- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.2.1-2.2.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
法纳巴佐斯与奥托夫拉达特斯重组军势,迫使忒涅多斯因惧而降;分兵巡弋的达塔梅斯在锡夫诺斯遭普罗特阿斯夜袭,大半船只被俘。
ταῦτα δὲ διαπραξάμενοι Φαρνάβαζος μὲν ἔπλει ἐπὶ Λυκίας ἄγων τοὺς ξένους τοὺς μισθοφόρους, Αὐτοφραδάτης δὲ ἐπὶ τὰς ἄλλας νήσους. καὶ ἐν τούτῳ καταπέμπει Δαρεῖος Θυμώνδαν τὸν Μέντορος, αὐτὸν μὲν τοὺς ξένους παρὰ Φαρναβάζου παραληψόμενον καὶ ἀνάξοντα παρὰ βασιλέα, Φαρναβάζῳ δὲ ἐροῦντα ἄρχειν ὅσων Μέμνων ἦρχεν·
办妥这些事后,法纳巴佐斯率领外籍雇佣兵航向吕基亚,奥托夫拉达特斯则前往其他岛屿。正当此时,大流士派下了门托尔之子蒂蒙达斯,让他亲自从法纳巴佐斯手中接管外籍雇佣兵并带回国王身边,并告知法纳巴佐斯去统辖门农所统辖的一切。
καὶ παραδοὺς τούτῳ τοὺς ξένους Φαρνάβαζος ἔπλει παρʼ Αὐτοφραδάτην ἐπὶ τὰς ναῦς. ὡς δὲ ὁμοῦ ἐγένοντο, δέκα μὲν ναῦς στέλλουσιν ἐπὶ τὰς Κυκλάδας νήσους Δατάμην ἄνδρα Πέρσην ἄγοντα, αὐτοὶ δὲ ναυσὶν ἑκατὸν ἐπὶ Τενέδου ἔπλευσαν· κατακομισθέντες δὲ τῆς Τενέδου εἰς τὸν Βόρειον καλούμενον λιμένα πέμπουσι παρὰ τοὺς Τενεδίους καὶ κελεύουσι τὰς στήλας τὰς πρὸς Ἀλέξανδρον καὶ τοὺς Ἕλληνας γενομένας σφίσι, ταύτας μὲν καθελεῖν, πρὸς Δαρεῖον δὲ ἄγειν τὴν εἰρήνην, ἣν ἐπὶ Ἀνταλκίδου Δαρείῳ συνέθεντο.
法纳巴佐斯将雇佣兵交接给他后,便乘船前往舰队与奥托夫拉达特斯会合。两人会合后,派出由波斯人达塔梅斯率领的十艘战船开往基克拉泽斯群岛,他们自己则率领一百艘战船航向忒涅多斯。他们泊入忒涅多斯所谓的北港后,遣使去见忒涅多斯人,勒令他们推倒自己与亚历山大及希腊人设立的盟约石碑,并对大流士履行安塔尔基达斯时代与大流士缔结的和约。
Τενεδίοις δὲ τὰ μὲν τῆς εὐνοίας ἐς Ἀλέξανδρόν τε καὶ τοὺς Ἕλληνας ἐποίει μᾶλλον, ἐν δὲ τῷ παρόντι ἄπορον ἄλως ἐδόκει ὅτι μὴ προσχωρήσαντας τοῖς Πέρσαις σώζεσθαι·1 ἐπεὶ οὐδὲ Ἡγελόχῳ, ὅτῳ προσετέτακτο ὑπʼ Ἀλεξάνδρου αὖθις ξυναγαγεῖν δύναμιν ναυτικήν, τοσαύτη ξυνηγμένη ἦν ὡς διʼ ὀλίγου προσδοκᾶν ἔσεσθαι ἄν σφισι παρʼ αὐτοῦ τινα ὠφέλειαν.2 οὕτω μὲν δὴ οἱ ἀμφὶ Φαρνάβαζον τοὺς Τενεδίους φόβῳ μᾶλλον ἢ ἐθελοντὰς παρεστήσαντο.
