- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.9.1-2.9.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大察觉波斯骑兵的集结动向后,密令帖撒利骑兵增援左翼,并在右翼布设防备后方山地的折角阵形,趁山地敌军退却之际抽调兵力延展战线。
ἐν τούτῳ δὲ Ἀλέξανδρος κατιδὼν ὀλίγου πᾶσαν τὴν τῶν Περσῶν ἵππον μετακεχωρηκυῖαν ἐπὶ τὸ εὐώνυμον τὸ ἑαυτοῦ ὡς πρὸς τὴν θάλασσαν, αὑτῷ δὲ τοὺς Πελοποννησίους μόνους καὶ τοὺς ἄλλους τῶν ξυμμάχων ἱππέας ταύτῃ τεταγμένους, πέμπει κατὰ τάχος τοὺς Θεσσαλοὺς ἱππέας ἐπὶ τὸ εὐώνυμον, κελεύσας μὴ πρὸ τοῦ μετώπου τῆς πάσης τάξεως παριππεῦσαι, τοῦ μὴ καταφανεῖς τοῖς πολεμίοις γενέσθαι μεταχωροῦντας,1 ἀλλὰ κατόπιν τῆς φάλαγγος ἀφανῶς διελθεῖν.
在此期间,亚历山大见波斯骑兵几乎全部调往面向大海的己方左翼,而己方在该处仅布列了伯罗奔尼撒骑兵与其余同盟军骑兵,便急命帖撒利骑兵驰往左翼;他下令不得自全军战线前方策马横穿,以免在调动时被敌人发觉,而应从方阵后方隐蔽通过。
προέταξε δὲ τῶν μὲν ἱππέων κατὰ τὸ δεξιὸν τοὺς προδρόμους, ὧν ἡγεῖτο Πρωτόμαχος, καὶ τοὺς Παίονας, ὧν ἡγεῖτο Ἀρίστων, τῶν δὲ πεζῶν τοὺς τοξότας, ὧν ἦρχεν Ἀντίοχος· τοὺς δὲ Ἀγριᾶνας, ὧν ἦρχεν Ἄτταλος, καὶ τῶν ἱππέων τινὰς καὶ τῶν τοξοτῶν ἐς ἐπικαμπὴν πρὸς τὸ ὄρος τὸ κατὰ νώτου ἔταξεν,2ὥστε κατὰ τὸ δεξιὸν αὐτῷ τὴν φάλαγγα ἐς δύο κέρατα διέχουσαν τετάχθαι, τὸ μὲν ὡς πρὸς Δαρεῖόν τε καὶ τοὺς πέρας τοῦ ποταμοῦ τοὺς πάντας Πέρσας, τὸ δὲ ὡς πρὸς τοὺς ἐπὶ τῷ ὄρει κατὰ νώτου σφῶν τεταγμένους.
在右翼,他将骑兵中的先遣斥候骑兵(由普罗托马库斯统率)和培奥尼亚骑兵(由阿里斯同统率),以及步兵中的弓箭手(由安提阿库斯统率)配置于战线前方;又将阿塔鲁斯统率的阿格里安兵以及部分骑兵和弓箭手折向后方的山地部署,从而使右翼的方阵展开为两个翼展:一侧面朝大流士及河对岸的全体波斯军,另一侧则面朝部署在山岭上处于己方后背的敌军。
τοῦ δὲ εὐωνύμου προετάχθησαν τῶν μὲν πεζῶν οἵ τε Κρῆτες τοξόται καὶ οἱ Θρᾷκες, ὧν ἡγεῖτο Σιτάλκης, πρὸ τούτων δὲ ἡ ἵππος ἡ κατὰ τὸ εὐώνυμον. οἱ δὲ μισθοφόροι ξένοι πᾶσιν ἐπετάχθησαν. ἐπεὶ δὲ οὔτε πυκνὴ αὐτῷ ἡ φάλαγξ κατὰ τὸ δεξιὸν τὸ ἑαυτοῦ ἐφαίνετο, πολὺ τε ταύτῃ ὑπερφαλαγγήσειν οἱ Πέρσαι ἐδόκουν, ἐκ τοῦ μέσου ἐκέλευσε δύο ἴλας τῶν ἑταίρων, τὴν τε Ἀνθεμουσίαν, ἧς ἰλάρχης ἦν Περοίδας ὁ Μενεσθέως, καὶ τὴν Λευγαίαν καλουμένην, ἧς ἡγεῖτο Παντόρδανος ὁ Κλεάνδρου, ἐπὶ τὸ δεξιὸν ἀφανῶς παρελθεῖν.
