- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.3.1-2.3.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大进入戈尔迪昂后,登城察看与弗里吉亚王权及统治亚洲的预言相关的传奇战车绳结,将其解开并得到了上天的征兆。
Ἀλέξανδρος δὲ ὡς ἐς Γόρδιον παρῆλθε, πόθος λαμβάνει αὐτὸν ἀνελθόντα ἐς τὴν ἄκραν, ἵνα καὶ τὰ βασίλεια ἦν τὰ Γορδίου καὶ τοῦ παιδὸς αὐτοῦ Μίδου, τὴν ἅμαξαν ἰδεῖν τὴν Γορδίου καὶ τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν.
亚历山大来到戈尔迪昂后,心中涌起一股强烈的愿望,要登上戈尔迪奥斯及其子米达斯的王宫所在的卫城,去瞻仰戈尔迪奥斯的车以及那车轭上的绳结。
λόγος δὲ περὶ τῆς ἁμάξης ἐκείνης παρὰ τοῖς προσχώροις πολὺς κατεῖχε, Γόρδιον εἶναι1 τῶν πάλαι Φρυγῶν ἄνδρα πένητα καὶ ὀλίγην εἶναι αὐτῷ γῆν ἐργάζεσθαι καὶ ζεύγη βοῶν δύο· καὶ τῷ μὲν ἀροτριᾶν, τῷ δὲ ἁμαξεύειν τὸν Γόρδιον.
在附近的居民中广泛流传着关于这辆车的传说:古时的弗里吉亚人中有一个名叫戈尔迪奥斯的穷人,他只有少量土地可以耕作,还有两对耕牛;戈尔迪奥斯用其中一对来犁田,用另一对来拉车。
καί ποτε ἀροῦντος αὐτοῦ ἐπιστῆναι ἐπὶ τὸν ζυγὸν ἀετὸν καὶ ἐπιμεῖναι ἔστε ἐπὶ βουλυτὸν2 καθήμενον· τὸν δὲ ἐκπλαγέντα τῇ ὄψει ἰέναι κοινώσοντα ὑπὲρ τοῦ θείου παρὰ τοὺς Τελμισσέας τοὺς μάντεις· εἶναι γὰρ τοὺς Τελμισσέας σοφοὺς τὰ θεῖα ἐξηγεῖσθαι καὶ σφισιν ἀπὸ γένους δεδόσθαι αὐτοῖς καὶ γυναιξὶν καὶ παισὶ τὴν μαντείαν.
有一次当他在犁地时,一只鹰落在了车轭上,一直停歇在那里,直到黄昏卸牛的时分。他对这一异象大为震惊,便前去向特尔米索斯的预言者请教这桩神兆;因为特尔米索斯人精通解释神兆,预言能力乃是凭血统赋予他们、其妻子及其子女的。
προσάγοντα δὲ κώμῃ τινὶ τῶν Τελμισσέων ἐντυχεῖν παρθένῳ ὑδρευομένῃ καὶ πρὸς ταύτην εἰπεῖν ὅπως οἱ τὸ τοῦ ἀετοῦ ἔσχε· τὴν δέ, εἶναι γὰρ καὶ αὐτὴν τοῦ μαντικοῦ γένους, θύειν κελεῦσαι τῷ Διὶ τῷ βασιλεῖ, ἐπανελθόντα ἐς τὸν τόπον αὐτόν. καὶ, δεηθῆναι γὰρ αὐτῆς Γόρδιον τὴν θυσίαν ξυνεπισπομένην οἱ αὐτὴν ἐξηγήσασθαι, θῦσαί τε ὅπως ἐκείνη ὑπετίθετο τὸν Γόρδιον καὶ ξυγγενέσθαι ἐπὶ γάμῳ τῇ παιδὶ καὶ γενέσθαι αὐτοῖν παῖδα Μίδαν ὄνομα.
当他走近特尔米索斯人的一个村庄时,遇见了一个正在打水的少女,便向她讲述了关于那只鹰的始末。由于她本人也出自预言世家,便吩咐他回到原地去向王者宙斯献祭。由于戈尔迪奥斯请求她同行并在献祭中从旁指点,戈尔迪奥斯便遵照她的指引献了祭,随后娶了这少女为妻,他们生下一子,取名为米达斯。
ἤδη τε ἄνδρα εἶναι τὸν Μίδαν καλὸν καὶ γενναῖον καὶ ἐν τούτῳ στάσει πιέζεσθαι ἐν σφίσι τοὺς Φρύγας, καὶ γενέσθαι αὐτοῖς χρησμὸν, ὅτι ἅμαξα ἄξει αὐτοῖς βασιλέα καὶ ὅτι οὗτος αὐτοῖς καταπαύσει τὴν στάσιν. ἔτι δὲ περὶ αὐτῶν τούτων βουλευομένοις3 ἐλθεῖν τὸν Μίδαν ὁμοῦ τῷ πατρὶ καὶ τῇ μητρὶ καὶ ἐπιστῆναι τῇ ἐκκλησίᾳ αὐτῇ ἁμάξῃ.4
当米达斯已经成长为英俊高贵的青年时,弗里吉亚人内部遭受内乱的困扰,他们得到一条神谕,称一辆车将为他们带来一位国王,此人将平息他们的内乱。正当他们还在商讨此事时,米达斯与父母一同来到,乘着那辆车停在了公民大会的会场前。
τοὺς δὲ ξυμβαλόντας τὸ μαντεῖον τοῦτον ἐκεῖνον γνῶναι ὄντα, ὅντινα ὁ θεὸς αὐτοῖς ἔφραζεν, ὅτι ἄξει ἡ ἅμαξα· καὶ καταστῆσαι μὲν αὐτοὺς βασιλέα τὸν Μίδαν, Μίδαν δὲ αὐτοῖς τὴν στάσιν καταπαῦσαι, καὶ τὴν ἅμαξαν τοῦ πατρὸς ἐν τῇ ἄκρᾳ ἀναθεῖναι χαριστήρια τῷ Διὶ τῷ βασιλεῖ ἐπὶ τοῦ ἀετοῦ τῇ πομπῇ. πρὸς δὲ δὴ τούτοις καὶ τόδε περὶ τῆς ἁμάξης ἐμυθεύετο, ὅστις λύσειε τοῦ ζυγοῦ τῆς ἁμάξης τὸν δεσμόν, τοῦτον χρῆναι ἄρξαι τῆς Ἀσίας.