忒涅多斯人虽在心意上更为偏向亚历山大和希腊人,但在目前局势下,除了投向波斯人之外,似乎毫无保全自身的可能;况且奉亚历山大之命重新集结海军的黑格洛霍斯,集结的兵力尚不足以让人期望在短时间内能从他那里得到任何实质援助。就这样,法纳巴佐斯等人迫使忒涅多斯人臣服,靠的是威吓而非出于自愿。
ἐν δὲ τούτῳ Πρωτέας ὁ Ἀνδρονίκου ἐτύγχανε μὲν ξυναγαγὼν ἐξ Εὐβοίας τε καὶ Πελοποννήσου ναῦς μακρὰς ὑπὸ Ἀντιπάτρου τεταγμένος, ὡς εἶναί τινα ταῖς τε νήσοις φυλακὴν καὶ αὐτῇ τῇ Ἑλλάδι, εἰ, καθάπερ ἐξηγγέλλετο, ἐπιπλέοιεν οἱ βάρβαροι· πυθόμενος δὲ Δατάμην περὶ Σίφνον ὁρμεῖν δέκα ναυσίν, αὐτὸς ἔχων πεντεκαίδεκα νυκτὸς ἀνάγεται ἀπὸ Χαλκίδος τῆς ἐπὶ τῷ Εὐρίπῳ·
在此期间,安德罗尼科斯之子普罗特阿斯遵照安提帕特罗斯的部署,正好从尤伯亚和伯罗奔尼撒集结了若干战船,以便若蛮族如传闻那样乘船来攻,能为各岛屿及希腊本土提供某种防卫。当获悉达塔梅斯率领十艘战船停泊在锡夫诺斯附近时,他亲自率领十五艘战船,乘夜从欧里普斯海峡的哈尔基斯起航。
καὶ προσχὼν ἕωθεν Κύθνῳ τῇ νήσῳ τὴν μὲν ἡμέραν αὐτοῦ αὐλίζεται, ὡς σαφέστερόν τε διαπυθέσθαι τὰ περὶ τῶν δέκα νεῶν καὶ ἅμα ἐν νυκτὶ φοβερώτερον προσπεσεῖν τοῖς Φοίνιξιν· ὡς δὲ ἔμαθε σαφῶς τὸν Δατάμην ξὺν ταῖς ναυσὶν ἐν Σίφνῳ ὁρμοῦντα, ἐπιπλεύσας ἔτι νυκτὸς ὑπʼ αὐτὴν τὴν ἕω καὶ ἀπροσδοκήτοις ἐπιπεσὼν ὀκτὼ μὲν ναῦς αὐτοῖς ἀνδράσιν3 ἔλαβε, Δατάμης δὲ μετὰ δυοῖν τριήροιν ἐν τῇ πρώτῃ προσμίξει τῶν ἅμα Πρωτέᾳ νεῶν ὑπεκφυγὼν ἀπεσώθη πρὸς τὸ ἄλλο ναυτικόν.
黎明时分他在基斯诺斯岛靠岸,并在那里停留了一整天,既为了更确切地打探有关这十艘战船的虚实,同时也为了在夜间对腓尼基人发起突袭以制造更大的恐慌。当他确切得知达塔梅斯及其船队仍在锡夫诺斯停泊后,在破晓前的夜色中乘夜航进,出其不意地发起袭击,连人带船俘获了八艘;达塔梅斯则在与普罗特阿斯的船队初次接战时,率领两艘三桨座战船脱逃,平安返回主力舰队。
- 2.2.3ὅτι μὴ προσχωρήσαντας τοῖς Πέρσαις σώζεσθαι
短语 ὅτι μή 为固定用法,相当于 εἰ μή(意为“除……之外”)。承接前文的 ἄπορον ἄλλως ἐδόκει(“除此别无他法”),宾格分词 προσχωρήσαντας 作为不定式 σώζεσθαι(“获救/保全”)的逻辑主语,构成非人称结构统领下的宾格加不定式从属结构。
- 2.2.3ὡς διʼ ὀλίγου προσδοκᾶν ἔσεσθαι ἄν σφισι παρʼ αὐτοῦ τινα ὠφέλειαν
在由 ὡς 加不定式 προσδοκᾶν 构成的结果从句中,出现了语气小词 ἄν 与将来时不定式 ἔσεσθαι 连用的现象。虽然 ἄν 与将来时不定式结合较为罕见,但此处在间接引语中表示一种推测或潜在语气(即“可能会有某种援助”)。
- 2.2.5αὐτοῖς ἀνδράσιν
伴随与格(联合与格)。代词 αὐτός 与名词复数与格连用,构成古典希腊语中表示“连同……一起”、“连人带……”的固定习语。
