- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.4.1-2.4.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大征服卡帕多西亚后突破基利家之门,使塔尔苏斯免遭溃逃总督阿尔萨墨斯的破坏;随后他在城中突发重病,但通过坦然饮下阿卡纳尼亚医生腓力的药剂并递交告密信,展现了对友人的完全信任并得以痊愈。
αὐτὸς δὲ τῇ ὑστεραίᾳ ἐπʼ Ἀγκύρας τῆς Γαλατικῆς ἐστέλλετο· κἀκεῖ αὐτῷ πρεσβεία ἀφικνεῖται Παφλαγόνων, τό τε ἔθνος ἐνδιδόντων καὶ ἐς ὁμολογίαν ξυμβαινόντων· ἐς δὲ τὴν χώραν ξὺν τῇ δυνάμει μὴ ἐσβαλεῖν ἐδέοντο.
次日,他本人向加拉太的安基拉进发;在那里,帕夫拉戈尼亚人的使团前来觐见,表示愿意臣服其族群并缔结和约;但他们恳求他不要率军进入他们的领土。
τούτοις μὲν δὴ προστάσσει Ἀλέξανδρος ὑπακούειν Κάλᾳ τῷ σατράπῃ τῷ Φρυγίας. αὐτὸς δὲ ἐπὶ Καππαδοκίας ἐλάσας ξύμπασαν τὴν ἐντὸς Ἅλυος ποταμοῦ προσηγάγετο καὶ ἔτι ὑπὲρ τὸν Ἅλυν πολλήν· καταστήσας δὲ Καππαδοκῶν Σαβίκταν σατράπην αὐτὸς προῆγεν ἐπὶ τὰς πύλας τὰς Κιλικίας.
亚历山大遂命令这些人服从弗里吉亚总督卡拉斯的管辖。他本人进军卡帕多西亚,征服了哈律斯河以内的全部土地,以及哈律斯河以外的许多地方;在任命萨比克塔斯为卡帕多西亚总督之后,他亲自向基利家之门进发。
καὶ ἀφικόμενος ἐπὶ τὸ Κύρου τοῦ ξὺν Ξενοφῶντι στρατόπεδον, ὡς κατεχομένας τὰς πύλας φυλακαῖς ἰσχυραῖς εἶδε, Παρμενίωνα μὲν αὐτοῦ καταλείπει σὺν ταῖς τάξεσι τῶν πεζῶν, ὅσοι βαρύτερον ὡπλισμένοι ἦσαν. αὐτὸς δὲ ἀμφὶ πρώτην φυλακὴν ἀναλαβὼν τούς τε ὑπασπιστὰς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας προῆγε τῆς νυκτὸς ἐπὶ τὰς πύλας, ὡς οὐ προσδεχομένοις τοῖς φύλαξιν ἐπιπεσεῖν.
到达曾与色诺芬同行的居鲁士的营地后,当他看到关隘由重兵把守时,便将帕耳墨尼翁与装备较重的步兵大队留在原地。他本人在初更时分带领持盾卫队、弓箭手和阿格里安人,在夜间向关隘推进,企图在守军猝不及防时发起突袭。
καὶ προσάγων μὲν οὐκ ἔλαθεν, ἐς ἴσον δὲ αὐτῷ κατέστη ἡ τόλμα.1 οἱ γὰρ φύλακες αἰσθόμενοι Ἀλέξανδρον αὐτὸν προσάγοντα λιπόντες τὴν φυλακὴν ᾤχοντο φεύγοντες. τῇ δὲ ὑστεραίᾳ ἅμα τῇ ἕῳ ξὺν τῇ δυνάμει πάσῃ ὑπερβαλὼν τὰς πύλας κατέβαινεν ἐς τὴν Κιλικίαν.
