← 阿利安

亚历山大远征记

§2.5.1-2.5.9

平定索利与经略基利家各地

亚历山大派遣帕耳墨尼翁把守阿曼努斯关隘后,途经安基阿卢斯并惩治了索利,随后扫平了山区基利家人。在得知部将于卡里亚告捷后,他在索利举办赛会并恢复其民主政体,继而经玛伽尔苏斯进抵马鲁斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.5.1

ἄλλας πύλας, αἳ δὴ ὁρίζουσι τὴν Κιλίκων τε καὶ Ἀσσυρίων χώραν, προκαταλαβεῖν καὶ φυλάσσειν τὴν πάροδον, δοὺς αὐτῷ τῶν τε ξυμμάχων τοὺς πεζοὺς καὶ τοὺς Ἕλληνας τοὺς μισθοφόρους καὶ τοὺς Θρᾷκας, ὧν Σιτάλκης ἡγεῖτο, καὶ τοὺς ἱππέας δὲ τοὺς Θεσσαλούς.

另一座关隘——正是界定基利家人与亚述人领土的那座——以便预先占领并把守该通道,同时拨给他盟军步兵、希腊雇佣兵、西塔尔克斯率领的色雷斯人以及色萨利骑兵。

§2.5.2

αὐτὸς δὲ ὕστερος ἄρας ἐκ Ταρσοῦ τῇ μὲν πρώτῃ ἐς Ἀγχίαλον πόλιν ἀφικνεῖται. ταύτην δὲ Σαρδανάπαλον κτίσαι τὸν Ἀσσύριον λόγος· καὶ τῷ περιβόλῳ δὲ καὶ τοῖς θεμελίοις τῶν τειχῶν δήλη ἐστὶ μεγάλη τε πόλις κτισθεῖσα καὶ ἐπὶ μέγα ἐλθοῦσα δυνάμεως.1

他本人随后从塔尔苏斯出发,第一天抵达安基阿卢斯城。相传此城由亚述人萨耳达那帕卢斯所建;无论从城墙的周长还是基石来看,都显然曾作为一座大城而建且达到极盛的国力。

§2.5.3

καὶ τὸ μνῆμα τοῦ Σαρδαναπάλου ἐγγὺς ἦν τῶν τειχῶν τῆς Ἀγχιάλου· καὶ αὐτὸς ἐφειστήκει ἐπʼ αὐτῷ Σαρδανάπαλος συμβεβληκὼς τὰς χεῖρας ἀλλήλαις ὡς μάλιστα ἐς κρότον συμβάλλονται, καὶ ἐπίγραμμα ἐπεγέγραπτο αὐτῷ Ἀσσύρια γράμματα·

萨耳达那帕卢斯的陵墓就在安基阿卢斯城墙附近;在陵墓之上立着萨耳达那帕卢斯本人,双手合击,极似人们鼓掌时的姿态,上面还刻有用亚述文字书写的铭文。

§2.5.4

οἱ μὲν Ἀσσύριοι καὶ μέτρον ἔφασκον ἐπεῖναι τῷ ἐπιγράμματι, ὁ δὲ νοῦς ἦν αὐτῷ ὃν ἔφραζε τὰ ἔπη, ὅτι Σαρδανάπαλος ὁ Ἀνακυνδαράξου παῖς Ἀγχίαλον καὶ Ταρσὸν ἐν ἡμέρᾳ μιᾷ ἐδείματο. σὺ δέ, ὦ ξένε, ἔσθιε καὶ πῖνε καὶ παῖζε, ὡς τἆλλα τὰ ἀνθρώπινα οὐκ ὄντα τούτου ἄξια· τὸν ψόφον αἰνισσόμενος,2 ὅνπερ αἱ χεῖρες ἐπὶ τῷ κρότῳ ποιοῦσι· καὶ τὸ παῖζε ῥᾳδιουργότερον ἐγγεγράφθαι ἔφασαν τῷ Ἀσσυρίῳ ὀνόματι. ἐκ δὲ τῆς Ἀγχιάλου ἐς Σόλους ἀφίκετο· καὶ φρουρὰν ἐσήγαγεν ἐς Σόλους καὶ ἐπέβαλεν αὐτοῖς τάλαντα διακόσια ἀργυρίου ζημίαν, ὅτι πρὸς τοὺς Πέρσας μᾶλλόν τι τὸν νοῦν εἶχον.

亚述人声称该铭文甚至具有格律,而这些诗句所表达的意思是:“阿纳昆达拉克斯之子萨耳达那帕卢斯于一日之内建成了安基阿卢斯与塔尔苏斯。然而你,异乡人啊,只管吃、喝、嬉戏吧,因为人类的其他事务皆不值此”——这是在暗指双手拍击时发出的响声;据说“嬉戏”一词在亚述语原文中用的是更为放荡的字眼。离开安基阿卢斯后,他抵达了索利;他在索利派驻了一支守军,并向他们处以二百塔兰同白银的罚金,因为他们的心思较为倾向于波斯人。

§2.5.6

ἔνθεν δὲ ἀναλαβὼν τῶν μὲν πεζῶν τῶν Μακεδόνων τρεῖς τάξεις, τοὺς τοξότας δὲ πάντας καὶ τοὺς Ἀγριᾶνας ἐξελαύνει ἐπὶ τοὺς τὰ ὄρη κατέχοντας Κίλικας. καὶ ἐν ἑπτὰ ταῖς πάσαις ἡμέραις τοὺς μὲν βίᾳ ἐξελών, τοὺς δὲ ὁμολογίᾳ παραστησάμενος ἐπανῆκεν ἐς τοὺς Σόλους.

