← 阿利安

印度志

§13.1-13.13

印度捕猎与驯服野象的方法

详细记述了印度人独特的捕象方法:建造以壕沟与土垒围成的巨大圆形陷阱,安置温驯的母象作为诱饵以引诱野象群入内困住,随后通过饥渴困乏、驯象搏击以及割颈绑索来加以制服。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§13.1

θηρέουσι δὲ Ἰνδοὶ τὰ μὲν ἄλλα ἄγρια θηρία κατάπερ καὶ Ἕλληνες, ἡ δὲ τῶν ἐλεφάντων σφιν θήρη οὐδέν τι ἄλλῃ ἔοικεν, ὅτι καὶ ταῦτα τὰ θηρία οὐδαμοῖσιν ἄλλοισι θηρίοισιν ἐπέοικεν.

印度人捕猎其他野兽的方法与希腊人相同,但他们捕象的方法却与任何其他捕猎全然不同,因为这些巨兽本身就与任何其他兽类截然不同。

§13.2

ἀλλὰ τόπον γὰρ ἐπιλεξάμενοι ἄπεδον καὶ καυματώδεα ἐν κύκλῳ τάφρον ὀρύσσουσιν, ὅσον μεγάλῳ στρατοπέδῳ ἐναυλίσασθαι.1 τῆς δὲ τάφρου τὸ εὖρος ἐς πέντε ὀργυιὰς ποιέονται, βάθος τε ἐς τέσσαρας.

他们选定一处平坦而炎热的开阔地,环绕挖掘一道壕沟,其规模足可供一支大军安营扎寨。他们使壕沟的宽度约为五寻,深度约为四寻。

§13.3

τὸν δὲ χόον ὅντινα ἐκβάλλουσιν ἐκ τοῦ ὀρύγματος, ἐπὶ τὰ χείλεα ἑκάτερα τῆς τάφρου ἐπιφορήσαντες ἀντὶ τείχεος διαχρέονται, αὐτοὶ δὲ ἐπὶ τῷ χώματι τῷ ἐπὶ τοῦ χείλεος τοῦ ἔξω τῆς τάφρου σκηνάς σφιν ὀρυκτὰς ποιέονται, καὶ διὰ τούτων ὀπὰς ὑπολείπονται· διʼ ὧν φάος τε αὐτοῖσιν ἐσέρχεται καὶ τὰ θηρία προσάγοντα καὶ ἐσελαύνοντα ἐς τὸ ἕρκος σκέπτονται.

他们将从挖坑中取出的泥土堆在壕沟两侧的沿上当作护墙使用;他们自己则在壕沟外侧沿上的土堆上建造挖掘式的小棚,并在其中留出孔洞,光线由此射入棚内,他们也借此监视野象靠近并走入围圈。

§13.5

ἐνθαῦτα ἐντὸς τοῦ ἕρκεος καταστήσαντες τῶν τινας θηλέων τρεῖς ἢ τέσσαρας, ὅσαι μάλιστα τὸν θυμὸν χειροήθεες, μίαν ἔσοδον ἀπολιμπάνουσι κατὰ τὴν τάφρον, γεφυρώσαντες τὴν τάφρον· καὶ ταύτῃ χόον τε καὶ ποίην πολλὴν ἐπιφορέουσι τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν,2 μὴ τινα δόλον ὀισθῶσιν.

此时,他们在围圈内放置三四头性情极为温顺的母象,并在壕沟上架桥留出一处入口;他们在这桥上覆以泥土和大量杂草,以免桥梁对巨兽而言显而易见,以防它们察觉出任何圈套。

§13.6

αὐτοὶ μὲν ὦν ἐκποδὼν σφᾶς ἔχουσι κατὰ τῶν σκηνέων τῶν ἐπὶ τῇ τάφρῳ δεδυκότες, οἱ δὲ ἄγριοι ἐλέφαντες ἡμέρης μὲν οὐ πελάζουσι τοῖσιν οἰκεομένοισι, νύκτωρ δὲ πλανέονταί τε πάντη καὶ ἀγεληδὸν νέμονται τῷ μεγίστῳ καὶ γενναιοτάτῳ σφῶν ἑπόμενοι, κατάπερ αἱ βόες τοῖσι ταύροισιν.

于是捕象人避入壕沟上的棚内藏匿身形;而野象白天并不接近有人居住之地,入夜则四处游荡,成群结队地跟随其中体型最大、最英勇的头象觅食,正如母牛跟从公牛一般。

§13.7

ἐπεὰν ὦν τῷ ἕρκεϊ πελάσωσι, τήν τε φωνὴν ἀκούοντες τῶν θηλέων καὶ τῆς ὀδμῆς αἰσθόμενοι, δρόμῳ ἵενται ὡς ἐπὶ τὸν χῶρον τὸν πεφραγμένον· ἐκπεριελθόντες δὲ τῆς τάφρου τὰ χείλεα εὖτʼ ἄν τῇ γεφύρῃ ἐπιτύχωσι. κατὰ ταύτην ἐς τὸ ἕρκος ὠθέονται.

