- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.10.1-2.10.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大鼓舞全军后率右翼迅速冲击并溃退波斯左翼,但大流士军中的希腊雇佣军趁马其顿中军方阵出现缺口突入,双方展开殊死搏斗。
οὕτω δὴ τεταγμένους χρόνον μέν τινα προῆγεν ἀναπαύων, ὥστε καὶ πάνυ ἔδοξε σχολαία γενέσθαι αὐτῷ ἡ πρόσοδος· τοὺς γὰρ βαρβάρους, ὅπως τὰ πρῶτα ἐτάχθησαν, οὐκέτι ἀντεπῆγε Δαρεῖος, ἀλλʼ ἐπὶ τοῦ ποταμοῦ ταῖς ὄχθαις, πολλαχῇ μὲν ἀποκρήμνοις οὔσαις, ἔστι δὲ ὅπου καὶ χάρακα παρατείνας αὐταῖς ἵνα εὐεφοδώτερα ἐφαίνετο, οὕτως ἔμενεν· καὶ ταύτῃ εὐθὺς δῆλος ἐγένετο τοῖς ἀμφʼ Ἀλέξανδρον τῇ γνώμῃ δεδουλωμένος.1
亚历山大将部队如此整列后,时走时歇地引领部队前进了片刻,以致于他的进军显得极为从容迟缓。因为大流士不再像最初部署时那样率领异族军队迎战,而是停留在河岸上;那河岸多处陡峭,在看似较易接近的地方,大流士甚至沿岸设立了木栅;由此,他内心的怯懦退缩对亚历山大身边的将士而言立即显露无遗。
ὡς δὲ ὁμοῦ ἤδη ἦν τὰ στρατόπεδα, ἐνταῦθα παριππεύων πάντῃ Ἀλέξανδρος παρεκάλει ἄνδρας ἀγαθοὺς γίγνεσθαι, οὐ τῶν ἡγεμόνων μόνον τὰ ὀνόματα ξὺν τῷ πρέποντι κόσμῳ ἀνακαλῶν, ἀλλὰ καὶ ἰλάρχας καὶ λοχαγοὺς ὀνομαστὶ καὶ τῶν ξένων τῶν μισθοφόρων, ὅσοι κατʼ ἀξίωσιν ἤ τινα ἀρετὴν γνωριμώτεροι ἦσαν· καὶ πανταχόθεν βοὴ ἐγίνετο μὴ διατρίβειν, ἀλλὰ ἐσβάλλειν ἐς τοὺς πολεμίους.
当两军阵营已经逼近时,亚历山大策马巡行全军各处,勉励将士奋勇作战,不仅依照恰当的敬称呼唤将领的名字,还指名道姓地呼唤骑兵连长、百夫长,以及外国雇佣兵中凡因资历或英勇而素有名望之人;四面八方随即爆发出喊声,要求不要拖延,立即向敌人发起冲击。
ὁ δὲ ἦγεν ἐν τάξει ἔτι, τὰ μὲν πρῶτα, καίπερ ἐν ἀπόπτῳ ἤδη ἔχων τὴν Δαρείου δύναμιν, βάδην, τοῦ μὴ διασπασθῆναί τι ἐν τῇ ξυντονωτέρᾳ πορείᾳ κυμῆναν τῆς φάλαγγος·2 ὡς δὲ ἐντὸς βέλους ἐγίγνοντο, πρῶτοι δὴ οἱ κατὰ Ἀλέξανδρον καὶ αὐτὸς Ἀλέξανδρος ἐπὶ τοῦ δεξιοῦ τεταγμένος δρόμῳ ἐς τὸν ποταμὸν ἐνέβαλον, ὡς τῇ τε ὀξύτητι τῆς ἐφόδου ἐκπλῆξαι τοὺς Πέρσας καὶ τοῦ θᾶσσον ἐς χεῖρας ἐλθόντας ὀλίγα πρὸς τῶν τοξοτῶν βλάπτεσθαι. καὶ ξυνέβη ὅπως εἴκασεν Ἀλέξανδρος.
亚历山大起初仍整队行进,尽管大流士的大军已赫然在望,他却依然保持缓步行进,以防方阵在过急的行进中产生晃动而发生断裂。然而,一旦进入箭矢射程,位于右翼的亚历山大本人及其部下率先全速冲入河中,既为以突击之迅猛震慑波斯军,又为因更快投入肉搏战而少受弓箭手之害。战局的发展正如亚历山大所料。
εὐθὺς γὰρ ὡς ἐν χερσὶν ἡ μάχη ἐγένετο, τρέπονται τοῦ Περσικοῦ στρατεύματος οἱ τῷ ἀριστερῷ κέρᾳ ἐπιτεταγμένοι· καὶ ταύτῃ μὲν λαμπρῶς ἐνίκα Ἀλέξανδρός τε καὶ οἱ ἀμφʼ αὐτόν. οἱ δὲ Ἕλληνες οἱ μισθοφόροι οἱ ξὺν Δαρείῳ, ᾗ διέσχε τῶν Μακεδόνων ἡ φάλαγξ ὡς ἐπὶ τὸ δεξιὸν κέρας παραρραγεῖσα, ὅτι Ἀλέξανδρος μὲν σπουδῇ ἐς τὸν ποταμὸν ἐμβαλὼν καὶ ἐν χερσὶ τὴν μάχην ποιήσας ἐξώθει ἤδη τοὺς ταύτῃ τεταγμένους τῶν Περσῶν, οἱ δὲ κατὰ μέσον τῶν Μακεδόνων οὔτε τῇ ἴσῃ σπουδῇ ἥψαντο τοῦ ἔργου καὶ πολλαχῇ κρημνώδεσι ταῖς ὄχθαις ἐντυγχάνοντες τὸ μέτωπον τῆς φάλαγγος οὐ δυνατοὶ ἐγένοντο ἐν τῇ αὐτῇ τάξει διασώσασθαι, — ταύτῃ ἐμβάλλουσιν οἱ Ἕλληνες τοῖς Μακεδόσιν3 ᾗ μάλιστα διεσπασμένην αὐτοῖς τὴν φάλαγγα κατεῖδον.
