- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.29.1-1.29.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大与凯莱奈卫城守军达成限期投降协议,随后进军戈尔迪昂与帕梅尼奥及增援部队会合,并驳回了雅典使团释放战俘的请求。
ἐντεῦθεν δὲ ᾔει ἐπὶ Φρυγίας παρὰ τὴν λίμνην, ᾗ ὄνομα Ἀσκανία, ἐν ᾗ ἅλες πήγνυνται αὐτόματοι, καὶ τούτοις χρῶνται οἱ ἐπιχώριοι οὐδὲ θαλάσσης τι ἐπὶ τούτῳ δέονται· καὶ ἀφικνεῖται ἐς Κελαινὰς πεμπταῖος. ἐν δὲ ταῖς Κελαιναῖς ἄκρα ἦν πάντῃ ἀπότομος, καὶ ταύτην φυλακὴ κατεῖχεν ἐκ τοῦ σατράπου τῆς Φρυγίας Κᾶρες μὲν χίλιοι, Ἕλληνες δὲ μισθοφόροι ἑκατόν.
从那里起,他沿着名为阿斯卡尼亚的湖泊向弗里吉亚进军。该湖的盐分自然凝结,当地居民取而用之,在这方面全无取资于大海的需要;他在第五天抵达凯莱奈。在凯莱奈有一座四面陡峭的卫城,弗里吉亚总督派来的一支守军据守该处,其中包括一千名卡里亚人和一百名希腊雇佣兵。
καὶ οὗτοι πρεσβεύονται παρʼ Ἀλέξανδρον, ἐπαγγελλόμενοι, εἰ μὴ ἀφίκοιτό σφισι βοήθεια ἐν ἡμέρᾳ ᾗ ξυνέκειτο, φράσαντες τὴν ἡμέραν,ὅτι παραδώσουσι τὸ χωρίον. καὶ ἔδοξε ταῦτα Ἀλεξάνδρῳ ὠφελιμώτερα ἢ πολιορκεῖν ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν.1
这些人向亚历山大派来使者,承诺如果在约定之日——他们指明了具体日期——尚无援军赶到,便献出要塞。亚历山大认为接受此议比起围攻一座四面难以逼近的卫城更为有利。
πρὸς μὲν δὴ ταῖς Κελαιναῖς φυλακὴν καταλείπει στρατιώτας ἐς χιλίους καὶ πεντακοσίους. μείνας δὲ αὐτοῦ ἡμέρας δέκα καὶ σατράπην ἀποδείξας Φρυγίας Ἀντίγονον τὸν Φιλίππου, ἐπὶ δὲ τοὺς συμμάχους ἀντʼ ἐκείνου στρατηγὸν Βάλακρον τὸν Ἀμύντου ἐπιτάξας, αὐτὸς ἐπὶ Γορδίου ἐστέλλετο. καὶ Παρμενίωνι ἐπέστειλεν, ἄγοντα ἅμα οἷ τὴν δύναμιν ἐκεῖσε ἀπαντᾶν·2 καὶ ἀπήντα ξὺν τῇ δυνάμει Παρμενίων.
于是,他在凯莱奈留下一支约一千五百名士兵的守军。他在当地停留了十天,任命腓力之子安提柯为弗里吉亚总督,并任命阿明塔斯之子巴拉克罗斯接替其指挥同盟军,随后自己向戈尔迪昂进发。他还传令帕梅尼奥率所领大军前来该地会合;帕梅尼奥遂率军来会。
καὶ οἱ νεόγαμοι δὲ οἱ ἐπὶ Μακεδονίας σταλέντες εἰς Γόρδιον ἧκον καὶ ξὺν αὐτοῖς ἄλλη στρατιὰ καταλεχθεῖσα, ἣν ἦγε Πτολεμαῖός τε ὁ Σελεύκου καὶ Κοῖνος ὁ Πολεμοκράτους καὶ Μελέαγρος ὁ Νεοπτολέμου, πεζοὶ μὲν Μακεδόνες τρισχίλιοι, ἱππεῖς δὲ ἐς τριακοσίους καὶ Θεσσαλῶν ἱππεῖς διακόσιοι, Ἠλείων δὲ ἑκατὸν καὶ πεντήκοντα, ὧν ἡγεῖτο Ἀλκίας Ἠλεῖος.
