- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.1.1-2.1.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
波斯将领门农攻取希俄斯并围攻莱斯博斯岛的米蒂利尼,中途病逝;接替其指挥权的法纳巴佐斯等人继续围城,迫使米蒂利尼接受条件投降,随后通过进驻守军和立僭主控制了该城。
ἐκ δὲ τούτου Μέμνων τοῦ τε ναυτικοῦ παντὸς ἡγεμὼν ἐκ βασιλέως Δαρείου καθεστηκὼς καὶ τῆς παραλίου ξυμπάσης, ὡς ἐς Μακεδονίαν τε καὶ τὴν Ἑλλάδα ἀποστρέψων τὸν πόλεμον,1 Χίον μὲν λαμβάνει προδοσίᾳ ἐνδοθεῖσαν, ἔνθεν δὲ ἐπὶ Λέσβου πλεύσας, ὡς οὐ προσεῖχον αὐτῷ οἱ Μιτυληναῖοι, τὰς ἄλλας πόλεις τῆς Λέσβου προσηγάγετο.
此后,被大流士王任命为全舰队及整个沿岸地区指挥官的门农,意图将战火引向马其顿和希腊本土,借背叛献城夺取了希俄斯,随后由此航向莱斯博斯;因米蒂利尼人不肯服从,他便收服了莱斯博斯的其他各城。
ταύτας δὲ παραστησάμενος καὶ προσχὼν τῇ Μιτυλήνῃ τὴν μὲν πόλιν χάρακι διπλῷ ἐκ θαλάσσης ἐς θάλασσαν ἀπετείχισε, στρατόπεδα δὲ πέντε ἐποικοδομησάμενος τῆς γῆς ἐκράτει οὐ χαλεπῶς. καὶ μέρος μέν τι τῶν νεῶν τὸν λιμένα αὐτῶν ἐφύλασσε, τὰς δὲ ἐπὶ τὴν ἄκραν τῆς Λέσβου τὸ Σίγριον, ἵνα ἡ προσβολὴ μάλιστά ἐστι ταῖς ἀπό τε Χίου καὶ ἀπὸ Γεραιστοῦ καὶ Μαλέας ὁλκάσιν, ἀποστείλας τὸν παράπλουν ἐν φυλακῇ εἶχεν, ὡς μή τινα ὠφέλειαν κατὰ θάλασσαν γίγνεσθαι τοῖς Μιτυληναίοις.
门农降服了这些城邦并抵达米蒂利尼后,从海的一端至另一端筑起双层栅栏将该城封锁,并建立了五座营寨,轻而易举地控制了陆上地区。他令一部分舰队监视其港口,将余下的船只派遣至莱斯博斯岛的海角西格里翁——那里主要是从希俄斯、格赖斯托斯和马勒亚驶来的商船停靠之地——严密警戒沿海通道,以免米蒂利尼人从海上获得任何援助。
καὶ ἐν τούτῳ αὐτὸς μὲν νόσῳ τελευτᾷ, καὶ εἴπερ τι ἄλλο καὶ τοῦτο ἐν τῷ τότε ἔβλαψε τὰ βασιλέως πράγματα. Αὐτοφραδάτης δὲ καὶ Φαρνάβαζος ὁ Ἀρταβάζου, ὅτῳ καὶ ἐπέτρεψε τελευτῶν ὁ Μέμνων τὴν ἀδελφιδῷ αὑτοῦ ὄντι,2 οὗτοι τῇ πολιορκίᾳ οὐκ ἀρρώστως προσέκειντο.
正当此时,门农自己因病逝世;在当时,若有什么能损害大流士王的事业,莫过于此事了。但奥托夫拉达特斯与阿尔塔巴佐斯之子法纳巴佐斯——门农临终时将指挥权托付与他,他也是门农的外甥——仍全力继续围攻。
καὶ οἱ Μιτυληναῖοι τῆς τε γῆς εἰργόμενοι καὶ ἀπὸ θαλάσσης πολλαῖς ναυσὶν ἐφορμούσαις φρουρούμενοι πέμψαντες παρὰ τὸν Φαρνάβαζον ὁμολογίας ἐποιήσαντο, τοὺς μὲν ξένους τοὺς παρʼ Ἀλεξάνδρου σφίσι κατὰ συμμαχίαν ἥκοντας ἀπελθεῖν,3 Μιτυληναίους δὲ καθελεῖν μὲν τὰς πρὸς Ἀλέξανδρόν σφισι γενομένας στήλας, ξυμμάχους δὲ εἶναι Δαρείου κατὰ τὴν εἰρήνην τὴν ἐπʼ Ἀνταλκίδου γενομένην πρὸς βασιλέα Δαρεῖον, τοὺς φυγάδας δὲ αὐτῶν κατιέναι ἐπὶ τοῖς ἡμίσεσι τῶν τότε ὄντων, ὅτε ἔφευγον.
米蒂利尼人既被断绝陆路,海面上又有众多船只严加封锁,便遣使向法纳巴佐斯求和缔约:来自亚历山大依盟约前来的外籍雇佣兵须行离去;米蒂利尼人须推倒与亚历山大立约的石碑;依安塔尔基达斯时代与大流士王缔结的和约成为大流士的盟友;逃亡在外者得以回国,并分得他们流亡时所拥有的财产的半数。
ἐπὶ τούτοις μὲν δὴ ἡ ξύμβασις τοῖς Μιτυληναίοις πρὸς τοὺς Πέρσας ξυνέβη. Φαρνάβαζος δὲ καὶ Αὐτοφραδάτης, ὡς παρῆλθον ἅπαξ εἴσω τῆς πόλεως, φρουράν τε ἐς αὐτὴν εἰσήγαγον καὶ φρούραρχον ἐπʼ αὐτῇ Λυκομήδην Ῥόδιον, καὶ τύραννον ἐγκατέστησαν τῇ πόλει Διογένην, ἕνα τῶν φυγάδων, χρήματά τε εἰσέπραξαν τοὺς Μιτυληναίους τὰ μὲν βίᾳ ἀφελόμενοι τοὺς ἔχοντας, τὰ δὲ ἐς τὸ κοινὸν ἐπιβαλόντες.
米蒂利尼人与波斯人遂在上述条件下达成了协议。然而法纳巴佐斯与奥托夫拉达特斯一旦入城,便向城内派驻守军,任命罗得斯人吕科墨德斯为卫戍长官,立流亡者之一狄奥根尼斯为该城僭主,并向米蒂利尼人榨取钱财,或从富有者手中强行掠夺,或向公共财政分摊征收。
- 2.1.1ὡς ἐς Μακεδονίαν τε καὶ τὴν Ἑλλάδα ἀποστρέψων τὸν πόλεμον
连词 ὡς 与将来分词 ἀποστρέψων 连用,表示主语(门农)主观上的企图或意图(“意图将……引向”)。
- 2.1.3ὅτῳ καὶ ἐπέτρεψε τελευτῶν ὁ Μέμνων τὴν ἀδελφιδῷ αὑτοῦ ὄντι
冠词 τὴν 之后遗漏了阴性名词(如 ἡγεμονίαν“指挥权”或 στρατηγίαν“统帅权”),亦或在语境中承前省略。与格关系代词 ὅτῳ 先行词为法纳巴佐斯。
- 2.1.4ὁμολογίας ἐποιήσαντο, τοὺς μὲν ξένους... ἀπελθεῖν
在表示“订立条约”(ὁμολογίας ἐποιήσαντο)的短语后,一系列不定式(ἀπελθεῖν、καθελεῖν、εἶναι、κατιέναι)作为同位语从属结构,用以明确条约的具体条款内容。
