- 底本
- Arrian. Arriani Nicomediensis Scripta Minora. Hercher, Rudolf; Eberhard, Alfred, editors. Leipzig: Teubner, 1885.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg002.humanitext-grc2:11.1-11.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
记述了印度社会七个等级中的前三个:享有免税并掌管祭祀与占卜的智者、人数最多且战时受保护的农夫,以及在山野放牧兼行狩猎的牧人。
νενέμηνται δὲ οἱ πάντες Ἰνδοὶ ἐς ἑπτὰ μάλιστα γένεα. ἓν μὲν αὐτοῖσιν οἱ σοφισταί εἰσι, πλήθεϊ μὲν μείους τῶν ἄλλων, δόξῃ δὲ καὶ τιμῇ γεραρώτατοι·
全体印度人大约被划分为七个等级。其中之一是智者,他们的人数少于其他等级,但在声誉与尊荣上最为尊贵。
οὔτε γάρ τι τῷ σώματι ἐργάζεσθαι ἀναγκαίη σφιν προσκέεται οὔτε τι ἀποφέρειν· ἀπʼ ὅτων πονέουσιν ἐς τὸ κοινόν. οὐδέ τι ἄλλο ἀναγκαίης ἁπλῶς ἐπεῖται τοῖσι σοφιστῇσιν, ὅτι μὴ θύειν τὰς θυσίας τοῖσι θεοῖσιν ὑπὲρ τοῦ κοινοῦ τῶν Ἰνδῶν·
因为他们身上并未被强加任何从事体力劳作的义务,也无须为公家交纳任何由劳作所得的产出;简而言之,智者们完全不受任何其他强求,只除了代表印度人的共同体向诸神奉献祭品。
ὅστις δὲ ἰδίᾳ θύει, ἐξηγητὴς αὐτῷ τῆς θυσίης τῶν τις σοφιστέων τούτων γίνεται, ὡς οὐκ ἄν ἄλλως κεχαρισμένα τοῖσι θεοῖσι θύσαντι.1
凡有人私自献祭,这些智者中的一人便作为献祭指导者从旁协助,因为人们认为若不如此,献祭便不会为诸神所喜悦。
εἰσὶ δὲ καὶ μαντικῆς οὗτοι μοῦνοι Ἰνδῶν δαήμονες, οὐδὲ ἐπεῖται ἄλλῳ μαντεύεσθαι ὅτι μὴ σοφιστῇ ἀνδρί.
他们也是印度人中唯一通晓占卜术的人,除智者外,不准许任何其他人进行占卜。
μαντεύονται δὲ ὑπὲρ τῶν ὡρέων τοῦ ἔτεος καὶ εἴ τις τὸ κοινὸν συμφορὴ καταλαμβάνοι· τὰ δὲ ἴδια ἑκάστοισιν οὔ σφιν μέλει μαντεύεσθαι, ἢ ὡς οὐκ ἐξικνεομένης τῆς μαντικῆς ἐς τὰ σμικρότερα, ἢ ὡς οὐκ ἄξιον ἐὸν ἐπὶ τούτοισι πονέεσθαι.2
他们占卜一年的节候以及是否有灾祸将降临国家公社;至于个人各自的私事,他们并不关心去占卜,这要么是因为占卜术不涉及那些微小琐碎之事,要么是因为人们认为不值得在这些事上耗费心力。
ὅστις δὲ ἁμάρτοι ἐς τρὶς μαντευσάμενος, τούτῳ δὲ ἄλλο μὲν κακὸν γίνεσθαι οὐδέν, σιωπᾶν δὲ εἶναι ἐπάναγκες τοῦ λοιποῦ· καὶ οὐκ ἔστιν ὅστις ἐξαναγκάσει τὸν ἄνδρα τοῦτον φωνῆσαι, ὅτου σιωπὴ κατακέκριται.
凡占卜三次失误者,不再遭受其他任何惩处,但余生必须保持沉默;并且一旦对某人判定了沉默之刑,就绝没有任何人能强迫此人开口发声。
οὗτοι γυμνοὶ διαιτέονται οἱ σοφισταί, τοῦ μὲν χειμῶνος ὑπαίθριοι ἐν τῷ ἡλίῳ, τοῦ δὲ θέρεος, ἐπεὰν ὁ ἥλιος κατέχῃ, ἐν τοῖσι λειμῶσι καὶ τοῖσιν ἕλεσιν ὑπὸ δένδρεσι μεγάλοισιν, ὧν τὴν σκιὴν Νέαρχος λέγει ἐς πέντε πλέθρα ἐν κύκλῳ ἐξικνέεσθαι, καὶ ἂν καὶ μυρίους ἀνθρώπους ὑπὸ ἑνὶ δένδρεϊ σκιάζεσθαι· τηλικαῦτα εἶναι ταῦτα τὰ δένδρεα.
