← 阿利安

印度志

§12.1-12.9

其余四个等级的职能与通婚转籍的禁令

本节记述了其余四个等级(工匠与商人、战士、监督官、参议官)的职责与特权,并说明了严禁跨等级通婚与转籍的禁令,唯有成为智者一途享有例外。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§12.1

τέταρτον δέ ἐστι τὸ δημιουργικόν τε καὶ καπηλικὸν γένος. καὶ οὗτοι λειτουργοί εἰσι, καὶ φόρον ἀποφέρουσιν ἀπὸ τῶν ἔργων τῶν σφετέρων, πλήν γε δὴ ὅσοι τὰ ἀρήια ὅπλα ποιέουσιν. οὗτοι δὲ καὶ μισθὸν ἐκ τοῦ κοινοῦ προσλαμβάνουσιν. ἐν δὲ τούτῳ τῷ γένεϊ οἵ τε ναυπηγοὶ καὶ οἱ ναῦταί εἰσιν, ὅσοι γε κατὰ τοὺς ποταμοὺς πλώουσι.

第四等级是工匠与小商贩。他们也承担公共劳役,并以自身的工作缴纳贡税,但制造作战武器的人除外;这些人反而从公库中领取薪饷。在这一等级中,还有造船工以及凡在内河航行的水手。

§12.2

πέμπτον δὲ γένος ἐστὶν Ἰνδοῖσιν οἱ πολεμισταί, πλήθεϊ μὲν δεύτερον μετὰ τοὺς γεωργούς, πλείστῃ δὲ ἐλευθερίῃ τε καὶ εὐθυμίῃ χρεόμενον. οὗτοι ἀσκηταὶ μούνων τῶν πολεμικῶν ἔργων εἰσί.

第五等级是印度人的战士,在人数上仅次于农夫,位居第二,但享有极大的自由与闲逸。他们只专心从事战事。

§12.3

τὰ δὲ ὅπλα ἄλλοι αὐτοῖσι ποιέουσι, καὶ τοὺς ἵππους ἄλλοι παρέχουσι, καὶ διακονέουσιν ἐπὶ στρατοπέδου ἄλλοι, οἳ τούς τε ἵππους αὐτοῖσι θεραπεύουσι καὶ τὰ ὅπλα ἐκκαθαίρουσι καὶ τοὺς ἐλέφαντας ἄγουσι καὶ τὰ ἅρματα κοσμέουσί τε καὶ ἡνιοχεύουσιν.

武器由其他人为他们制造,战马由其他人提供,军营中的杂务也由其他人服侍:这些人替他们照料马匹、擦拭武器、牵引战象,并整备且驾驶战车。

§12.4

αὐτοὶ δέ, ἔστʼ ἂν μὲν πολεμέειν δέῃ, πολεμέουσιν, εἰρήνης δὲ γενομένης εὐθυμέονται· καὶ σφιν μισθὸς ἐκ τοῦ κοινοῦ τοσόσδε ἔρχεται, ὡς καὶ ἄλλους τρέφειν ἀπʼ αὐτοῦ εὐμαρέως. ἕκτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ ἐπίσκοποι καλεόμενοι.

战士们自己只要在需要作战时便作战,一旦实现和平便悠闲作乐;公家发给他们丰厚的薪饷,以至于他们完全能靠这笔收入轻松供养他人。第六等级是印度人中被称为监督官的人。

§12.5

οὗτοι ἐφορέουσι τὰ γινόμενα κατὰ τε τὴν χώρην καὶ κατὰ τὰς πόλιας, καὶ ταῦτα ἀναγγέλλουσι τῷ βασιλέι, ἵναπερ βασιλεύονται Ἰνδοί, ἢ τοῖσι τέλεσιν, ἵναπερ αὐτόνομοί εἰσι. καὶ τούτοισιν οὐ θέμις ψεῦδος ἀναγγεῖλαι οὐδέν, οὐδέ τις Ἰνδῶν αἰτίην ἔσχε ψεύσασθαι.1

他们监察各地方以及各城邦中所发生的事情,并在印度人受君主统治之地向国王报告,或者在他们自治之地向官长们报告。他们绝不可报告任何假话,并且在印度人中从未有人因说谎而受到指控。

§12.6

ἕβδομοι δέ εἰσιν οἱ ὑπὲρ τῶν κοινῶν βουλευόμενοι ὁμοῦ τῷ βασιλέι ἢ κατὰ τὰς πόλιας ὅσαι αὐτόνομοι σὺν τῇσιν ἀρχῇσι.