因为肉搏战甫一展开,部署在波斯军左翼的部队便败退溃散;在这一侧,亚历山大及其近侍部队取得了辉煌的胜利。然而,大流士阵中的希腊雇佣军,却在马其顿方阵向着右翼断裂而出现裂隙之处——盖因亚历山大急速冲入河中投入肉搏,已然将该处的波斯守军击溃,而马其顿中军未能以同等速度投入战斗,且因多处遭遇险峻的河岸,无法在同一阵线中维持方阵正面的完整——希腊雇佣军便在他们看到马其顿方阵断裂最甚之处猛烈冲杀了过去。
καὶ τὸ ἔργον ἐνταῦθα καρτερὸν ἦν, τῶν μὲν ἐς τὸν ποταμὸν ἀπώσασθαι τοὺς Μακεδόνας4 καὶ τὴν νίκην τοῖς ἤδη φεύγουσι σφῶν ἀνασώσασθαι, τῶν Μακεδόνων δὲ τῆς τε Ἀλεξάνδρου ἤδη φαινομένης εὐπραγίας μὴ λειφθῆναι καὶ τὴν δόξαν τῆς φάλαγγος, ὡς ἀμάχου δὴ ἐς τὸ τότε διαβεβοημένης, μὴ ἀφανίσαι. καί τι καὶ τοῖς γένεσι τῷ τε Ἑλληνικῷ καὶ τῷ Μακεδονικῷ φιλοτιμίας ἐνέπεσεν ἐς ἀλλήλους.
此处的战斗极为惨烈:一方力图将马其顿人推回河中,为己方已在溃逃的友军挽回胜利;而马其顿人则誓不逊于亚历山大已然显露的战果,并不让迄今名震四海、号称无敌的方阵威名受损。希腊人与马其顿人这两个部族之间,亦因此萌生出彼此一较高下的争胜之心。
καὶ ἐνταῦθα πίπτει Πτολεμαῖός τε ὁ Σελεύκου, ἀνὴρ ἀγαθὸς γενόμενος, καὶ ἄλλοι ἐς εἴκοσι μάλιστα καὶ ἑκατὸν τῶν οὐκ ἠμελημένων Μακεδόνων.
在此战中,塞琉古之子托勒密战死,他展现了勇士的风范;此外阵亡的还有约一百二十名声名卓著的马其顿人。
- 2.10.1τῇ γνώμῃ δεδουλωμένος
此处为人称句式 δῆλος ἐγένετο(显出……)后接补充性分词 δεδουλωμένος(被屈服、退缩);τῇ γνώμῃ 为表示方面的与格(“在心志上/精神上”)。希腊语习惯使用人称主语及分词,而非相当于非人称的 δῆλον ὅτι 结构。
- 2.10.3τοῦ μὴ διασπασθῆναί τι ἐν τῇ ξυντονωτέρᾳ πορείᾳ κυμῆναν τῆς φάλαγγος
带定冠词属格的不定式 τοῦ μὴ διασπασθῆναι 表否定目的(“以免……断裂/散开”)。不定式的逻辑主语是中性代词及分词短语 τι... κυμῆναν(“晃动/起伏的某部分”),τῆς φάλαγγος 为修饰 τι 的部分属格。
- 2.10.5οἱ δὲ Ἕλληνες οἱ μισθοφόροι ... ταύτῃ ἐμβάλλουσιν οἱ Ἕλληνες τοῖς Μακεδόσιν
句首主语 οἱ δὲ Ἕλληνες οἱ μισθοφόροι οἱ ξὺν Δαρείῳ 与关系副词 ᾗ 因后接冗长的解释性从句(ὅτι Ἀλέξανδρος μὲν... διασώσασθαι)而悬空,随后作者通过指示副词与主语的复指(ταύτῃ ἐμβάλλουσιν οἱ Ἕλληνες)重新拾起主句结构,形成回指性复述。
- 2.10.6τῶν μὲν ἐς τὸν ποταμὸν ἀπώσασθαι τοὺς Μακεδόνας
属格 τῶν μὲν... τῶν Μακεδόνων δὲ 承接前面的 τὸ ἔργον(战事/行动),具体阐述双方的战斗意图,统领表示企图或目的的不定式(ἀπώσασθαι, ἀνασώσασθαι / μὴ λειφθῆναι, μὴ ἀφανίσαι),属于充当目的或同位语性质的凝缩属格结构。
