- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.11.1-2.11.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马其顿军右翼包抄击溃了大流士的希腊雇佣兵,色萨利骑兵亦击退敌骑,大流士弃车骑马仓皇逃遁。波斯军伤亡惨重,其营寨与王室家眷悉数被俘,伊苏斯战役遂以马其顿军的彻底胜利告终。
ἐν τούτῳ δὲ αἱ ἀπὸ τοῦ δεξιοῦ κέρως τάξεις, τετραμμένους ἤδη τοὺς κατὰ σφᾶς τῶν Περσῶν ὁρῶντες, ἐπὶ τοὺς ξένους τε τοὺς μισθοφόρους τοὺς Δαρείου καὶ τὸ πονούμενον σφῶν ἐπικάμψαντες1 ἀπό τε τοῦ ποταμοῦ ἀπώσαντο αὐτούς, καὶ κατὰ τὸ παρερρωγὸς τοῦ Περσικοῦ στρατεύματος ὑπερφαλαγγήσαντες ἐς τὰ πλάγια ἐμβεβληκότες ἤδη ἔκοπτον τοὺς ξένους·
与此同时,右翼的各部队见当面波斯军已经溃散,便回转兵力扑向大流士的外国雇佣军并驰援己方受困的战阵,将雇佣兵逼离了河岸;随后他们沿着波斯军阵线的缺口包抄其侧翼并猛扑上去,已然开始斩杀这些雇佣军。
καὶ οἱ ἱππεῖς δὲ οἱ τῶν Περσῶν κατὰ τοὺς Θεσσαλοὺς τεταγμένοι οὐκ ἔμειναν ἐντὸς τοῦ ποταμοῦ ἐν αὐτῷ τῷ ἔργῳ, ἀλλʼ ἐπιδιαβάντες εὐρώστως ἐνέβαλον ἐς τὰς ἴλας τῶν Θετταλῶν. καὶ ταύτῃ ξυνέστη ἱππομαχία καρτερά, οὐδὲ πρόσθεν ἐνέκλιναν οἱ Πέρσαι πρὶν Δαρεῖόν τε πεφευγότα ᾔσθοντο καὶ πρὶν ἀπορραγῆναι σφῶν τοὺς μισθοφόρους συγκοπέντας ὑπὸ τῆς φάλαγγος.
部署在色萨利骑兵对面的波斯骑兵,在交战之际也并未停留在河岸另一侧,而是渡河强劲地冲击了色萨利骑兵各队。此处同样展开了一场激烈的骑兵战,波斯骑兵并未退却,直到他们发觉大流士已经逃跑,且自己的雇佣军已被方阵斩杀击溃、与他们断绝了联系。
τότε δὲ ἤδη λαμπρά τε καὶ ἐκ πάντων ἡ φυγὴ ἐγίγνετο· καὶ οἵ τε τῶν Περσῶν ἵπποι ἐν τῇ ἀναχωρήσει ἐκακοπάθουν βαρέως ὡπλισμένους τοὺς ἀμβάτας σφῶν φέροντες, καὶ αὐτοὶ οἱ ἱππεῖς κατὰ στενὰς ὁδοὺς πλήθει τε πολλοὶ καὶ πεφοβημένως ξὺν ἀταξίᾳ ἀποχωροῦντες οὐ μεῖον ἀπʼ ἀλλήλων καταπατούμενοι ἢ πρὸς τῶν διωκόντων πολεμίων ἐβλάπτοντο. καὶ οἱ Θεσσαλοὶ εὐρώστως αὐτοῖς ἐπέκειντο, ὥστε οὐ μείων ἢ τῶν πεζῶν φόνος ἐν τῇ φυγῇ τῶν ἱππέων ἐγίγνετο.
直到这时,溃败才彻底转为全面而明显的总溃逃。波斯的战马在撤退中因驮着重装的骑兵而苦不堪言,骑兵本身亦人数众多地挤在狭窄的道路上,在惊恐与混乱中撤退,因彼此践踏所遭受的伤亡不亚于追击之敌所造成的杀伤。色萨利骑兵对他们展开了猛烈的追击,以至于溃逃骑兵的伤亡绝不亚于步兵。
Δαρεῖος δέ, ὡς αὐτῷ τὸ πρῶτον ὑπʼ Ἀλεξάνδρου ἐφοβήθη τὸ κέρας τὸ εὐώνυμον καὶ ταύτῃ ἀπορρηγνύμενον κατεῖδε τοῦ ἄλλου στρατοπέδου, εὐθὺς ὡς εἶχεν2 ἐπὶ τοῦ ἅρματος ξὺν τοῖς πρώτοις ἔφευγε.
