← 阿利安

亚历山大远征记

§2.6.1-2.6.7

索科伊的大流士与亚历山大的进军

大流士率庞大军力在索科伊开阔平原静候敌军,亚历山大决意进发却因暴风雨暂困营中;大流士受阿谀奉承者误导,误判亚历山大因胆怯而不敢前进,遂决意放弃原本有利的地势。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.6.1

ἔτι δὲ ἐν Μαλλῷ ὄντι αὐτῷ ἀγγέλλεται Δαρεῖον ἐν Σώχοις ξὺν τῇ πάσῃ δυνάμει στρατοπεδεύειν. ὁ δὲ χῶρος οὗτός ἐστι μὲν τῆς Ἀσσυρίας γῆς, ἀπέχει δὲ τῶν πυλῶν τῶν Ἀσσυρίων ἐς δύο μάλιστα σταθμούς. ἔνθα δὴ ξυναγαγὼν τοὺς ἑταίρους φράζει αὐτοῖς τὰ ἐξηγγελμένα ὑπὲρ Δαρείου τε καὶ τῆς στρατιᾶς τῆς Δαρείου. οἱ δὲ αὐτόθεν ὡς εἶχεν1 ἄγειν ἐκέλευον.

当他仍在马鲁斯时,有人向他报告大流士正率全军驻扎在索科伊。此地位于亚述境内,距亚述门约有两天的路程。于是,他召集同袍军官们,向他们通报了关于大流士及其军队的汇报。众人请求他按照眼前的态势立即进发。

§2.6.2

ὁ δὲ τότε μὲν ἐπαινέσας αὐτοὺς διέλυσε τὸν ξύλλογον, τῇ δὲ ὑστεραίᾳ προ[ς]ῆγεν ὡς ἐπὶ Δαρεῖόν τε καὶ τοὺς Πέρσας. δευτεραῖος δὲ ὑπερβαλὼν τὰς πύλας ἐστρατοπέδευσε πρὸς Μυριάνδρῳ πόλει· καὶ τῆς νυκτὸς χειμὼν ἐπιγίγνεται σκληρὸς καὶ ὕδωρ τε ἐξ οὐρανοῦ καὶ πνεῦμα βίαιον· τοῦτο κατέσχεν ἐν τῷ στρατοπέδῳ Ἀλέξανδρον.

当时,他赞扬了众人便解散了集会,次日便率军向大流士及波斯军推进。他在第二天越过关隘,驻营于米里安德鲁斯城附近;入夜后突降严酷的暴风雨,暴雨倾盆,狂风大作;这使得亚历山大滞留于营地之中。

§2.6.3

Δαρεῖος δὲ τέως μὲν ξὺν τῇ στρατιᾷ διέτριβεν, ἐπιλεξάμενος τῆς Ἀσσυρίας γῆς πεδίον πάντῃ ἀναπεπταμένον καὶ τῷ τε πλήθει τῆς στρατιᾶς ἐπιτήδειον καὶ ἐνιππάσασθαι τῇ ἵππῳ ξύμφορον. καὶ τοῦτο τὸ χωρίον ξυνεβούλευεν αὐτῷ μὴ ἀπολείπειν Ἀμύντας ὁ Ἀντιόχου, ὁ παρὰ Ἀλεξάνδρου αὐτόμολος· εἶναι γὰρ τὴν εὐρυχωρίαν πρὸς τοῦ πλήθους τε καὶ τῆς σκευῆς τῶν Περσῶν.2 καὶ ἔμενε Δαρεῖος.

大流士此前一直率军驻扎在原地,并在亚述境内挑选了一片四面开阔的平原,既适合大军的庞大人数,又利于骑兵驰骋驰击。从亚历山大阵营投奔而来的安提阿之子阿明塔斯也建议他切勿离开此地,因为开阔的地域对波斯军的人数与装备而言极为有利。大流士因此按兵不动。

§2.6.4

ὡς δὲ ἀλεξάνδρῳ πολλὴ μὲν [ἡ] ἐν Ταρσῷ τριβὴ ἐπὶ τῇ νόσῳ ἐγίνετο, οὐκ ὀλίγη δὲ ἐν Σόλοις, ἵνα ἔθυέ τε καὶ ἐπόμπευε, καὶ ἐπὶ τοὺς ὀρεινοὺς Κίλικας διέτριψεν ἐξελάσας, τοῦτο ἔσφηλεν Δαρεῖον τῆς γνώμης·3 καὶ αὐτός τε, ὅ τί περ ἥδιστον ἦν δοξασθέν, ἐς τοῦτο οὐκ ἀκουσίως ὑπήχθη καὶ ὑπὸ τῶν καθʼ ἡδονὴν ξυνόντων τε καὶ ξυνεσομένων ἐπὶ κακῷ τοῖς ἀεὶ βασιλεύουσιν ἐπαιρόμενος ἔγνω μηκέτι Ἀλέξανδρον ἐθέλειν προϊέναι τοῦ πρόσω,4 ἀλλʼ ὀκνεῖν γὰρ πυνθανόμενον ὅτι αὐτὸς προσάγοι·

