← 阿利安

亚历山大远征记

§2.7.1-2.7.9

大流士绕后与亚历山大阵前激励将领

亚历山大确认大流士已绕至其后方攻占伊苏斯后,召集众将领发表鼓舞士气的演说,从军力素质、正义性、战后斩获以及色诺芬万人家园远征的先例进行动员。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.7.1

ὑπερβαλὼν δὴ τὸ ὄρος Δαρεῖος τὸ κατὰ τὰς πύλας τὰς Ἀμανικὰς καλουμένας ὡς ἐπὶ Ἰσσὸν προῆγε· καὶ ἐγένετο κατόπιν Ἀλεξάνδρου λαθών. τὴν δὲ Ἰσσὸν κατασχών, ὅσους διὰ νόσον ὑπολελειμμένους αὐτοῦ τῶν Μακεδόνων κατέλαβε, τούτους χαλεπῶς αἰκισάμενος ἀπέκτεινεν· ἐς δὲ τὴν ὑστεραίαν προὐχώρει ἐπὶ τὸν ποταμὸν τὸν Πίναρον.

大流士越过所谓阿马努斯关隘附近的山脉,向伊苏斯挺进;在未被察觉的情况下,他来到了亚历山大的后方。攻占伊苏斯后,他俘获了因病留在那里的马其顿伤病员,在残忍地拷打他们之后予以处决;次日,他又向皮纳鲁斯河推进。

§2.7.2

καὶ Ἀλέξανδρος ὡς ἤκουσεν ἐν τῷ ὄπισθεν αὑτοῦ ὄντα Δαρεῖον, ἐπεὶ οὐ πιστὸς αὐτῷ ὁ λόγος ἐφαίνετο, ἀναβιβάσας εἰς τριακόντορον τῶν ἑταίρων τινὰς ἀποπέμπει ὀπίσω ἐπὶ Ἰσσόν, κατασκεψομένους εἰ τὰ ὄντα ἐξαγγέλλεται. οἱ δὲ ἀναπλεύσαντες τῇ τριακοντόρῳ, ὅτι κολπώδης ἦν ἡ ταύτῃ θάλασσα, μᾶλλόν τι εὐπετῶς κατέμαθον αὐτοῦ στρατοπεδεύοντας τοὺς Πέρσας· καὶ ἀπαγγέλλουσιν Ἀλεξάνδρῳ ἐν χερσὶν εἶναι Δαρεῖον.

当亚历山大得知大流士已在其背后时,因这一消息在他看来难以置信,他便命若干同袍军官登上一艘三十桨战船,派他们返回伊苏斯侦察实情。乘坐三十桨船沿海航行的人,由于这一带的海岸深入成湾,因而较为容易地看清了波斯人正驻营于彼处;他们便向亚历山大报告,大流士已近在眼前。

§2.7.3

ὁ δὲ συγκαλέσας στρατηγούς τε καὶ ἰλάρχας καὶ τῶν ξυμμάχων τοὺς ἡγεμόνας παρεκάλει θαρρεῖν μὲν ἐκ τῶν ἤδη σφίσι καλῶς κεκινδυνευμένων καὶ ὅτι πρὸς νενικημένους ὁ ἀγὼν νενικηκόσιν αὐτοῖς ἔσται1 καὶ ὅτι ὁ θεὸς ὑπὲρ σφῶν στρατηγεῖ ἄμεινον, ἐπὶ νοῦν Δαρείῳ ἀγαγὼν καθεῖρξαι τὴν δύναμιν ἐκ τῆς εὐρυχωρίας ἐς τὰ στενόπορα, ἵνα σφίσι μὲν ξύμμετρον τὸ χωρίον ἀναπτύξαι τὴν φάλαγγα, τοῖς δὲ ἀχρεῖον τὸ πλῆθος [ὅτι] ἔσται τῇ μάχῃ, οὔτε τὰ σώματα οὔτε τὰς γνώμας παραπλησίοις.2

于是他召集各将领、骑兵营长以及同盟军统领,激励他们保持信心,理由是他们此前已经历尽艰险且胜果斐然,如今这场较量也是他们这群胜者去抗击败者,更因为神在为他们做出了更好的统帅部署:神将念头注入大流士心中,使他将大军从开阔平原幽闭进狭隘隘道之中。这片地域对于他们展开方阵恰到好处,而对于敌人而言,其庞大的兵力在战斗中将毫无用处,因为他们在体格和意志上都无法与己方相比。

