- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.8.1-2.8.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大连夜进军重新夺取关隘,并在地形开阔处将纵队展开为战阵;大流士亦派前哨部队过河掩护,布列希腊雇佣军与卡尔达克兵等庞大兵力,并按波斯惯例坐镇中军。
ὁ δὲ τότε μὲν δειπνοποιεῖσθαι παραγγέλλει, προπέμπει δὲ ὡς ἐπὶ τὰς πύλας τῶν τε ἱππέων ὀλίγους καὶ τῶν τοξοτῶν προκατασκεψομένους τὴν ὁδὸν τὴν ὀπίσω [ὡς ἐπὶ τὰς πύλας]· καὶ αὐτὸς τῆς νυκτὸς ἀναλαβὼν τὴν στρατιὰν πᾶσαν ᾔει, ὡς κατασχεῖν αὖθις τὰς πύλας.
当时,亚历山大下令用晚膳,并向关隘方向派出少许骑兵和弓箭手,前去侦察折返的道路;他自己则在夜间率领全军出发,以便再次夺回关隘。
ὡς δὲ ἀμφὶ μέσας νύκτας ἐκράτησεν αὖθις τῶν παρόδων, ἀνέπαυε τὴν στρατιὰν τὸ λοιπὸν τῆς νυκτὸς αὐτοῦ ἐπὶ τῶν πετρῶν, προφυλακὰς ἀκριβεῖς καταστησάμενος. ὑπὸ δὲ τὴν ἕω κατῄει ἀπὸ τῶν πυλῶν κατὰ τὴν ὁδόν· καὶ ἕως μὲν πάντῃ στενόπορα ἦν τὰ χωρία, ἐπὶ κέρως ἦγεν, ὡς δὲ διεχώρει ἐς πλάτος, ἀνέπτυσσεν ἀεὶ τὸ κέρας ἐς φάλαγγα, ἄλλην καὶ ἄλλην τῶν ὁπλιτῶν τάξιν παράγων, τῇ μὲν ὡς ἐπὶ τὸ ὄρος, ἐν ἀριστερᾷ δὲ ὡς ἐπὶ τὴν θάλασσαν.
大约在午夜时分重新控制隘道后,他在设立了严密的哨戒部队之后,让全军在剩余的夜色中于那里的岩石上休整。天将拂晓时,他沿道路自关隘下山;只要地势处处狭隘,他便以纵队领军前行,而当道路向两侧展宽时,他便不断将纵队展开成方阵,将重装步兵的各个大队逐一引出,一侧朝向山地,左侧朝向大海。
οἱ δὲ ἱππεῖς αὐτῷ τέως μὲν κατόπιν τῶν πεζῶν τεταγμένοι ἦσαν, ὡς δὲ ἐς τὴν εὐρυχωρίαν προῄεσαν, συνέτασσεν ἤδη τὴν στρατιὰν ὡς ἐς μάχην, πρώτους μὲν ἐπὶ τοῦ δεξιοῦ κέρως πρὸς τῷ ὄρει τῶν πεζῶν τό τε ἄγημα καὶ τοὺς ὑπασπιστάς, ὧν ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος, ἐχομένην δὲ τούτων τὴν Κοίνου τάξιν, ἐπὶ δὲ τούτοις τὴν Περδίκκου. οὗτοι μὲν ἔστε ἐπὶ τὸ μέσον τῶν ὁπλιτῶν ἀπὸ τοῦ δεξιοῦ ἀρξαμένῳ1 τεταγμένοι ἦσαν.
此前他的骑兵一直部署在步兵后方,但当部队进至开阔地带时,他便开始将全军布成战阵:首先在右翼依山之处,步兵方面部署了近卫大队和精锐盾兵,由帕梅尼翁之子尼卡诺尔指挥;紧邻他们的是科伊努斯的大队,其后是佩尔狄卡斯的大队。自右翼算起,这些部队一直排布到重装步兵的中部。
ἐπὶ δὲ τοῦ εὐωνύμου πρώτη μὲν ἡ Ἀμύντου τάξις ἦν, ἐπὶ δὲ ἡ Πτολεμαίου, ἐχομένη δὲ ταύτης ἡ Μελεάγρου. τοῦ δὲ εὐωνύμου τοῖς πεζοῖς μὲν Κρατερὸς ἐπετέτακτο ἄρχειν, τοῦ δὲ ξύμπαντος εὐωνύμου Παρμενίων ἡγεῖτο· καὶ παρήγγελτο αὐτῷ μὴ ἀπολείπειν τὴν θάλασσαν, ὡς μὴ κυκλωθεῖεν ἐκ τῶν βαρβάρων, ὅτι πάντῃ ὑπερφαλαγγήσειν αὐτῶν διὰ πλῆθος ἤμελλον.
