← 阿利安

印度志

§14.1-14.9

象的驯化、智性、忠诚与其习性

本段记述了被捕获野象的驯化与喂食过程、体现象之灵性与忠诚的诸般事例、作者目睹大象击钹与起舞的见闻,以及象的繁衍、寿命与医治之法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§14.1

ἤδη ἄγονται πρὸς τῶν ἡμέρων. ὅσοι δὲ νήπιοι αὐτῶν ἢ διὰ κακότητα οὐκ ἄξιοι ἐκτῆσθαι, τούτους ἐῶσιν ἀπαλλάσσεσθαι ἐς τὰ σφέτερα ἤθεα.

野象便已被驯象牵引而行。它们之中凡是幼弱的,或因体质羸弱而不值得蓄养的,人们便任凭它们离去,回到自己的栖息地。

§14.2

ἄγοντες δὲ ἐς τὰς κώμας τοὺς ἁλόντας τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης1 τὰ πρῶτα ἐμφαγεῖν ἔδοσαν,2 οἳ δὲ ὑπὸ ἀθυμίης οὐκ ἐθέλουσιν οὐδὲν σιτέεσθαι, τοὺς δὲ περιιστάμενοι οἱ Ἰνδοὶ ᾠδῇσί τε καὶ τυμπάνοισι καὶ κυμβάλοισιν κρούοντές τε καὶ ἐπᾴδοντες κατευνάζουσι.

人们将捕获的野象带往村落,起初拿嫩芦苇和杂草喂给它们吃;但它们因沮丧绝望而不肯吃任何东西。于是印度人便围在四周,敲击鼓与钹,唱着歌谣施以抚慰。

§14.4

θυμόσοφον γὰρ εἴπερ τι ἄλλο θηρίον ἐλέφας, καί τινες ἤδη αὐτῶν τοὺς ἀμβάτας σφῶν ἐν πολέμῳ ἀποθανόντας ἄραντες αὐτοὶ ἐξήνεγκαν ἐς ταφήν, οἳ δὲ καὶ ὑπερήσπισαν κειμένους, οἳ δὲ καὶ πεσόντων προεκινδύνευσαν, ὃ δέ τις πρὸς ὀργὴν ἀποκτείνας τὸν ἀμβάτην ὑπὸ μετανοίης τε καὶ ἀθυμίης ἀπέθανεν.

因为大象与其他任何兽类相比都极其富有灵性,它们之中甚至曾有自己托起在战事中死去的骑手并将之抬去安葬的;有的则为倒卧的骑手充当护盾,有的在骑手跌落时奋勇迎险;还有一头因愤怒杀死了骑手,随后便因悔恨和绝望而死去。

§14.5

εἶδον δὲ ἐγὼ καὶ κυμβαλίζοντα ἤδη ἐλέφαντα καὶ ἄλλους ὀρχεομένους, κυμβάλου τῷ κυμβαλίζοντι πρὸς τοῖν σκελοῖν τοῖν ἔμπροσθε προσηρτημένου, καὶ πρὸς τῇ προβοσκίδι καλεομένῃ ἄλλο κύμβαλον·3 ὃ δὲ ἐν μέρεϊ τῇ προβοσκίδι ἔκρουε τὸ κύμβαλον ἐν ῥυθμῷ πρὸς ἑκατέροιν τοῖν σκελοῖν, οἳ δὲ ὀρχεόμενοι ἐν κύκλῳ τε ἐχόρευον, καὶ ἐπαίροντές τε καὶ ἐπικάμπτοντες τὰ ἔμπροσθε σκέλεα ἐν τῷ μέρεϊ ἐν ῥυθμῷ καὶ οὗτοι ἔβαινον, κατʼ ὅτι4 ὁ κυμβαλίζων σφίσιν ὑπηγέετο.

我本人甚至已经见过一头击钹的大象和在舞蹈的其他大象:在击钹者的两条前腿上各系有一面钹,在所谓的象鼻上也系着另一面钹;它便轮流用象鼻按着节拍,向着两侧前腿上的钹击打,而那些舞蹈的象则围成圆圈起舞,它们也轮流抬起和弯曲前腿,合着节拍踏步,正如击钹的象为它们导引的那样。

§14.7

βαίνεται δὲ ἐλέφας ἦρος ὥρῃ, κατάπερ βοῦς ἢ ἵππος, ἐπεὰν τῇσι θηλέῃσιν αἱ παρὰ τοῖσι κροτάφοισιν ἀναπνοαὶ ἀνοιχθεῖσαι ἐκπνέωσι. κύει δὲ τοὺς ἐλαχίστους μὲν ἑκκαίδεκα μῆνας, τοὺς πλείστους δὲ ὀκτωκαίδεκα. τίκτει δὲ ἕν, κατάπερ ἵππος, καὶ τοῦτο ἐκτρέφει τῷ γάλακτι ἐς ἔτος ὄγδοον.

大象在春季交配,正如牛或马一般,即当母象太阳穴旁的呼吸孔张开并向外排气之时。其怀胎最短十六个月,最长十八个月。它正如马一样产下一仔,并用乳汁哺育它直至第八年。

§14.8

ζῴουσι δὲ ἐλεφάντων οἱ πλεῖστα ἔτεα ζῴοντες ἐς διηκόσια, πολλοὶ δὲ νούσῳ προτελευτέουσιν.

在大象中寿命最长者可活至两百年,但许多因疾病早亡。

§14.9

καὶ ἔστιν αὐτοῖσι τῶν μὲν ὀφθαλμῶν ἴημα βόειον γάλα ἐγχεόμενον, πρὸς δὲ τὰς ἄλλας νούσους μέλας οἶνος πινόμενος, ἐπὶ δὲ τοῖσιν ἕλκεσι ὕεια κρέα ὀπτεύμενα καὶ καταπλασσόμενα.

它们治疗眼疾的药物是灌入牛乳;针对其他疾病则是饮用深色酒;针对创伤则是将烤熟的猪肉作为敷料敷上。

语法注4 条
  1. 14.2τοῦ τε χλωροῦ καλάμου καὶ τῆς ποίης

    部分属格,作不定式 ἐμφαγεῖν(吃)的宾语,表示给它们吃(一部分)嫩芦苇和杂草。

  2. 14.2ἔδοσαν

    直陈式不定过去时主动语态第三人称复数。在现时性的描述语境中用作格言性不定过去时(gnomic aorist),表示惯常发生的事实。

  3. 14.5ἄλλο κύμβαλον

    主格中性单数。紧接在前句属格独立结构 κυμβάλου... προσηρτημένου 之后,后半句转为主格结构,省略了谓语分词 προσηρτημένον。

  4. 14.6κατʼ ὅτι

    关系副词短语(相当于 καθ' ὅτι),意为“正如……”或“依照……的方式”,规定了舞蹈动作跟随先导节拍的样态。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:14.1-14.9