- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:2.13.1-2.13.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
大流士收拢残部向幼发拉底河溃退,叛逃希腊指挥官逃往埃及;斯巴达王阿吉斯向波斯舰队请求战费与援兵,而亚历山大进军腓尼基并接受阿拉杜斯等地的归降。
Δαρεῖος δὲ τὴν μὲν νύκτα ξὺν ὀλίγοις τοῖς ἀμφʼ αὐτὸν ἔφυγε, τῇ δὲ ἡμέρᾳ ἀναλαμβάνων ἀεὶ τῶν τε Περσῶν τοὺς διασωθέντας ἐκ τῆς μάχης καὶ τῶν ξένων τῶν μισθοφόρων, ἐς τετρακισχιλίους ἔχων τοὺς πάντας, ὡς ἐπὶ Θάψακόν τε πόλιν καὶ τὸν Εὐφράτην ποταμὸν σπουδῇ ἤλαυνεν, ὡς τάχιστα μέσον αὑτοῦ τε καὶ Ἀλεξάνδρου τὸν Εὐφράτην ποιῆσαι.1
大流士夜间仅率随侍左右的少数人逃脱,白昼则不断收容从战役中逃生的波斯军及外国雇佣军,总计率领约四千人,向着萨普萨库斯城和幼发拉底河疾驰而去,以便尽快使幼发拉底河横亘于自己与亚历山大之间。
Ἀμύντας δὲ ὁ Ἀντιόχου καὶ Θυμώνδας ὁ Μέντορος καὶ Ἀριστομήδης ὁ Φεραῖος καὶ Βιάνωρ ὁ Ἀκαρνάν, ξυμπάντες οὗτοι αὐτόμολοι, μετὰ τῶν ἀμφʼ αὐτοὺς στρατιωτῶν ὡς ὀκτακισχιλίων εὐθὺς ὡς τεταγμένοι ἦσαν2 κατὰ τὰ ὄρη φεύγοντες ἀφίκοντο ἐς Τρίπολιν τῆς Φοινίκης·
安提阿库斯之子阿敏塔斯、门托尔之子梯蒙达斯、费赖的阿里斯托墨得斯以及阿卡纳尼亚的比亚诺尔——这几位皆是逃亡投敌者——率领其麾下约八千名士兵,在保持列阵的状态下直接穿越山区逃亡,抵达了腓尼基的特里波利斯。
καὶ ἐνταῦθα καταλαβόντες τὰς ναῦς νενεωλκημένας ἐφʼ ὧν πρόσθεν ἐκ Λέσβου διακεκομισμένοι ἦσαν, τούτων ὅσαι μὲν ἱκαναί σφισιν ἐς τὴν κομιδὴν ἐδόκουν, ταύτας καθελκύσαντες, τὰς δὲ ἄλλας αὐτοῦ ἐν τοῖς νεωρίοις κατακαύσαντες, ὡς μὴ παρασχεῖν ταχεῖαν σφῶν τὴν δίωξιν, ἐπὶ Κύπρου ἔφευγον καὶ ἐκεῖθεν εἰς Αἴγυπτον, ἵναπερ ὀλίγον ὕστερον πολυπραγμονῶν τι Ἀμύντας ἀποθνήσκει ὑπὸ τῶν ἐγχωρίων.
他们在那里找到了早先从莱斯博斯渡海时拖拉上岸的船只,将其中他们认为足敷运送之用的船只推入水中,其余的则就地在船坞内焚毁,以防受到迅速追击;随后他们逃往塞浦路斯,又从那里前往埃及。不久之后,阿敏塔斯在当地因从事图谋活动而被土著人杀害。
Φαρνάβαζος δὲ καὶ Αὐτοφραδάτης τέως μὲν περὶ τὴν Χίον διέτριβον· καταστήσαντες δὲ φρουρὰν τῆς Χίου τὰς μέν τινας τῶν νεῶν ἐς Κῶν καὶ Ἁλικαρνασσὸν ἔστειλαν, αὐτοὶ δὲ ἑκατὸν ναυσὶ ταῖς ἄριστα πλεούσαις ἀναγαγόμενοι ἐς Σίφνον κατέσχον. καὶ παρʼ αὐτοὺς ἀφικνεῖται Ἆγις ὁ Λακεδαιμονίων βασιλεὺς ἐπὶ μιᾶς τριήρους, χρήματά τε αἰτήσων ἐς τὸν πόλεμον καὶ δύναμιν ναυτικήν τε καὶ πεζικὴν ὅσην πλείστην ἀξιώσων συμπέμψαι οἱ ἐς τὴν Πελοπόννησον.
法那巴佐斯与奥托弗拉达特斯此前有一段时间在希俄斯一带逗留;他们在希俄斯留设卫戍部队后,派遣部分船只前往科斯和哈利卡尔那索斯,自己则率领一百艘航速最佳的战船出航,停靠在锡夫诺斯岛。斯巴达王阿吉斯单乘一艘三列桨座战船前来与他们会面,既为求取战费,亦请求为他尽可能多地派遣海军与陆军随他前往伯罗奔尼撒。
καὶ ἐν τούτῳ ἀγγελία αὐτοῖς ἔρχεται τῆς μάχης τῆς πρὸς Ἰσσῷ γενομένης. ἐκπλαγέντες δὲ πρὸς τὰ ἐξαγγελθέντα Φαρνάβαζος μὲν σὺν δώδεκα τριήρεσι καὶ τῶν μισθοφόρων ξένων ξὺν χιλίοις καὶ πεντακοσίοις ἐπὶ Χίου ἐστάλη, δείσας μή τι πρὸς τὴν ἀγγελίαν τῆς ἥττης οἱ Χῖοι νεωτερίσωσιν.