§2.7.4

Μακεδόνας τε γὰρ Πέρσαις καὶ Μήδοις, ἐκ πάνυ πολλοῦ τρυφῶσιν, αὐτοὺς ἐν τοῖς πόνοις τοῖς πολεμικοῖς πάλαι ἤδη μετὰ κινδύνων ἀσκουμένους, ἄλλως τε καὶ δούλοις ἀνθρώποις ἐλευθέρους, εἰς χεῖρας ἥξειν· ὅσοι τε Ἕλληνες Ἕλλησιν, οὐχ ὑπὲρ τῶν αὐτῶν μαχεῖσθαι, ἀλλὰ τοὺς μὲν ξὺν Δαρείῳ ἐπὶ μισθῷ καὶ οὐδὲ τούτῳ πολλῷ κινδυνεύοντας, τοὺς δὲ ξὺν σφίσιν ὑπὲρ τῆς Ἑλλάδος ἑκόντας ἀμυνομένους· βαρβάρων τε αὖ Θρᾷκας καὶ Παίονας καὶ Ἰλλυριοὺς καὶ Ἀγριᾶνας τοὺς εὐρωστοτάτους τε τῶν κατὰ τὴν Εὐρώπην καὶ μαχιμωτάτους πρὸς τὰ ἀπονώτατά τε καὶ μαλακώτατα τῆς Ἀσίας γένη ἀντιτάξεσθαι· ἐπὶ δὲ Ἀλέξανδρον ἀντιστρατηγεῖν Δαρείῳ.

因为,马其顿人是将与波斯人和米底人交锋——后者极长期以来一直沉溺于骄奢,而前者早已在战争的辛劳与危险中磨砺自身,尤为重要的是,这是自由人与奴隶之身的较量;至于双方阵营中的希腊人交战,也绝非为同样的目标而战,大流士一方的希腊人是为了酬劳——且并不丰厚——而冒生命之险,而己方阵营的希腊人则是为了全希腊自愿挺身抗敌;在非希腊人方面,欧洲最强壮、最善战的色雷斯人、培奥尼亚人、伊利里亚人和阿格里安人,将对阵亚洲最怠惰、最柔弱的部族;而最重要的,乃是由亚历山大作为统帅与大流士对抗。

§2.7.6

ταῦτα μὲν οὖν ἐς πλεονεξίαν τοῦ ἀγῶνος ἐπεξῄει. τὰ δὲ ἆθλα ὅτι μεγάλα ἔσται σφίσι τοῦ κινδύνου ἐπεδείκνυεν. οὐ γὰρ τοὺς σατράπας τοὺς Δαρείου ἐν τῷ τότε κρατήσειν, οὐδὲ τὴν ἵππον τὴν ἐπὶ Γρανίκῳ ταχθεῖσαν, οὐδὲ τοὺς δισμυρίους ξένους τοὺς μισθοφόρους, ἀλλὰ Περσῶν τε ὅ τι περ ὄφελος καὶ Μήδων καὶ ὅσα ἄλλα ἔθνη Πέρσαις καὶ Μήδοις ὑπήκοα ἐποικεῖ τὴν Ἀσίαν καὶ αὐτὸν μέγαν βασιλέα παρόντα, καὶ ὡς οὐδὲν ὑπολειφθήσεταί σφισιν ἐπὶ τῷδε τῷ ἀγῶνι ὅτι μὴ κρατεῖν τῆς Ἀσίας ξυμπάσης3 καὶ πέρας τοῖς πολλοῖς πόνοις ἐπιθεῖναι.

于是,他就这场战斗中的种种优势作了详尽阐述。他还指出,这场冒险为他们带来的战利品将是何等巨大。因为此时他们所要击败的,不再是大流士的各总督,不再是在格拉尼库斯河布防的骑兵,也不再是那两万雇佣军,而是波斯人和米底人中最精锐的力量,以及臣属于波斯与米底、居住于亚洲的各族人民,乃至亲自督战的大王本人;在这一战之后,除了统治整个亚洲、为多年的艰辛画上句号之外,再没有任何事情留待他们去完成。

§2.7.7

ἐπὶ τούτοις δὲ τῶν τε ἐς τὸ κοινὸν ξὺν λαμπρότητι ἤδη πεπραγμένων ὑπεμίμνησκεν καὶ εἰ δή τῳ ἰδίᾳ τι διαπρεπὲς ἐς κάλλος τετολμημένον, ὀνομαστὶ ἕκαστον ἐπὶ τῷ ἔργῳ ἀνακαλῶν. καὶ τὸ αὑτοῦ οὐκ ἀκίνδυνον ἐν ταῖς μάχαις ὡς ἀνεπαχθέστατα ἐπεξῄει.