在左翼,首先是阿明塔斯的大队,其次是托勒密的大队,紧邻其后的是梅列阿格的大队。左翼步兵受命归克拉特鲁斯指挥,而整个左翼则由帕梅尼翁统率;他接到命令切勿脱离海岸,以免遭异族人合围,因为敌人人数众多,势必处处形成包抄之势。
Δαρεῖος δὲ, ἐπειδὴ ἐξηγγέλθη αὐτῷ προσάγων ἤδη Ἀλέξανδρος ὡς ἐς μάχην, τῶν μὲν ἱππέων διαβιβάζει πέραν τοῦ ποταμοῦ τοῦ Πινάρου ἐς τρισμυρίους μάλιστα τὸν ἀριθμὸν καὶ μετὰ τούτων τῶν ψιλῶν ἐς δισμυρίους, ὅπως τὴν λοιπὴν δύναμιν καθʼ ἡσυχίαν συντάξειε.
至于大流士,当他获悉亚历山大已排成战斗队形挺进时,便将约三万骑兵连同约两万轻装部队调往皮纳鲁斯河对岸,以便能够从容地布列其余兵力。
καὶ πρώτους μὲν τοῦ ὁπλιτικοῦ τοὺς Ἕλληνας τοὺς μισθοφόρους ἔταξεν ἐς τρισμυρίους κατὰ τὴν φάλαγγα τῶν Μακεδόνων· ἐπὶ δὲ τούτοις τῶν Καρδάκ[κ]ων καλουμένων ἔνθεν καὶ ἔνθεν ἐς ἑξακισμυρίους· ὁπλῖται δὲ ἦσαν καὶ οὗτοι. τοσούτους γὰρ ἐπὶ φάλαγγος ἁπλῆς ἐδέχετο τὸ χωρίον, ἵνα ἐτάσσοντο.
在重装步兵中,他首先将约三万名希腊雇佣兵部署在正面,以抗击马其顿方阵;在雇佣兵两侧部署了约六万名所谓的卡尔达克兵——因为这些人也是重装步兵。他们所布列的地形在单一方阵展开时恰能容纳这等数目。
ἐπέταξε δὲ καὶ τῷ ὄρει τῷ ἐν ἀριστερᾷ σφῶν κατὰ τὸ Ἀλεξάνδρου δεξιὸν ἐς δισμυρίους· καὶ τούτων ἔστιν οἳ κατὰ νώτου ἐγένοντο τῆς Ἀλεξάνδρου στρατιᾶς. τὸ γὰρ ὄρος ἵνα ἐπετάχθησαν πῇ μὲν διεχώρει ἐς βάθος καὶ κολπῶδές τι αὐτοῦ ὥσπερ ἐν θαλάσσῃ ἐγίγνετο, ἔπειτα ἐς ἐπικαμπὴν προϊὸν τοὺς ἐπὶ ταῖς ὑπωρείαις τεταγμένους κατόπιν τοῦ δεξιοῦ κέρως τοῦ Ἀλεξάνδρου ἐποίει.2
他又在自己左侧的山地、即正对亚历山大右翼的位置,部署了约两万人;这些人中有部分甚至转到了亚历山大军的后背。因为他们所部署的山岭,某处向纵深凹进,形成宛如海中海湾一般的地形,随后向前弯曲延展,使部署在山麓处的部队处于亚历山大右翼的后方。
τὸ δὲ ἄλλο πλῆθος αὐτοῦ ψιλῶν τε καὶ ὁπλιτῶν, κατὰ ἔθνη συντεταγμένον ἐς βάθος οὐκ ὠφέλιμον, ὄπισθεν ἦν τῶν Ἑλλήνων τῶν μισθοφόρων καὶ τοῦ ἐπὶ φάλαγγος τεταγμένου βαρβαρικοῦ ἐλέγετο γὰρ ἡ πᾶσα ξὺν Δαρείῳ στρατιὰ μάλιστα ἐς ἑξήκοντα μυριάδας μαχίμους εἶναι.3
至于他其余由轻装兵和重装步兵组成的大量兵员,则按族群排列成毫无实战用处的极深厚度,位列希腊雇佣兵以及在方阵中布列的异族部队之后。因为据称随大流士出征的全部兵力多达约六十万战斗人员。
Ἀλέξανδρος δέ, ὡς αὐτῷ πρόσω ἰόντι τὸ χωρίον διέσχεν ὀλίγον ἐς πλάτος, παρήγαγε τοὺς ἱππέας, τούς τε ἑταίρους καλουμένους καὶ τοὺς Θεσσαλοὺς καὶ τοὺς Μακεδόνας. καὶ τούτους μὲν ἐπὶ τῷ δεξιῷ κέρᾳ ἅμα οἷ ἔταξε, τοὺς δὲ ἐκ Πελοποννήσου καὶ τὸ ἄλλο τὸ συμμαχικὸν ἐπὶ τὸ εὐώνυμον πέμπει ὡς Παρμενίωνα.