正在此时,伊苏斯战役的消息传到了他们那里。法那巴佐斯闻报大惊,率领十二艘三列桨座战船和一千五百名外国雇佣军赶往希俄斯,唯恐希俄斯人闻败讯而图谋生变。
Ἆγις δὲ παρʼ Αὐτοφραδάτου τάλαντα ἀργυρίου λαβὼν τριάκοντα καὶ τριήρεις δέκα, ταύτας μὲν Ἱππίαν ἄξοντα ἀποστέλλει παρὰ τὸν ἀδελφὸν τὸν αὑτοῦ Ἀγησίλαον ἐπὶ Ταίναρον· καὶ παραγγέλλειν ἐκέλευσεν Ἀγησιλάῳ, διδόντα τοῖς ναύταις ἐντελῆ τὸν μισθὸν πλεῖν τὴν ταχίστην3 ἐπὶ Κρήτης, ὡς τὰ ἐκεῖ καταστησόμενον. αὐτὸς δὲ τότε μὲν αὐτοῦ ἐν ταῖς νήσοις ὑπέμενεν, ὕστερον δὲ εἰς Ἁλικαρνασσὸν παρʼ Αὐτοφραδάτην ἀφίκετο.
阿吉斯从奥托弗拉达特斯处获得三十塔兰同白银及十艘三列桨座战船,便派希庇亚斯率领这些战船前往泰纳伦其弟阿格西劳斯处;并吩咐他转告阿格西劳斯,向水手全额发放饷银后尽快起航前往克里特,以平定当地局势。他本人当时留在当地诸岛,随后才前往哈利卡尔那索斯与奥托弗拉达特斯会合。
Ἀλέξανδρος δὲ σατράπην μὲν Συρίᾳ τῇ κοιλῇ Μένωνα τὸν Κερδίμμα ἐπέταξε δοὺς αὐτῷ εἰς φυλακὴν τῆς χώρας τοὺς τῶν ξυμμάχων ἱππέας, αὐτὸς δὲ ἐπὶ Φοινίκης ᾔει. καὶ ἀπαντᾷ αὐτῷ κατὰ τὴν ὁδὸν Στράτων ὁ Γηροστράτου παῖς τοῦ Ἀραδίων τε καὶ τῶν Ἀράδῳ προσοίκων βασιλέως· ὁ δὲ Γηρόστρατος αὐτὸς μετʼ Αὐτοφραδάτου ἔπλει ἐπὶ τῶν νεῶν, καὶ οἱ ἄλλοι οἵ τε τῶν Φοινίκων καὶ οἱ τῶν Κυπρίων βασιλεῖς καὶ αὐτοὶ Αὐτοφραδάτῃ ξυνέπλεον.
亚历山大任命凯尔丁马斯之子墨农为柯里叙利亚总督,拨给他同盟骑兵以防守该地区,自己则向腓尼基进发。途中阿拉杜斯及阿拉杜斯周边地区之王格罗斯特拉托斯之子斯特拉顿前来迎接;格罗斯特拉托斯本人正随奥托弗拉达特斯在舰队上航行,腓尼基与塞浦路斯的其他诸王亦与奥托弗拉达特斯同行。
Στράτων δὲ Ἀλεξάνδρῳ ἐντυχὼν στεφανοῖ χρυσῷ στεφάνῳ αὐτὸν καὶ τήν τε Ἄραδον αὐτῷ τὴν νῆσον καὶ τὴν Μάραθον τὴν καταντικρὺ τῆς Ἀράδου ἐν τῇ ἠπείρῳ ᾠκισμένην, πόλιν μεγάλην καὶ εὐδαίμονα, καὶ Σιγῶνα καὶ Μαριάμμην πόλιν καὶ τἆλλα ὅσα τῆς σφῶν ἐπικρατείας ἐνδίδωσιν.
斯特拉顿会见亚历山大后,为他献上金冠,并将阿拉杜斯岛、阿拉杜斯正对面大陆上那座繁荣的大城马拉图斯,以及西贡城、玛利亚梅城与他们领地内的其他全部地区尽皆奉献。
- 2.13.1μέσον αὑτοῦ τε καὶ Ἀλεξάνδρου τὸν Εὐφράτην ποιῆσαι
双宾格(述语宾格)结构,τὸν Εὐφράτην 为直接宾语,μέσον 为宾语补足语,意为“使幼发拉底河置于自身与亚历山大之间”。
- 2.13.2εὐθὺς ὡς τεταγμένοι ἦσαν
连词 ὡς 与过去完成时被动语态 τεταγμένοι ἦσαν 连用,作方式比较解(“正如……”),意为“就按他们原本整列好的阵形立即(撤退)”。虽然在语法上亦可理解为时间从句“一……就……”,但在军事撤退的语境中,理解为未打乱队列、保持建制撤离更为恰当。
- 2.13.6παραγγέλλειν ἐκέλευσεν Ἀγησιλάῳ, διδόντα τοῖς ναύταις ἐντελῆ τὸν μισθὸν πλεῖν τὴν ταχίστην
主动词 ἐκέλευσεν 省略了动作承受者(宾格的信使希庇亚斯),即命其向阿格西劳斯(与格 Ἀγησιλάῳ)传令(παραγγέλλειν)。随后的不定式 πλεῖν 的逻辑主语并没有与与格的 Ἀγησιλάῳ 一致,而是以宾格分词 διδόντα(以及后文的 καταστησόμενον)呈现,体现了间接引语中不定式主语转向宾格的常见希腊语构文现象。
