- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.12.1-2.12.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
伊苏斯战役次日,负伤的亚历山大隆重安葬阵亡者并封赏任官,随后善待被俘的大流士家眷,文中记载了他派人宽慰家眷以及视赫费斯提翁为另一个自己的著名轶事。
τῇ δὲ ὑστεραίᾳ, καίπερ τετρωμένος τὸν μηρὸν ξίφει Ἀλέξανδρος, ὁ δὲ τοὺς τραυματίας ἐπῆλθε,1 καὶ τοὺς νεκροὺς ξυναγαγὼν ἔθαψε μεγαλοπρεπῶς ξὺν τῇ δυνάμει πάσῃ ἐκτεταγμένῃ ὡς λαμπρότατα ἐς πόλεμον· καὶ λόγῳ τε ἐπεκόσμησεν ὅσοις τι διαπρεπὲς ἔργον ἐν τῇ μάχῃ ἢ αὐτὸς ξυνέγνω εἰργασμένον ἢ ἀκοῇ συμφωνούμενον ἔμαθεν, καὶ χρημάτων ἐπιδόσει ὡς ἑκάστους ξὺν τῇ ἀξίᾳ ἐτίμησεν.
次日,亚历山大虽大腿受剑伤,却仍去探视伤员,并在全军列阵如同出征般极尽庄严的军礼中,收殓并隆重安葬了阵亡将士。凡在他亲自目睹或听闻众口一词之汇报中立下卓越战功之人,他皆以嘉言予以褒扬,并根据各自功绩赏赐钱财以示尊荣。
καὶ Κιλικίας μὲν ἀποδεικνύει σατράπην Βάλακρον τὸν Νικάνορος, ἕνα τῶν σωματοφυλάκων τῶν βασιλικῶν, ἀντὶ δὲ τούτου ἐς τοὺς σωματοφύλακας κατέλεξε Μένητα τὸν Διονυσίου· ἀντὶ δὲ Πτολεμαίου τοῦ Σελεύκου τοῦ ἀποθανόντος ἐν τῇ μάχῃ Πολυπέρχοντα τὸν Σιμμίου ἄρχειν ἀπέδειξε τῆς ἐκείνου τάξεως. καὶ Σολεῦσι τά τε πεντήκοντα τάλαντα, ἃ ἔτι ἐνδεᾶ ἦν ἐκ τῶν ἐπιβληθέντων σφίσι χρημάτων, ἀνῆκεν καὶ τοὺς ὁμήρους ἀπέδωκεν.
他任命王家近卫军之一的尼卡诺尔之子巴拉克罗斯为基利家总督,补选狄奥尼修斯之子墨涅斯进入近卫军以接替其位;因塞琉古之子托勒密已战死沙场,他任命西米阿斯之子波利佩尔孔统领其麾下部队。此外,对于索利人,他免除了其被派定之款项中尚未缴清的五十塔兰同,并归还了他们的人质。
ὁ δὲ οὐδὲ τῆς μητρὸς τῆς Δαρείου οὐδὲ τῆς γυναικὸς ἢ τῶν παίδων ἠμέλησεν. ἀλλὰ λέγουσί τινες τῶν τὰ Ἀλεξάνδρου γραψάντων τῆς νυκτὸς αὐτῆς, ᾗ ἀπὸ τῆς διώξεως τῆς Δαρείου ἐπανῆκεν, ἐς τὴν σκηνὴν παρελθόντα αὐτὸν τὴν Δαρείου, ἥτις αὐτῷ ἐξῃρημένη ἦν, ἀκοῦσαι γυναικῶν οἰμωγὴν καὶ ἄλλον τοιοῦτον θόρυβον οὐ πόρρω τῆς σκηνῆς·
他对大流士的母亲、妻子和子女亦未尝有所怠慢。记述亚历山大事迹的作家中有人说道:在他追击大流士归来的当夜,当他走进为他保留的大流士营帐时,听见离营帐不远处传来妇人的号哭及诸如此类的喧闹之声。
πυθέσθαι οὖν αἵτινες γυναῖκες καὶ ἀνθʼ ὅτου οὕτως ἐγγὺς παρασκηνοῦσι· καί τινα ἐξαγγεῖλαι, ὅτι· ὦ βασιλεῦ, ἡ μήτηρ τε καὶ ἡ γυνὴ Δαρείου καὶ οἱ παῖδες, ὡς ἐξηγγέλθη αὐταῖς ὅτι τὸ τόξον τε τοῦ Δαρείου ἔχεις καὶ τὸν κάνδυν τὸν βασιλικὸν καὶ ἡ ἀσπὶς ὅτι κεκόμισται ὀπίσω ἡ Δαρείου, ὡς ἐπὶ τεθνεῶτι Δαρείῳ ἀνοιμώζουσιν.