亚历山大随着前行而见地形向外稍稍延展放宽,便调遣骑兵出列——即所谓的同袍骑兵、帖撒利骑兵和马其顿骑兵。他将这些骑兵同自己一同部署在右翼,而将来自伯罗奔尼撒的骑兵以及其余同盟军骑兵派往左翼,交由帕梅尼翁统领。
Δαρεῖος δέ, ὡς συντεταγμένη ἤδη ἦν αὐτῷ ἡ φάλαγξ, τοὺς ἱππέας, οὕστινας πρὸ τοῦ ποταμοῦ ἐπὶ τῷδε προτετάχει ὅπως ἀσφαλῶς αὐτῷ ἡ ἔκταξις τῆς στρατιᾶς γένοιτο, ἀνεκάλεσεν ἀπὸ ξυνθήματος. καὶ τούτων τοὺς μὲν πολλοὺς ἐπὶ τῷ δεξιῷ κέρατι πρὸς τῇ θαλάσσῃ κατὰ Παρμενίωνα ἔταξεν, ὅτι ταύτῃ μᾶλλόν τι ἱππάσιμα ἦν, μέρος δέ τι αὐτῶν καὶ ἐπὶ τὸ εὐώνυμον πρὸς τὰ ὄρη παρήγαγεν.
大流士在自身的方阵布列就绪后,便发出暗号,召回了此前为掩护全军安全部署而派至河前的骑兵。他将其中大多数部署在面海的右翼正对帕梅尼翁之处,因为这里的地面较为适宜骑乘作战;另一部分则调至靠近山地的左翼。
ὡς δὲ ἀχρεῖοι ἐνταῦθα διὰ στενότητα τῶν χωρίων ἐφαίνοντο, καὶ τούτων τοὺς πολλοὺς παριππεῦσαι ἐπὶ τὸ δεξιὸν κέρας σφῶν ἐκέλευσεν. αὐτὸς δὲ Δαρεῖος τὸ μέσον τῆς πάσης τάξεως ἐπεῖχεν, καθάπερ νόμος τοῖς Περσῶν βασιλεῦσι τετάχθαι· καὶ τὸν νοῦν τῆς τάξεως ταύτης Ξενοφῶν ὁ τοῦ Γρύλου ἀναγέγραφεν.
然而,由于地形狭窄,他们在此处显属无用,大流士遂命其中大多数也策马转移至自身的右翼。大流士本人位居整个战阵的中央,正如波斯列王历来布阵的规矩那样;关于这种阵型的用意,格吕鲁斯之子色诺芬已有记载。
- 2.8.3ἀπὸ τοῦ δεξιοῦ ἀρξαμένῳ
表示基准或视角的与格(关系与格),带有泛指性质的未定主语分词短语,意为“从右翼算起”或“对于从右侧起始观察的人而言”。
- 2.8.7ἔπειτα ἐς ἐπικαμπὴν προϊὸν τοὺς ἐπὶ ταῖς ὑπωρείαις τεταγμένους κατόπιν τοῦ δεξιοῦ κέρως τοῦ Ἀλεξάνδρου ἐποίει
主语为承接前文的中性名词 τὸ ὄρος(山),由分词 προϊόν 修饰。动词 ἐποίει 意为“使成……状态”,带宾语 τοὺς ... τεταγμένους(部署在山麓之人)及方向补足成分 κατόπιν τοῦ δεξιοῦ κέρως(位于右翼之后)。
- 2.8.8ἐλέγετο γὰρ ἡ πᾶσα ξὺν Δαρείῳ στρατιὰ μάλιστα ἐς ἑξήκοντα μυριάδας μαχίμους εἶναι
被动语态动词 ἐλέγετο 的人称构式(主格配不定词构式)。句子的语法主语 ἡ πᾶσα στρατιά 直接作主语并与不定词 εἶναι 连用,而非使用非人称结构(如 ἐλέγετο ὅτι...)。