除此以外,他还唤起他们对以往共同立下的辉煌功勋的记忆;若有人在个人行动中展现出超群的英勇壮举,他便结合其功绩指名道姓地予以赞颂。而对于自己在战场中所经历的危险,他也以最不招致厌烦的方式娓娓道来。

§2.7.8

λέγεται δὲ καὶ Ξενοφῶντος καὶ τῶν ἅμα Ξενοφῶντι μυρίων ἐς μνήμην ἐλθεῖν, ὡς οὐδέν τι οὔτε κατὰ πλῆθος οὔτε κατὰ τὴν ἄλλην ἀξίωσιν σφίσιν ἐπεοικότες,4 οὐδὲ ἱππέων αὐτοῖς παρόντων Θεσσαλῶν, οὐδὲ Βοιωτῶν ἢ Πελοποννησίων, οὐδὲ Μακεδόνων ἢ Θρᾳκῶν, οὐδὲ ὅση ἄλλη σφίσιν ἵππος ξυντέτακται, οὐδὲ τοξοτῶν ἢ σφενδονητῶν, ὅτι μὴ Κρητῶν ἢ Ῥοδίων ὀλίγων, καὶ τούτων ἐν τῷ κινδύνῳ ὑπὸ Ξενοφῶντος αὐτοσχεδιασθέντων, οἱ δὲ βασιλέα τε ξὺν πάσῃ τῇ δυνάμει πρὸς Βαβυλῶνι αὐτῇ ἐτρέψαντο καὶ ἔθνη ὅσα κατιόντων ἐς τὸν Εὔξεινον πόντον καθʼ ὁδόν σφισιν ἐπεγένετο νικῶντες ἐπῆλθον· ὅσα τε ἄλλα ἐν τῷ τοιῷδε πρὸ τῶν κινδύνων ἐς παράκλησιν ἀνδράσιν ἀγαθοῖς ἐξ ἀγαθοῦ ἡγεμόνος παραινεῖσθαι εἰκός. οἱ δὲ ἄλλος ἄλλοθεν δεξιούμενοί τε τὸν βασιλέα καὶ τῷ λόγῳ ἐπαίροντες ἄγειν ἤδη ἐκέλευον.

据说,他还提到了色诺芬以及随色诺芬同行的万人军,指出他们在兵力或其余声威上都绝不可与己方同日而语——他们既无帖撒利骑兵随行,亦无维奥蒂亚、伯罗奔尼撒、马其顿或色雷斯骑兵,也没有己方军队中编配的众多骑兵,除少数克里特人和罗得人外毫无弓弩手与投石兵,且这些还是色诺芬在危急关头临时组建的;然而,他们却在巴比伦城下击溃了率领全军的大王,并在下撤至优克辛海的沿途击败了所遭遇的一切部族。此外,凡是在这种时刻、在危险来临之前一位优秀的领袖应当向勇士们提出的一切劝勉,他都倾囊相告。众将领纷纷向大王致敬,用言语称颂他,促请他立即领兵进发。

语法注4 条
  1. 2.7.3πρὸς νενικημένους ὁ ἀγὼν νενικηκόσιν αὐτοῖς ἔσται

    νενικηκόσιν αὐτοῖς 是与主语 ὁ ἀγὼν 及动词 ἔσται 连用的领属/利益与格(“对身为胜者的他们而言,这场战斗将是……”)。它与介词短语 πρὸς νενικημένους(“针对已被击败者”)并列,通过完成时分词鲜明地对比了“胜利者”与“失败者”的心理与士气态势。

  2. 2.7.3οὔτε τὰ σώματα οὔτε τὰς γνώμας παραπλησίοις

    παραπλησίοις 为与格复数阳性,修饰前面 τοῖς 所指代的波斯军士兵。τὰ σώματα 与 τὰς γνώμας 为限制宾格(“在肉体与精神上皆不能相比”)。

  3. 2.7.6ὅτι μὴ κρατεῖν τῆς Ἀσίας ξυμπάσης

    ὅτι μή 紧承否定词 οὐδέν,构成“除了……之外”的固定习语,在此处引出不定式短语 κρατεῖν τῆς Ἀσίας ξυμπάσης(“除了统领全亚洲之外”)。

  4. 2.7.8λέγεται δὲ καὶ Ξενοφῶντος καὶ τῶν ἅμα Ξενοφῶντι μυρίων ἐς μνήμην ἐλθεῖν, ὡς οὐδέν τι οὔτε κατὰ πλῆθος οὔτε κατὰ τὴν ἄλλην ἀξίωσιν σφίσιν ἐπεοικότες

    此处出现破格语法(句法中断/anacoluthon)。前文以间接引语(λέγεται... ἐλθεῖν)配合说明从句及主格分词(ὡς... ἐπεοικότες)展开,但句式并未按常规从属结构收尾,而是在后句直接转换为主格并列独立句 οἱ δὲ βασιλέα τε... ἐτρέψαντο,从而有力地突出了万人军反败为胜的伟绩。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.7.1-2.7.9