他便询问这些妇人是谁,因何在如此近处宿营。有人回禀道:“王啊,大流士的母亲、妻子和孩子们,因得知您收缴了大流士的弓与王家宽外袍,且大流士的盾牌已被运送回营,便以为大流士已亡故而痛哭哀悼。”
ταῦτα ἀκούσαντα Ἀλέξανδρον πέμψαι πρὸς αὐτὰς Λεοννάτον, ἕνα τῶν ἑταίρων, ἐντειλάμενον φράσαι ὅτι ζῇ Δαρεῖος, τὰ δὲ ὅπλα καὶ τὸν κάνδυν ὅτι φεύγων ἀπέλιπεν ἐπὶ τῷ ἅρματι καὶ ταῦτα ὅτι μόνα ἔχει Ἀλέξανδρος. καὶ Λεοννάτον παρελθόντα ἐς τὴν σκηνὴν τά τε περὶ Δαρείου εἰπεῖν καὶ ὅτι τὴν θεραπείαν αὐταῖς ξυγχωρεῖ Ἀλέξανδρος τὴν βασιλικὴν καὶ τὸν ἄλλον κόσμον καὶ καλεῖσθαι βασιλίσσας, ἐπεὶ οὐδὲ κατὰ ἔχθραν οἱ γενέσθαι τὸν πόλεμον πρὸς Δαρεῖον, ἀλλʼ ὑπὲρ τῆς ἀρχῆς τῆς Ἀσίας διαπεπολεμῆσθαι ἐννόμως. ταῦτα μὲν Πτολεμαῖος καὶ Ἀριστόβουλος λέγουσι· λόγος δὲ ἔχει καὶ αὐτὸν Ἀλέξανδρον τῇ ὑστεραίᾳ ἐλθεῖν εἴσω ξὺν Ἡφαιστίωνι μόνῳ τῶν ἑταίρων· καὶ τὴν μητέρα τὴν Δαρείου ἀμφιγνοήσασαν ὅστις ὁ βασιλεὺς εἴη αὐτοῖν, ἐστάλθαι γὰρ ἄμφω τῷ αὐτῷ κόσμῳ, τὴν δὲ Ἡφαιστίωνι προσελθεῖν καὶ προσκυνῆσαι, ὅτι μείζων ἐφάνη ἐκεῖνος.
亚历山大闻言,遂派遣其近友之一的莱昂纳托斯前往彼处,命其告知大流士依然健在,兵器与宽外袍是他逃跑时遗弃在战车之上的,亚历山大所持有的仅此而已。莱昂纳托斯进入营帐,转述了有关大流士的情况,并告知亚历山大准许她们保有王室规制的侍从及其他饰物,并仍被尊称为王后,因为他对大流士作战并非出于私怨,而是为了争夺全亚洲的霸权依正道交战。 托勒密与阿里斯托布洛斯作如此记载;但亦有传闻称,次日亚历山大仅与近友赫费斯提翁二人一同进入帐内;大流士之母难以辨认二人之中何者为王——因二人服饰装扮全无二致——见赫费斯提翁身形更为魁伟,便上前向其俯伏膜拜。
ὡς δὲ ὁ Ἡφαιστίων τε ὀπίσω ὑπεχώρησε καὶ τις τῶν ἀμφʼ αὐτήν, τὸν Ἀλέξανδρον δείξας, ἐκεῖνον ἔφη εἶναι Ἀλέξανδρον, τὴν μὲν καταιδεσθεῖσαν τῇ διαμαρτίᾳ ὑποχωρεῖν, Ἀλέξανδρον δὲ οὐ φάναι αὐτὴν ἁμαρτεῖν· καὶ γὰρ ἐκεῖνον εἶναι Ἀλέξανδρον.2
待赫费斯提翁退避,且其身旁有人指着亚历山大说明此人才是亚历山大时,她因认错而羞愧后退,亚历山大却说她并未认错,因为赫费斯提翁亦是亚历山大。
καὶ ταῦτα ἐγὼ οὔθʼ ὡς ἀληθῆ οὔτε ὡς πάντῃ ἄπιστα ἀνέγραψα. ἀλλʼ εἴτε οὕτως ἐπράχθη, ἐπαινῶ Ἀλέξανδρον τῆς τε ἐς τὰς γυναῖκας κατοικτίσεως καὶ τῆς ἐς τὸν ἑταῖρον πίστεως καὶ τιμῆς· εἴτε πιθανὸς δοκεῖ τοῖς συγγράψασιν Ἀλέξανδρος ὡς καὶ ταῦτα ἂν πράξας καὶ εἰπὼν,3 καὶ ἐπὶ τῷδε ἐπαινῶ Ἀλέξανδρον.
对于此事,我记述下来既非确信其为实情,亦非视其为全不可信。但若事情确乎如此发生,我为亚历山大对妇人之恻隐及对挚友之信任与尊崇而赞美他;若在著述者眼中亚历山大恰是会行此举、出此言之人,为此我也同样赞美亚历山大。
- 2.12.1ὁ δὲ τοὺς τραυματίας ἐπῆλθε
承接前文让步分词短语 καίπερ τετρωμένος... Ἀλέξανδρος 的照应性(归结性)δέ(apodotic δέ)。因主语 Ἀλέξανδρος 已被先行包含在分词短语中,此处以 ὁ δέ 重新唤起主语并明确引出主句动词 ἐπῆλθε。
- 2.12.7καὶ γὰρ ἐκεῖνον εἶναι Ἀλέξανδρον
延续前文 Ἀλέξανδρον δὲ οὐ φάναι αὐτὴν ἁμαρτεῖν(亚历山大说她并未认错)的间接引语对格不定式结构。指示代词 ἐκεῖνον 指代赫费斯提翁,传达了“那一位也是亚历山大”的名言。
- 2.12.8ὡς καὶ ταῦτα ἂν πράξας καὶ εἰπών
带有 ἄν 的潜在分词结构,在动词 δοκεῖ 之后作补足成分。它相当于直接话法中的潜在或虚拟式表达(如 ἂν ἔπραξε καὶ εἶπεν 或 ἂν πράξειε καὶ εἴποι,意为“会做出并说出此类举动者”),表示亚历山大具有此类行事的盖然性。