至于大流士,当他看到自己的左翼首先被亚历山大击溃并由此与全军隔断时,便立即照原样乘着战车同最前列的人一起仓皇逃窜。
καὶ ἔστε μὲν ὁμαλοῖς χωρίοις ἐν τῇ φυγῇ ἐπετύγχανεν, ἐπὶ τοῦ ἅρματος διεσώζετο, ὡς δὲ φάραγξί τε καὶ ἄλλαις δυσχωρίαις ἐνέκυρσε, τὸ μὲν ἅρμα ἀπολείπει αὐτοῦ καὶ τὴν ἀσπίδα καὶ τὸν κάνδυν ἐκδύς· ὁ δὲ καὶ τὸ τόξον ἀπολείπει ἐπὶ τοῦ ἅρματος· αὐτὸς δὲ ἵππου ἐπιβὰς ἔφευγε· καὶ ἡ νὺξ οὐ διὰ μακροῦ ἐπιγενομένη ἀφείλετο αὐτὸν τὸ πρὸς Ἀλεξάνδρου ἁλῶναι.3
在逃跑途中只要遇到平坦地势,他尚能乘战车脱险;但一旦遇到峡谷和其他险阻地形,他便将战车弃于彼处,脱下盾牌与宽外袍,又将弓弃于战车之上,自己骑上一匹马逃命;不久降临的黑夜使他免遭亚历山大的俘获。
Ἀλέξανδρος γὰρ ἔστε μὲν φάος ἦν ἀνὰ κράτος ἐδίωκεν, ὡς δὲ συνεσκόταζέ τε ἤδη καὶ τὰ πρὸ ποδῶν ἀφανῆ ἦν, εἰς τὸ ἔμπαλιν ἀπετρέπετο ὡς ἐπὶ τὸ στρατόπεδον· τὸ μέντοι ἅρμα τοῦ Δαρείου ἔλαβε καὶ τὴν ἀσπίδα ἐπʼ αὐτῷ καὶ τὸν κάνδυν καὶ τὸ τόξον, καὶ γὰρ καὶ ἡ δίωξις βραδυτέρα αὐτῷ ἐγεγόνει, ὅτι ἐν τῇ πρώτῃ παραρρήξει τῆς φάλαγγος ἐπιστρέψας καὶ αὐτὸς οὐ πρόσθεν ἐς τὸ διώκειν ἐτράπετο πρὶν τούς τε μισθοφόρους τοὺς ξένους καὶ τὸ τῶν Περσῶν ἱππικὸν ἀπὸ τοῦ ποταμοῦ ἀπωσθέντας κατεῖδε.
因为亚历山大只要天色尚明便全速追击,但当暮色四合、脚下之物已辨识不清时,他便折返回营;但他夺取了大流士的战车,以及车上的盾牌、宽外袍和弓。事实上,亚历山大的追击之所以迟缓,是因为在方阵最初出现裂隙时他自己也曾折返,直到目睹外国雇佣军和波斯骑兵均被逼退离开河流,他才转入追击。
τῶν δὲ Περσῶν ἀπέθανον Ἀρσάμης μὲν Ῥεομίθρης καὶ Ἀτιζύης τῶν ἐπὶ Γρανίκῳ ἡγησαμένων τοῦ ἱππικοῦ· ἀποθνήσκει δὲ καὶ Σαυάκης ὁ Αἰγύπτου σατράπης καὶ Βουβάκης τῶν ἐντίμων Περσῶν· τὸ δὲ ἄλλο πλῆθος εἰς δέκα μάλιστα μυριάδας καὶ ἐν τούτοις ἱππεῖς ὑπὲρ τοὺς μυρίους, ὥστε λέγει Πτολεμαῖος ὁ Λάγου ξυνεπισπόμενος τότε Ἀλεξάνδρῳ τοὺς μετὰ σφῶν διώκοντας Δαρεῖον, ὡς ἐπὶ φάραγγί τινι ἐν τῇ διώξει ἐγένοντο, ἐπὶ τῶν νεκρῶν διαβῆναι τὴν φάραγγα.