随后他从那里率领马其顿步兵的三个大队、所有的弓箭手以及阿格里安人,向占据山区的基利家人发起进剿。在总共七天之内,有的予以强攻攻取,有的则通过协定迫其归降,随后返回了索利。

§2.5.7

καὶ ἐνταῦθα μανθάνει Πτολεμαῖον καὶ Ἄσανδρον ὅτι ἐκράτησαν3 Ὀροντοβάτου τοῦ Πέρσου, ὃς τήν τε ἄκραν τῆς Ἁλικαρνασσοῦ ἐφύλασσε καὶ Μύνδον καὶ Καῦνον καὶ Θήραν καὶ Καλλίπολιν κατεῖχε· προσῆκτο δὲ καὶ Κῶ καὶ Τριόπιον. τοῦτον ἡττῆσθαι ἔγραφον μάχῃ μεγάλῃ· καὶ ἀποθανεῖν μὲν τῶν ἀμφʼ αὐτὸν πεζοὺς ἐς ἑπτακοσίους καὶ ἱππέας ἐς πεντήκοντα, ἁλῶναι δὲ οὐκ ἐλάττους τῶν χιλίων.

在那里,他得知托勒密和阿桑德罗斯击败了波斯人奥隆托巴特斯;此人当时把守着哈利卡尔那索斯的卫城,占据着明多斯、考努斯、锡拉与卡利波利斯,并将科斯和特里奥皮翁也收归麾下。他们发来书信报告说,此人在一场大战中惨遭溃败,其部属中阵亡步兵约七百人、骑兵约五十人,被俘者不少于一千人。

§2.5.8

Ἀλέξανδρος δὲ ἐν Σόλοις θύσας τε τῷ Ἀσκληπιῷ καὶ πομπεύσας αὐτός τε καὶ ἡ στρατιὰ πᾶσα καὶ λαμπάδα ἐπιτελέσας καὶ ἀγῶνα διαθεὶς γυμνικὸν καὶ μουσικὸν Σολεῦσι μὲν δημοκρατεῖσθαι ἔδωκεν· αὐτὸς δὲ ἀναζεύξας ἐς Ταρσὸν τοὺς μὲν ἱππέας ἀπέστειλεν Φιλώτᾳ δοὺς ἄγειν διὰ τοῦ Ἀλη[ν]ίου πεδίου ἐπὶ τὸν ποταμὸν τὸν Πύραμον, αὐτὸς δὲ σὺν τοῖς πεζοῖς καὶ τῇ ἴλῃ τῇ βασιλικῇ ἐς Μάγαρσον ἧκεν καὶ τῇ Ἀθηνᾷ τῇ Μαγαρσίδι ἔθυσεν. ἔνθεν δὲ ἐς Μαλλὸν ἀφίκετο καὶ Ἀμφιλόχῳ ὅσα ἥρωι ἐνήγισε· καὶ στασιάζοντας καταλαβὼν τὴν στάσιν αὐτοῖς κατέπαυσε· καὶ τοὺς φόρους, οὓς βασιλεῖ Δαρείῳ ἀπέφερον, ἀνῆκεν, ὅτι Ἀργείων μὲν Μαλλωταὶ ἄποικοι ἦσαν, αὐτὸς δὲ ἀπʼ Ἄργους τῶν Ἡρακλειδῶν εἶναι ἠξίου.

亚历山大在索利向阿斯克勒庇俄斯献祭,他本人与全军一同举行游行,举办火炬赛跑,并安排了体育与文艺竞技,随后准予索利人实行民主政体。他本人拔营向塔尔苏斯进发,将骑兵交由菲罗塔斯率领,命其穿过阿莱昂平原向皮拉穆斯河进发;他自己则率领步兵和近卫骑兵连前往玛伽尔苏斯,向玛伽尔苏斯的雅典娜献祭。随后他抵达马鲁斯,向安菲罗科斯献上了英雄规格的祭礼;发现城中居民陷于内讧,他便平息了他们的纷争;并且免除了他们原本向大流士王缴纳的贡赋,因为马鲁斯人是阿尔戈斯人的殖民后裔,而他自己亦自命为来自阿尔戈斯的赫拉克勒斯后裔。

语法注3 条
  1. 2.5.2δήλη ἐστὶ μεγάλη τε πόλις κτισθεῖσα καὶ ἐπὶ μέγα ἐλθοῦσα δυνάμεως

    此句为 δῆλός ἐστι 接表语分词(κτισθεῖσα, ἐλθοῦσα)的标准人称句构(personal construction),语义上相当于无人称句“显而易见该城曾作为大城而建并达到极盛的国力”。主语承前文指安基阿卢斯城。

  2. 2.5.4ὡς τἆλλα τὰ ἀνθρώπινα οὐκ ὄντα τούτου ἄξια· τὸν ψόφον αἰνισσόμενος

    ὡς 接对格分词(ὄντα)表示主观理由(“鉴于人类其余事务皆不值此”)。指示代词 τούτου 代指下文由男性主格分词句 τὸν ψόφον αἰνισσόμενος(语法上修饰萨耳达那帕卢斯)所指明的“拍击发出的响声”。

  3. 2.5.7μανθάνει Πτολεμαῖον καὶ Ἄσανδρον ὅτι ἐκράτησαν

    先取结构(prolepsis),从属 ὅτι 句的逻辑主语(托勒密与阿桑德罗斯)被前置为主句动词 μανθάνει 的对格直接宾语。

翻译:Gemini 3.8 Flash(2026-11-29 发布)・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.5.1-2.5.9