人们对照神谕,认出此人正是神谕所说车子会带来的那个人;于是他们立米达斯为王,米达斯为他们平息了内乱,并将父亲的车辆供奉在卫城上,作为对王者宙斯降下飞鹰指引的谢礼。除此以外,关于这辆车还有这样的传说:凡是能够解开车轭绳结的人,注定将统治全亚洲。
ἦν δὲ ὁ δεσμὸς ἐκ φλοιοῦ κρανίας καὶ τούτου οὔτε τέλος οὔτε ἀρχὴ ἐφαίνετο. Ἀλέξανδρος δὲ ὡς ἀπόρως μὲν εἶχεν ἐξευρεῖν λύσιν τοῦ δεσμοῦ, ἄλυτον δὲ περιιδεῖν οὐκ ἤθελε, μή τινα καὶ τοῦτο ἐς τοὺς πολλοὺς κίνησιν ἐργάσηται, οἱ μὲν λέγουσιν, ὅτι παίσας τῷ ξίφει διέκοψε τὸν δεσμὸν καὶ λελύσθαι ἔφη· Ἀριστόβουλος δὲ λέγει ἐξελόντα τὸν ἕστορα τοῦ ῥυμοῦ, ὃς ἦν τύλος διαβεβλημένος διὰ τοῦ ῥυμοῦ διαμπάξ, ξυνέχων τὸν δεσμόν, ἐξελκύσαι5 ἔξω τοῦ ῥυμοῦ τὸν ζυγόν.
这个绳结是用山茱萸的树皮制成的,既看不出它的头,也看不出它的尾。亚历山大苦于找不到解开这个结的方法,但又不愿意让它保持未解的状态,唯恐这会在民众中引起动荡;有人说,他拔剑劈击,斩断了绳结,并宣称它已被解开;而阿里斯托布洛斯则说,他拔掉了车辕上的销钉——那是贯穿车辕并系固绳结的木栓——并将车轭从车辕上拉了出来。
ὅπως μὲν δὴ ἐπράχθη τὰ ἀμφὶ τῷ δεσμῷ τούτῳ Ἀλεξάνδρῳ οὐκ ἔχω ἰσχυρίσασθαι. ἀπηλλάγη δʼ οὖν ἀπὸ τῆς ἁμάξης αὐτός τε καὶ οἱ ἀμφʼ αὐτὸν ὡς τοῦ λογίου τοῦ ἐπὶ τῇ λύσει τοῦ δεσμοῦ ξυμβεβηκότος. καὶ γὰρ καὶ τῆς νυκτὸς ἐκείνης βρονταί τε καὶ σέλας ἐξ οὐρανοῦ ἐπεσήμηναν· καὶ ἐπὶ τούτοις ἔθυε τῇ ὑστεραίᾳ Ἀλέξανδρος τοῖς φήνασι θεοῖς τά τε σημεῖα καὶ τοῦ δεσμοῦ τὴν λύσιν.
至于亚历山大究竟如何处理了这个绳结,我无法予以断言。但无论如何,他和身边的人离开那辆车时,都表现得仿佛解开绳结的神谕已经应验一般。因为在当天夜里,天空中便显现出雷鸣与闪光的征兆;鉴于这些征兆,亚历山大在次日向昭示征兆及解开绳结的神明献祭。
- 2.3.2λόγος δὲ περὶ τῆς ἁμάξης ἐκείνης παρὰ τοῖς προσχώροις πολὺς κατεῖχε, Γόρδιον εἶναι
由 λόγος κατεῖχε(传说盛传)引出一长段间接引语(Oratio Obliqua),其后连续使用了一系列不定式(εἶναι, ἐπιστῆναι, ἰέναι, κελεῦσαι, θῦσαι, γνῶναι, καταστῆσαι 等)。
- 2.3.3ἔστε ἐπὶ βουλυτὸν
βουλυτός 字面意为“解下牛轭之时”,是表示“傍晚、日暮时分”的传统习语。连词 ἔστε 与介词 ἐπί 连用,表示时间终点(“直到……之时”)。
- 2.3.5ἔτι δὲ περὶ αὐτῶν τούτων βουλευομένοις
分词 βουλευομένοις 为与格,针对随后的不定式短语 ἐλθεῖν τὸν Μίδαν 起到关涉与格(dative of reference/interest)的作用,表示事件发生时的背景(“正当他们就此事商议之际,米达斯来到了他们那里”)。
- 2.3.5αὐτῇ ἁμάξῃ
αὐτός 的与格与名词连用,构成表示伴随的与格(dative of accompaniment),意为“连同车子一起”或“乘着车子自身”。
- 2.3.7Ἀριστόβουλος δὲ λέγει ἐξελόντα τὸν ἕστορα τοῦ ῥυμοῦ... ἐξελκύσαι
由 λέγει 引出的带不定式的宾格结构。分词 ἐξελόντα 和不定式 ἐξελκύσαι 的逻辑主语(亚历山大)均取宾格(主语在上下文中被省略)。
