέκων μέζονας — πρὸς λόγον τοῦ μεγάθεος σφῶν καὶ τὴν γῆν ὀρύσσειν· τὴν δὲ γῆν χρυσῖτιν εἶναι, καὶ ἀπὸ ταύτης γίνεσθαι Ἰνδοῖσι τὸν χρυσόν.
那些蚂蚁——因为它们比狐狸还要大——便依照自身的体形按比例掘出泥土;而泥土是含金的,印度人的黄金便由此而来。
ἀλλὰ Μεγασθένης τε ἀκοὴν ἀπηγέεται, καὶ ἐγὼ ὅτι οὐδὲν τούτου ἀτρεκέστερον ἀναγράψαι ἔχω, ἀπίημι ἑκὼν τὸν ὑπὲρ τῶν μυρμήκων λόγον.
但麦加斯梯尼所记叙的不过是传闻,而我既然拿不出比这更确凿的记载,便自愿搁置关于蚂蚁的传说。
σιττακοὺς δὲ Νέαρχος μὲν ὡς δή τι θῶμα ἀπηγέεται ὅτι γίνονται ἐν τῇ Ἰνδῶν γῇ, καὶ ὁκοῖος ὄρνις ἐστὶν ὁ σιττακός, καὶ ὅκως φωνὴν ἵει ἀνθρωπίνην.
关于鹦鹉,尼阿库斯将其当作一件奇闻来记述,叙述它们产于印度之地,以及鹦鹉是怎样的一种鸟,如何能够发出人的声音。
ἐγὼ δὲ ὅτι αὐτός τε πολλοὺς ὀπώπεα καὶ ἄλλους ἐπισταμένους ᾔδεα τὸν ὄρνιθα, οὐδὲν ὡς ὑπὲρ ἀτόπου δῆθεν ἀπηγήσομαι· οὐδὲ ὑπὲρ τῶν πιθήκων τοῦ μεγάθεος, ἢ ὅτι καλοὶ παρʼ Ἰνδοῖσι πίθηκοί εἰσιν, οὐδὲ ὅκως θηρέονται ἐρέω. καὶ γὰρ ταῦτα γνώριμα ἐρέω, πλήν γε δὴ ὅτι καλοί κου πίθηκοί εἰσι.
但我自己曾见过许多鹦鹉,也深知其他人对这种鸟了如指掌,因此绝不把它当作奇禽异兽来述说;对于猿猴的硕大、印度猿猴的美观、以及它们如何被捕获,我也一概不谈。因为讲述这些也是在谈众所周知之事,除了某处当真有美观的猴子这一点之外。
καὶ ὄφιας δὲ λέγει Νέαρχος θηρευθῆναι αἰόλους μὲν καὶ ταχέας, μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγένεος, πήχεων ὡς ἑκκαίδεκα·3 αὐτοὺς δὲ τοὺς Ἰνδοὺς πολὺ μέζονας τούτων λέγειν εἶναι τοὺς μεγίστους ὄφιας.
尼阿库斯还说,捕获过斑斓且敏捷的蛇;至于其大小,据他说安提革涅斯之子培同捕获的那条长约十六肘;但印度人自己却说,最大的蛇远比这些还要巨大。
ὅσοι δὲ ἰητροὶ Ἕλληνες, τούτοισιν οὐδὲν ἄκος ἐξεύρητο ὅστις ὑπὸ ὄφιος δηχθείη Ἰνδικοῦ· ἀλλὰ αὐτοὶ γὰρ οἱ Ἰνδοὶ ἰῶντο τοὺς πληγέντας. καὶ ἐπὶ τῷδε Νέαρχος λέγει ὅτι συλλελεγμένους ἀμφʼ ἑωυτὸν εἶχεν Ἀλέξανδρος Ἰνδῶν ὅσοι ἰητρικὴν σοφώτατοι, καὶ ἐκεκήρυκτο ἀνὰ τὸ στρατόπεδον, ὅστις δηχθείη, ἐπὶ τὴν σκηνὴν φοιτᾶν τὴν τοῦ βασιλέος.
希腊的医官们对于被印度蛇咬伤的人未能找到任何良药;但印度人自己却能医治受创者。为此尼阿库斯说,亚历山大将印度人中最精通医术者召集在自己身边,并在军营中传令宣称,凡被蛇咬伤者,皆当前往国王的帐篷。
οἱ δὲ αὐτοὶ οὗτοι καὶ τῶν ἄλλων νούσων τε καὶ παθέων ἰητροὶ ἦσαν. οὐ πολλὰ δὲ ἐν Ἰνδοῖσι πάθεα γίνεται, ὅτι αἱ ὧραι σύμμετροί εἰσιν αὐτόθι· εἰ δέ τι μέζον καταλαμβάνοι, τοῖσι σοφιστῇσιν ἀνεκοινοῦντο· καὶ ἐκεῖνοι οὐκ ἄνευ θεοῦ ἐδόκεον ἰῆσθαι ὅ τι περ ἰήσιμον.
这些人也同样是其他疾病与病痛的医者。不过在印度人中病患并不多发,因为那里的节令气候调匀;但若有人染上重疾,便向哲人智者求告;人们认为,那些哲人医治一切可治之症,并非没有神明相助。
- 15.1ἀλλὰ τοὺς Ἰνδοὺς γὰρ ἀπηγέεσθαι
承接前句的 οὐκ ἰδεῖν(自身未曾目睹),由惯用表达 ἀλλὰ... γάρ 引出解释性理由。不定词 ἀπηγέεσθαι 继续由前文的 λέγει 所统辖的间接引语,其后进而统属 τίγριν εἶναι 等宾格加不定词结构。
- 15.1οἵην οὐδενὶ ἄλλῳ εἰκάσαι
关系代词 οἵην 后接不定词 εἰκάσαι 的结构。相当于表示结果或能力(“足以……”)的 ὥστε 或 οἵαν τε εἶναι 加不定词句式,意为“无可比拟的(敏捷与勇力)”。
- 15.10μέγαθος δέ, ὃν μὲν λέγει ἑλεῖν Πείθωνα τὸν Ἀντιγένεος, πήχεων ὡς ἑκκαίδεκα
μέγαθος 作为限制性宾格(“至于大小”)置于句首。随后的关系代词 ὃν 省略了指代蛇的先行词(自身作 ἑλεῖν 的宾语而用宾格),其谓语则由表示度量/性质的属格 πήχεων ὡς ἑκκαίδεκα(“长约十六肘”)构成,整体结构意为“培同所捕获的那条蛇,体长约为十六肘”。