因此,当它们接近围圈时,听到母象的叫声并嗅到气味,便疾步奔向那被围起来的场地;它们绕着壕沟边缘兜圈,一旦遇上桥梁,便沿着它挤入围圈。

§13.8

οἱ δὲ ἄνθρωποι αἰσθόμενοι τὴν ἔσοδον τῶν ἐλεφάντων τῶν ἀγρίων, οἱ μὲν αὐτῶν τὴν γέφυραν ὀξέως ἀπεῖλον, οἱ δὲ ἐπὶ τὰς πέλας κώμας ἀποδραμόντες ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεϊ ἔχονται3 οἳ δὲ ἀκούσαντες ἐπιβαίνουσι τῶν κρατίστων τε καὶ χειροηθεστάτων ἐλεφάντων, ἐπιβάντες δὲ ἐλαύνουσιν ὡς ἐπὶ τὸ ἕρκος, ἐλάσαντες δὲ οὐκ αὐτίκα μάχης ἅπτονται, ἀλλὰ ἐῶσι γὰρ λιμῷ τε ταλαιπωρηθῆναι τοὺς ἀγρίους ἐλέφαντας καὶ ὑπὸ τῷ δίψεϊ δουλωθῆναι.

人们察觉到野象入内,一部分人立刻撤去木桥,另一部分人则奔向附近的村落,通报象群已被困在围圈之内。村民闻讯后,便骑上最强壮且最驯服的大象,策象驰向围圈;到达后他们并不立即交战,而是任由野象饱受饥饿折磨,并被干渴所屈服。

§13.9

εὖτʼ ἂν δέ σφισι κακῶς ἔχειν δοκέωσι, τηνικαῦτα ἐπιστήσαντες αὖθις τὴν γέφυραν ἐλαύνουσί τε ὡς ἐπὶ τὸ ἕρκος, καὶ τὰ μὲν πρῶτα μάχη κατίσταται καρτερὴ τοῖσιν ἡμέροισι τῶν ἐλεφάντων πρὸς τοὺς ἑαλωκότας· ἔπειτα κρατέονται μὲν κατὰ τὸ οἰκὸς οἱ ἄγριοι ὑπό τε τῇ ἀθυμίῃ καὶ τῷ λιμῷ ταλαιπωρεύμενοι.

待到认为野象已奄奄一息时,他们便重新架设桥梁开入围圈,起初驯象与被捕获的野象之间展开了一场激烈的搏斗;接着,野象自然因受沮丧与饥饿的折磨而被压制。

§13.11

οἳ δὲ ἀπὸ τῶν ἐλεφάντων καταβάντες παρειμένοισιν ἤδη τοῖσιν ἀγρίοισι τοὺς πόδας ἄκρους συνδέουσιν, ἔπειτα ἐγκελεύονται τοῖσιν ἡμέροισι πληγῇσι σφᾶς κολάζειν πολλῇσιν, ἔστʼ ἂν ἐκεῖνοι ταλαιπωρεύμενοι ἐς γῆν πέσωσι. παραστάντες δὲ βρόχους περιβάλλουσιν αὐτοῖσι κατὰ τοὺς αὐχένας, καὶ αὐτοὶ ἐπιβαίνουσι κειμένοισι.

人们从象背上下来,趁野象已经精疲力竭,绑住它们的足蹄,随后驱使驯象以多次击打惩治它们,直至那些野象因痛苦难耐而倒在地上。捕象人站到近旁,将套索套在它们的脖颈上,并亲自骑上卧倒的象背。

§13.12

τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας4 μηδέ τι ἄλλο ἀτάσθαλον ἐργάζεσθαι, τὸν τράχηλον αὐτοῖσιν ἐν κύκλῳ μαχαιρίῳ ὀξέι ἐπιτέμνουσι, καὶ τὸν βρόχον κατὰ τὴν τομὴν περιδέουσιν, ὡς ἀτρέμα ἔχειν τὴν κεφαλήν τε καὶ τὸν τράχηλον ὑπὸ τοῦ ἕλκεος.

为了防止野象甩下骑手或作出其他狂暴行径,他们用锋利的小刀在野象的颈项周围割开一圈皮肉,将套索紧扎在切口处,使其因伤痛而不敢妄动头颈。

§13.13

εἰ γὰρ περιστρέφοιντο ὑπὸ ἀτασθαλίης, τρίβεται αὐτοῖσι τὸ ἕλκος ὑπὸ τῷ κάλῳ. οὕτω ὦν ἀτρέμα ἴσχουσι, καὶ ταύτῃ γνωσιμαχέοντες

因为它们若因凶性而胡乱扭转,伤口便会被粗绳摩擦。因此它们便安静下来,以此方式服输认命……

语法注4 条
  1. 13.2ὅσον μεγάλῳ στρατοπέδῳ ἐναυλίσασθαι

    由关系代词 ὅσον 与不定式 ἐναυλίσασθαι 构成的表示程度或结果的结构,意为“足可供一支大军安营扎寨的大小”。与格 μεγάλῳ στρατοπέδῳ 用作不定式的逻辑主语(关涉与格)。

  2. 13.5τοῦ μὴ ἀρίδηλον εἶναι τοῖσι θηρίοισι τὴν γέφυραν

    由中性单数属格冠词 τοῦ 与否定词 μή、不定式 εἶναι 构成的属格不定式结构,表示否定目的(“为了不让巨兽看清桥梁”),在语义上与接下来的惧怕/目的从句 μὴ τινα δόλον ὀισθῶσιν(以防起疑)呼应。

  3. 13.8ἀγγέλλουσι τοὺς ἐλέφαντας ὅτι ἐν τῷ ἕρκεϊ ἔχονται

    提前句式(prolepsis):本应作为从句(ὅτι 从句)主语的“象群”,被提前置于主句,作主动词 ἀγγέλλουσι 的直接宾格补足语(τοὺς ἐλέφαντας)。

  4. 13.12τοῦ δὲ μὴ ἀποσείεσθαι τοὺς ἀμβάτας

    同样是由属格冠词 τοῦ、否定词 μή 及不定式 ἀποσείεσθαι 构成的表示否定目的的结构(“为了不让他们甩下骑手”),说明主句中在象颈上环割伤口这一处置的动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:13.1-13.13