然而,由于亚历山大因病在塔尔苏斯耗费了大量时间,在索利献祭和巡游又耽搁了不少时日,加之出兵平定山地基利家人亦耗时甚久,这一切误导了大流士的判断。他本人并非不情愿地被最合心意的想法所引诱,并受到那些迎合他喜好的近臣们的鼓动——这类人无论现在还是将来都只会在君王身边招致祸害——他认定亚历山大已不愿再向前挺进,而在得知大流士亲自逼近后心生退缩。

§2.6.5

καταπατήσειν τε τῇ ἵππῳ τῶν Μακεδόνων τὴν στρατιὰν ἄλλος ἄλλοθεν αὐτῷ ἐπαίροντες ἔλεγον· καίτοι γε Ἀμύντας ἥξειν τε Ἀλέξανδρον ἰσχυρίζετο, ὅπου ἂν πύθηται Δαρεῖον ὄντα, καὶ αὐτοῦ προσμένειν ἐκέλευεν. ἀλλὰ τὰ χείρω μᾶλλον, ὅτι καὶ ἐν τῷ παραυτίκα ἡδίω ἀκοῦσαι ἦν, ἔπειθε· καί τι καὶ δαιμόνιον τυχὸν ἦγεν αὐτὸν εἰς ἐκεῖνον τὸν χῶρον, οὗ μήτε ἐκ τῆς ἵππου πολλὴ ὠφέλεια αὐτῷ ἐγένετο, μήτε ἐκ τοῦ πλήθους αὐτοῦ τῶν τε ἀνθρώπων καὶ τῶν ἀκοντίων τε καὶ τοξευμάτων, μηδὲ τὴν λαμπρότητα αὐτὴν τῆς στρατιᾶς ἐπιδεῖξαι ἠδυνήθη, ἀλλὰ Ἀλεξάνδρῳ τε καὶ τοῖς ἀμφʼ αὐτὸν εὐμαρῶς τὴν νίκην παρέδωκεν.

四下里逢迎他的人纷纷声称,他们将用骑兵踏平马其顿军队;尽管阿明塔斯极力坚称,只要亚历山大探知大流士在何处,就必定会赶来,并再三劝他原地等待。然而较坏的计策更具说服力,因为它在眼下听来更为中听。或许亦有某种神明之力将他引向了那个地方,在那里,无论是骑兵还是人员、标枪与弓箭的庞大数目,都未能给他带来多少助益,他甚至未能展现出军队那宏伟的气势本身,反倒将胜利轻易拱手让给了亚历山大及其部属。

§2.6.7

ἐχρῆν γὰρ ἤδη καὶ Πέρσας πρὸς Μακεδόνων ἀφαιρεθῆναι τῆς Περσῶν ἀφῃρέθησαν, πρὸς Μήδων δὲ ἔτι ἔμπροσθεν Ἀσσύριοι.

因为波斯人被马其顿人剥夺统治权的时机已经成熟,正如米底人被波斯人剥夺、更早前亚述人被米底人剥夺一样。

语法注4 条
  1. 2.6.1αὐτόθεν ὡς εἶχεν

    由 αὐτόθεν(当场、立即)与 ὡς εἶχεν(按原本状态、维持现状)结合而成的惯用短语,表示无须另作重组或整备,“依照现状立即出兵进发”。

  2. 2.6.3εἶναι γὰρ τὴν εὐρυχωρίαν πρὸς τοῦ πλήθους τε καὶ τῆς σκευῆς τῶν Περσῶν

    由解释性的 γάρ 引导、承接前文劝告动词 ξυνεβούλευεν 的间接引语不定式结构。介词短语 πρὸς + 属格在此处表达“对……有利”、“偏向于……”之意。

  3. 2.6.4τοῦτο ἔσφηλεν Δαρεῖον τῆς γνώμης

    动词 σφάλλω(使绊跌、使偏离)支配宾格宾语(Δαρεῖον)与分离属格(τῆς γνώμης),意为“此事使大流士偏离了原本的判断/误导了大流士的决断”。

  4. 2.6.4μηκέτι Ἀλέξανδρον ἐθέλειν προϊέναι τοῦ πρόσω

    由 ἔγνω(断定、判定)统领的宾格不定式结构。否定词 μηκέτι 表达大流士主观判断的内容;τοῦ πρόσω 是部分属格或副词性属格,意为“向更前方、进一步”。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.6.1-2.6.7