这些智者赤身生活,冬天在露天曝晒阳光,夏天当烈日炙烤时,便置身于草地与沼泽的大树之下。尼阿库斯说,那些树的树荫周匝可达五普莱特龙,甚至一万人都能在一棵大树下遮阴,这些树木便是如此庞大。
σιτέονται δὲ τὰ ὡραῖα καὶ τὸν φλοιὸν τῶν δενδρέων, γλυκύν τε ἐόντα τὸν φλοιὸν καὶ τρόφιμον οὐ μεῖον ἤπερ αἱ βάλανοι τῶν φοινίκων.
他们以时令果实与树皮为食,那树皮甘甜,其营养不亚于椰枣。
δεύτεροι δʼ ἐπὶ τούτοισιν οἱ γεωργοί εἰσιν, πλήθεϊ πλεῖστοι Ἰνδῶν ἐόντες. καὶ τούτοισιν οὔτε ὅπλα ἐστὶν ἀρήια οὔτε ʽμέλει πολεμήια ἔργἀ, ἀλλὰ τὴν χώρην οὗτοι ἐργάζονται, καὶ τοὺς φόρους τοῖσί τε βασιλεῦσι καὶ τῇσι πόλισιν, ὅσαι αὐτόνομοι, οὗτοι ἀποφέρουσι.
仅次于他们的第二等级是农夫,他们是印度人中人数最多的。他们既无作战武器,也不过问战事,而是耕种土地,并向国王们以及凡自主自治的城邦缴纳贡税。
καὶ εἰ πόλεμος ἐς ἀλλήλους τοῖσιν Ἰνδοῖσι τύχοι, τῶν ἐργαζομένων τὴν γῆν οὐ θέμις σφιν ἅπτεσθαι3 οὐδὲ αὐτὴν τὴν γῆν τέμνειν, ἀλλὰ οἱ μὲν πολεμέουσι καὶ κατακαίνουσιν ἀλλήλους ὅκως τύχοιεν, οἱ δὲ πλησίον αὐτῶν κατʼ ἡσυχίην ἀροῦσιν ἢ τρυγέουσιν ἢ κλαδέουσιν ἢ θερίζουσιν.
即使印度人彼此之间发生战争,神律也不允许他们伤害耕种土地的人,或者蹂躏土地本身;战士们互相交战并随遇厮杀,而农夫们却在他们近旁悠闲自得地耕田、采摘葡萄、修剪枝桠或收割庄稼。
τρίτοι δέ εἰσιν Ἰνδοῖσιν οἱ νομέες, οἱ ποιμένες τε καὶ οἱ βουκόλοι. καὶ οὗτοι οὔτε κατὰ πόλιας οὔτε ἐν τῇσι κώμῃσιν οἰκέουσι, νομάδες δέ εἰσι καὶ ἀνὰ τὰ οὔρεα βιοτεύουσι, φόρον δὲ οὗτοι ἀπὸ τῶν κτηνέων ἀποφέρουσι, καὶ θηρεύουσιν οὗτοι ἀνὰ τὴν χώρην ὄρνιθάς τε καὶ ἄγρια θηρία.
印度人的第三等级是牧人,即牧羊人与牧牛人。他们既不住在城池里,也不住在村落中,而是作为游牧者在山林间生活;他们以牲畜缴纳赋税,并在各处猎捕禽鸟与野兽。
- 11.3ὡς οὐκ ἄν ἄλλως κεχαρισμένα τοῖσι θεοῖσι θύσαντι
小词 ὡς 引导主观理由并与与格分词 θύσαντι 连用,其中 ἄν 与 θύσαντι 结合表示潜在或假想的结果,完成时被动分词 κεχαρισμένα 则作其宾语。意为“依从若非如此(ἄλλως)便不可能以取悦诸神的方式完成献祭这一想法”。
- 11.5ἢ ὡς οὐκ ἐξικνεομένης τῆς μαντικῆς ἐς τὰ σμικρότερα, ἢ ὡς οὐκ ἄξιον ἐὸν ἐπὶ τούτοισι πονέεσθαι
在给出非此即彼的解释时,句子并列了由 ὡς 引导的两种不同的独立分词结构:前半句为属格绝对分词(οὐκ ἐξικνεομένης τῆς μαντικῆς),后半句则是源于无人称表述的宾格绝对分词(οὐκ ἄξιον ἐόν)。
- 11.10τῶν ἐργαζομένων τὴν γῆν οὐ θέμις σφιν ἅπτεσθαι
中动动词 ἅπτεσθαι(触碰、侵害)支配属格宾语 τῶν ἐργαζομένων τὴν γῆν。与格代词 σφιν(指交战双方士兵)充当间接反身代词,作非人称表述 οὐ θέμις(神律不容)的关联与格。