虽然他的逼近未能隐蔽进行,但他的果敢行动却取得了同样的效果。因为守军察觉到是亚历山大亲自进逼,便弃守岗位仓皇逃窜。次日拂晓,他率领全军越过关隘,进入基利家。
καὶ ἐνταῦθα ἀγγέλλεται αὐτῷ Ἀρσάμης ὅτι2 πρόσθεν μὲν ἐπενόει διασώζειν Πέρσαις τὴν Ταρσόν, ὡς δὲ ὑπερβεβληκότα ἤδη τὰς πύλας ἐπύθετο Ἀλέξανδρον ἐκλιπεῖν ἐν νῷ ἔχειν τὴν πόλιν· δεδιέναι οὖν τοὺς Ταρσέας μὴ ἐφʼ ἁρπαγὴν τραπεὶς οὕτω τὴν ἀπόλειψιν τῆς Ταρσοῦ ποιήσηται.
在那里,有人向他报告关于阿尔萨墨斯的消息,称其起初本打算为波斯人坚守塔尔苏斯,但当得知亚历山大已经越过关隘后,便图谋弃城;塔尔苏斯人因此恐惧他会转而大肆抢掠,以此完成对塔尔苏斯的弃离。
ταῦτα ἀκούσας δρόμῳ ἦγεν ἐπὶ τὴν Ταρσὸν τούς τε ἱππέας καὶ τῶν ψιλῶν ὅσοι κουφότατοι, ὥστε ὁ Ἀρσάμης μαθὼν αὐτοῦ τὴν ὁρμὴν σπουδῇ φεύγει ἐκ τῆς Ταρσοῦ παρὰ βασιλέα Δαρεῖον οὐδὲν βλάψας τὴν πόλιν.
闻听此讯,他率领骑兵以及最轻便的轻装步兵全速奔赴塔尔苏斯,以致阿尔萨墨斯得知他的疾进后,匆忙逃离塔尔苏斯投奔大流士王,丝毫未能破坏该城。
Ἀλέξανδρος δέ, ὡς μέν Ἀριστοβούλῳ λέλεκται, ὑπὸ καμάτου ἐνόσησεν, οἱ δὲ ἐς τὸν Κύδνον [τὸν]ποταμὸν λέγουσι ῥίψαντα νήξασθαι, ἐπιθυμήσαντα τοῦ ὕδατος, ἱδρῶντα καὶ καύματι ἐχόμενον. ὁ δὲ Κύδνος ῥέει διὰ μέσης τῆς πόλεως· οἷα δὲ ἐκ τοῦ Ταύρου ὄρους τῶν πηγῶν οἱ ἀνισχουσῶν καὶ διὰ χώρου καθαροῦ ῥέων, ψυχρός τέ ἐστι καὶ τὸ ὕδωρ καθαρός·
而亚历山大,正如阿里斯托布洛斯所记述的,因劳累而病倒;但其他人则说,他当时汗流浃背、酷热难耐,因渴望凉水而跳进屈德诺斯河游泳。屈德诺斯河流经城中心;因其泉源发自托罗斯山脉且流经洁净之地,水温清冽且水质澄澈。
σπασμῷ τε οὖν ἔχεσθαι Ἀλέξανδρον καὶ θέρμαις ἰσχυραῖς καὶ ἀγρυπνίᾳ ξυνεχεῖ· καὶ τοὺς μὲν ἄλλους ἰατροὺς οὐκ οἴεσθαι εἶναι βιώσιμον, Φίλιππον δὲ Ἀκαρνᾶνα, ἰατρόν, ξυνόντα Ἀλεξάνδρῳ καὶ τά τε ἀμφὶ ἰατρικὴν ἐς τὰ μάλιστα πιστευόμενον καὶ τὰ ἄλλα οὐκ ἀδόκιμον ἐν τῷ στρατῷ ὄντα, καθῆραι ἐθέλειν Ἀλέξανδρον φαρμάκῳ· καὶ τὸν κελεύειν καθῆραι.
因此亚历山大饱受抽搐、高烧与持续失眠之苦;其他医生认为他已无生还希望,但跟随亚历山大的阿卡纳尼亚医生腓力——他在医术上最受信任,在军中其余方面亦声誉甚佳——希望用药物为亚历山大实施导泻疗法;王也下令让他实施治疗。
τὸν μὲν δὴ παρασκευάζειν τὴν κύλικα, ἐν τούτῳ δὲ Ἀλεξάνδρῳ δοθῆναι ἐπιστολὴν παρὰ Παρμενίωνος φυλάξασθαι Φίλιππον· ἀκούειν γὰρ διεφθάρθαι ὑπὸ Δαρείου χρήμασιν ὥστε φαρμάκῳ ἀποκτεῖναι Ἀλέξανδρον. τὸν δὲ ἀναγνόντα τὴν ἐπιστολὴν καὶ ἔτι μετὰ χεῖρας ἔχοντα αὐτὸν μὲν λαβεῖν τὴν κύλικα ἐν ᾗ ἦν τὸ φάρμακον, τὴν ἐπιστολὴν δὲ τῷ Φιλίππῳ δοῦναι ἀναγνῶναι.