在波斯人中阵亡的有阿尔萨梅斯、雷奥米特雷斯和阿提居埃斯,他们曾是在格拉尼库斯河战役中指挥骑兵的将领;埃及总督萨瓦凯斯以及波斯显贵布巴凯斯亦战死沙场。其余阵亡人员约达十万人,其中包括一万余名骑兵,以至于当时随同亚历山大作战的拉戈斯之子托勒密记述道,与他们一同追击大流士的人在追击中遇到一处峡谷时,是踏着尸体越过那座峡谷的。
τό τε στρατόπεδον τὸ Δαρείου εὐθὺς ἐξ ἐφόδου ἑάλω καὶ ἡ μήτηρ καὶ ἡ γυνή, αὐτὴ δὲ καὶ ἀδελφὴ Δαρείου, καὶ υἱὸς Δαρείου νήπιος· καὶ θυγατέρες δύο ἑάλωσαν καὶ ἄλλαι ἀμφʼ αὐτὰς Περσῶν τῶν ὁμοτίμων γυναῖκες οὐ πολλαί. οἱ γὰρ ἄλλοι Πέρσαι τὰς γυναῖκας σφῶν ξὺν τῇ ἄλλῃ κατασκευῇ ἐς Δαμασκὸν ἔτυχον ἐσταλκότες· ἐπεὶ καὶ Δαρεῖος τῶν τε χρημάτων τὰ πολλὰ καὶ ὅσα ἄλλα μεγάλῳ βασιλεῖ ἐς πολυτελῆ δίαιταν καὶ στρατευομένῳ ὅμως συνέπεται πεπόμφει ἐς Δαμασκόν, ὥστε ἐν τῷ στρατεύματι οὐ πλείονα ἢ τρισχίλια τάλαντα ἑάλω. ἀλλὰ καὶ τὰ ἐν Δαμασκῷ χρήματα ὀλίγον ὕστερον ἑάλω ὑπὸ Παρμενίωνος ἐπʼ αὐτὸ τοῦτο σταλέντος. τοῦτο τὸ τέλος τῇ μάχῃ ἐκείνῃ ἐγένετο ἐπὶ ἄρχοντος Ἀθηναίοις Νικοκράτους μηνὸς Μαιμακτηρῶνος.
大流士的营寨在初次强攻之下即告陷落,其母、其妻——她亦是大流士之妹——以及幼子均被俘获;两个女儿亦被擒获,随侍身边的波斯贵族妇人亦有少数被俘。因为其他波斯人已先将自己的妻子与其余行装送往大马士革;况且大流士亦将大部分资财以及大王即便出征时仍为奢华起居而随带的一切物品送往了大马士革,因此在军营中所获钱财仅三千塔兰同。然而在大马士革的资财,不久之后亦被为此专程遣派的帕梅尼奥所缴获。该场战役便在雅典执政官尼科克拉特斯任期内的麦玛克特利翁月以这般结局落幕。
- 2.11.1αἱ ἀπὸ τοῦ δεξιοῦ κέρως τάξεις, τετραμμένους ἤδη τοὺς κατὰ σφᾶς τῶν Περσῶν ὁρῶντες, ἐπὶ τοὺς ξένους τε τοὺς μισθοφόρους τοὺς Δαρείου καὶ τὸ πονούμενον σφῶν ἐπικάμψαντες
语法主语为阴性名词 αἱ τάξεις,而分词 ὁρῶντες 与 ἐπικάμψαντες 却用阳性复数,属于依意合一(constructio ad sensum),呼应组成各编制部队的作战士兵。介词 ἐπί 同时统辖由 τε ... καί 连接的 τοὺς ξένους... 与名词化分词短语 τὸ πονούμενον σφῶν(己方受困受创的部队),表 ἐπικάμψαντες 的转向目标。
- 2.11.4εὐθὺς ὡς εἶχεν
短语 ὡς εἶχεν 为习用表达,意为“依其当时所处之状”或“原样不变”;与前面的 εὐθύς 连用,表明大流士未作任何重新整饬,径直依其在战车上的原有态势立即仓皇逃遁。
- 2.11.5ἀφείλετο αὐτὸν τὸ πρὸς Ἀλεξάνδρου ἁλῶναι
动词 ἀφαιρέομαι(剥夺、夺去)接双宾格,分别表示被剥夺的人与被剥夺的事物。此处人称宾格为 αὐτόν(他),事由宾格为定冠词不定式短语 τὸ πρὸς Ἀλεξάνδρου ἁλῶναι(被亚历山大俘获),全句意为“夜色夺去了他被亚历山大俘获之可能”,即黑夜阻碍了亚历山大将其生擒。