第七等级是与国王共同商议国事的人,或在凡自主自治的城邦中与执政长官们一同参议的人。

§12.7

πλήθεϊ μὲν ὀλίγον τὸ γένος τοῦτό ἐστι, σοφίῃ δὲ καὶ δικαιότητι ἐκ πάντων προκεκριμένον. ἔνθεν οἵ τε ἄρχοντες αὐτοῖσιν ἐπιλέγονται καὶ ὅσοι νόμαρχοι καὶ ὕπαρχοι καὶ θησαυροφύλακές τε καὶ στρατοφύλακες, ναύαρχοί τε καὶ ταμίαι καὶ τῶν κατὰ γεωργίην ἔργων ἐπιστάται.

这一等级在人数上虽然稀少,但在智慧与公义上却是从所有人中精选出来的。从这里选拔出他们的统治者、州长、副总督、国库司库、军事监督、海军将领、财务官以及农业事务的监工。

§12.8

γαμέειν δὲ ἐξ ἑτέρου γένεος οὐ θέμις, οἷον τοῖσι γεωργοῖσιν ἐκ τοῦ δημιουργικοῦ ἢ ἔμπαλιν. οὐδὲ δύο τέχνας ἐπιτηδεύειν τὸν αὐτὸν οὐδὲ τοῦτο θέμις, οὐδὲ ἀμείβειν ἕτερον ἐξ ἑτέρου γένος,2 οἷον γεωργικὸν ἐκ νομέος γίνεσθαι, ἢ νομέα ἐκ δημιουργικοῦ.

并且,在等级之外通婚是不合神律的,例如农夫娶工匠之女,反之亦然。同一人从事两门行业也是不合规矩的,同样也不得从一个等级转入另一个等级,比如由牧人转变为农夫,或由工匠转变为牧人。

§12.9

μοῦνόν σφισιν ἀνεῖται σοφιστὴν ἐκ παντὸς γένεος γίνεσθαι,3 ὅτι οὐ μαλθακὰ τοῖσι σοφιστῇσίν ἐστι τὰ πρήγματα ἀλλὰ πάντων ταλαιπωρότατα.

对他们而言,唯独准许任何等级的人成为智者,因为智者的生活绝非舒适安逸,而是所有人中最艰辛困苦的。

语法注3 条
  1. 12.5οὐδέ τις Ἰνδῶν αἰτίην ἔσχε ψεύσασθαι

    成语 αἰτίην ἔχω 意为“受到谴责、指控”或“背负嫌疑”,此处接不定式 ψεύσασθαι 表示受指控的具体行为,全句意为“在印度人中从未有人因说谎而受到指控”。

  2. 12.8οὐδὲ ἀμείβειν ἕτερον ἐξ ἑτέρου γένος

    及物动词 ἀμείβειν(交换、更替、转变)支配直接宾语 γένος(等级、身分),代词性固定搭配 ἕτερον ἐξ ἑτέρου 表“由一者转入另一者”,意为“从一个等级变更为另一个等级”。

  3. 12.9μοῦνόν σφισιν ἀνεῖται σοφιστὴν ἐκ παντὸς γένεος γίνεσθαι

    ἀνεῖται 是动词 ἀνίημι(放任、允许)的完成时被动直陈式第三人称单数,作无人称用法,意为“被允许”。不定式短语 σοφιστὴν... γίνεσθαι 作为其主语,与中性单数形容词用作主格补语的 μοῦνον 呼应,意为“唯独准许从任何等级中产生智者”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:12.1-12.9