在左翼前方,部署了步兵中的克里特弓箭手以及由西塔尔克斯统率的色雷斯人,其前方则部署了左翼骑兵。外国雇佣军则配置于全军之后。然而,亚历山大见己方右翼的方阵并不稠密,而波斯军极可能在此处形成大规模侧翼包抄,便下令抽调中部的两支同袍骑兵队——即由梅涅斯透斯之子佩洛伊达斯任队长的安特穆西亚队,以及由克莱安德之子潘托尔达努斯统率的所谓勒乌盖亚队——隐秘转移至右翼。
καὶ τοὺς τοξότας δὲ καὶ μέρος τῶν Ἀγριάνων καὶ τῶν Ἑλλήνων μισθοφόρων ἔστιν οὓς κατὰ τὸ δεξιὸν τὸ αὑτοῦ ἐπὶ μετώπου παραγαγὼν ἐξέτεινεν ὑπὲρ τὸ τῶν Περσῶν κέρας τὴν φάλαγγα. ἐπεὶ γὰρ οἱ ὑπὲρ τοῦ ὄρους τεταγμένοι οὔτε κατῄεσαν, ἐκδρομῆς τε ἐπʼ αὐτοὺς τῶν Ἀγριάνων καὶ τῶν τοξοτῶν ὀλίγων κατὰ πρόσταξιν Ἀλεξάνδρου γενομένης ῥᾳδίως ἀπὸ τῆς ὑπωρείας ἀνασταλέντες ἐς τὸ ἄκρον ἀνέφυγον, ἔγνω καὶ τοῖς κατʼ αὐτοὺς τεταγμένοις δυνατὸς ὢν χρήσασθαι3 ἐς ἀναπλήρωσιν τῆς φάλαγγος· ἐκείνοις δὲ ἱππέας
随后,他又将弓箭手、部分阿格里安兵以及若干希腊雇佣兵引至己方右翼正前方,使方阵向外延伸,超越了波斯军的侧翼。因为占据山岭的敌军既未下山,且在亚历山大下令由阿格里安兵和少数弓箭手发起冲锋后,便轻易被逐出山麓而逃奔山顶,亚历山大遂判定自己亦可将原本防备这些敌军的部队调来补充方阵;而对于那些人,骑兵
- 2.9.1τοῦ μὴ καταφανεῖς τοῖς πολεμίοις γενέσθαι μεταχωροῦντας
带属格定冠词的不定式短语(τοῦ ... γενέσθαι)在此表示否定目的(“以免……”)。不定式的逻辑主语通过宾格分词 μεταχωροῦντας 标明,表语形容词 καταφανεῖς 亦与其保持一致。
- 2.9.2ἐς ἐπικαμπὴν πρὸς τὸ ὄρος τὸ κατὰ νώτου ἔταξεν
介词短语 ἐς ἐπικαμπήν 是军事专业术语,意为“折向布置”(呈钩状或折角阵型),指为了应对背侧山地上的敌军,使该部队与主阵线形成折角进行布防。
- 2.9.4ἔγνω καὶ τοῖς κατʼ αὐτοὺς τεταγμένοις δυνατὸς ὢν χρήσασθαι
动词 ἔγνω(意为“判定/认识到”)在此带主格补充从属分词 δυνατὸς ὢν,分词与主句主语(亚历山大)保持一致,意为“判定自己能够……”。与格短语 τοῖς ... τεταγμένοις 则由不定式 χρήσασθαι 所支配。