就在腓力调配药杯之际,亚历山大收到帕耳墨尼翁送来的一封信,告诫他防备腓力;因为帕耳墨尼翁听说腓力已被大流士用重金收买,企图用毒药杀害亚历山大。亚历山大读过信后仍拿在手中,自己接过盛药的杯子,并将信递给腓力阅读。
καὶ ὁμοῦ τόν τε Ἀλέξανδρον πίνειν καὶ τὸν Φίλιππον ἀναγινώσκειν τὰ παρὰ τοῦ Παρμενίωνος. Φίλιππον δὲ εὐθὺς ἔνδηλον γενέσθαι, ὅτι καλῶς οἱ ἔχει τὰ τοῦ φαρμάκου·3 οὐ γὰρ ἐκπλαγῆναι πρὸς τὴν ἐπιστολήν, ἀλλὰ τοσόνδε μόνον παρακαλέσαι Ἀλέξανδρον, καὶ ἐς τὰ ἄλλα οἱ πείθεσθαι ὅσα ἐπαγγέλλοιτο· σωθήσεσθαι γὰρ πειθόμενον.
亚历山大饮药的同时,腓力正在阅读帕耳墨尼翁的来信。腓力随即表明这药剂安然无虞;因为他面对信件并未惊慌失措,只是恳请亚历山大在他随后所吩咐的一切事上继续听从指导;因为听从医嘱便可获救。
καὶ τὸν μὲν καθαρθῆναί τε καὶ ῥαΐσαι αὐτῷ τὸ νόσημα, Φιλίππῳ δὲ ἐπιδεῖξαι, ὅτι πιστός ἐστιν αὐτῷ φίλος, καὶ τοῖς ἄλλοις δὲ τοῖς ἀμφʼ αὐτὸν, ὅτι αὐτοῖς τε τοῖς φίλοις βέβαιος εἰς τὸ ἀνύποπτον τυγχάνει ὢν καὶ πρὸς τὸ ἀποθανεῖν ἐρρωμένος. ἐκ δὲ τούτου Παρμενίωνα μὲν πέμπει ἐπὶ τὰς
于是国王服药泻下,病情大为好转;他向腓力表明自己是他忠实的朋友,也向身边的其他人表明,他对朋友坚信不疑,且在面对死亡时坚毅无畏。在此之后,他派遣帕耳墨尼翁前往……
- 2.4.4ἐς ἴσον δὲ αὐτῷ κατέστη ἡ τόλμα
短语 ἐς ἴσον καθίσταται 是惯用表达,意为“产生相同的结果”或“收效相同”。尽管夜间行军并未能避过守军耳目(προσάγων μὲν οὐκ ἔλαθεν),但由于其行动的大胆果断(ἡ τόλμα),最终达成了与出其不意突袭完全相同的效果(守军吓退奔逃)。
- 2.4.5ἀγγέλλεται αὐτῷ Ἀρσάμης ὅτι
先取构词法(prolepsis)。在逻辑上从属从句(ὅτι 引导的从句)的主语 Ἀρσάμης 被提前并置于主句,作被动动词 ἀγγέλλεται 的主格主语,结构意为“关于阿尔萨墨斯,有消息向他报告称其先前打算……”。
- 2.4.10καλῶς οἱ ἔχει τὰ τοῦ φαρμάκου
动词 ἔχω 搭配副词(καλῶς)及与格代词(οἱ)构成的习惯用法,以中性复数短语 τὰ τοῦ φαρμάκου 作主语,意为“关于药剂之事对他而言并无问题(药剂安全无毒且问心无愧)”。