先前被遣送回马其顿的新婚士兵们也抵达了戈尔迪昂,随行还有一支新征集的大军,由塞琉古之子托勒密、波勒摩克拉忒斯之子科伊诺斯以及涅俄普托勒摩斯之子梅列阿格罗斯统领,计有马其顿步兵三千人、骑兵约三百人、色萨利骑兵二百人,以及厄利斯骑兵一百五十人,由厄利斯人阿尔基亚斯率领。
τὸ δὲ Γόρδιον ἔστι μὲν τῆς Φρυγίας τῆς ἐφʼ Ἑλλησπόντου, κεῖται δὲ ἐπὶ τοῦ Σαγγαρίου ποταμοῦ· τοῦ δὲ Σαγγαρίου αἱ μὲν πηγαὶ ἐκ Φρυγίας εἰσίν, αὐτὸς δὲ διὰ τῆς Θρᾳκῶν τῶν Βιθυνῶν χώρας ἐξίησιν ἐς τὸν Εὔξεινον πόντον. ἐνταῦθα καὶ Ἀθηναίων πρεσβεία παρʼ Ἀλέξανδρον ἀφίκετο, δεόμενοι3 Ἀλεξάνδρου ἀφεῖναί σφισι τοὺς αἰχμαλώτους, οἳ ἐπὶ Γρανίκῳ ποταμῷ ἐλήφθησαν Ἀθηναίων ξυστρατευόμενοι τοῖς Πέρσαις καὶ τότε ἐν Μακεδονίᾳ ξὺν τοῖς δισχιλίοις δεδεμένοι ἦσαν· καὶ ὑπὲρ αὐτῶν ἄπρακτοι ἐν τῷ τότε ἀπῆλθον. οὐ γὰρ ἐδόκει ἀσφαλὲς εἶναι Ἀλεξάνδρῳ ἔτι ξυνεστῶτος τοῦ πρὸς τὸν Πέρσην πολέμου ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν,4 ὅσοι ἐναντία τῇ Ἑλλάδι στρατεύεσθαι ὑπὲρ τῶν βαρβάρων οὐκ ἀπηξίωσαν· ἀλλʼ ἀποκρίνεται, ἐπειδὰν τὰ παρόντα καλῶς γένηται, τότε ἥκειν ὑπὲρ τῶν αὐτῶν πρεσβευομένους.
戈尔迪昂属于赫勒斯滂弗里吉亚,坐落于桑加里俄斯河畔;桑加里俄斯河发源于弗里吉亚,穿过比提尼亚色雷斯人的疆土注入欧克辛海。在那里,雅典人的使团亦来到亚历山大面前,请求亚历山大释放那些在格拉尼库斯河战役中追随波斯人作战而被俘、此时正与那两千人一同被拘押在马其顿的雅典战俘;然而关于这些俘虏,使团在当时徒劳而返。盖因亚历山大认为,在对波斯人的战争仍在持续之际,对那些竟甘愿为蛮族效力而与希腊为敌的希腊人放松威慑,并非稳妥之举;他遂答复道,待当前事务圆满解决之后,他们再就此事出使前来。
- 1.29.2ἄπορον πάντῃ προσφέρεσθαι τὴν ἄκραν
不定式 προσφέρεσθαι(接近、攻逼)充当形容词 ἄπορον(难以通行的、攻不破的)的说明性/限制性修饰语。整个结构接在比较级 ὠφελιμώτερα ἢ 之后,πολιορκεῖν 的宾语为 τὴν ἄκραν,而 ἄπορον πάντῃ προσφέρεσθαι 作为宾语的同位修饰成分,意为“围攻一座四面难以逼近的卫城”。
- 1.29.3ἄγοντα ἅμα οἷ τὴν δύναμιν ἐκεῖσε ἀπαντᾶν
动词 ἐπέστειλεν 虽然支配与格间接宾语 Παρμενίωνι,但修饰不定式 ἀπαντᾶν 的逻辑主语的分词 ἄγοντα 却采用了宾格。这是含有命令动词的不定式结构中常见的格转移现象,即不定式动作的主体在语法上被置于宾格位置。
- 1.29.5Ἀθηναίων πρεσβεία... δεόμενοι
集合名词 πρεσβεία(使节团)为阴性单数,而分词 δεόμενοι 却采用了阳性复数主格。这是典型的按意义一致(constructio ad sensum / synesis),实际指代构成使节团的使者们。
- 1.29.6ἀνεῖναί τι τοῦ φόβου τοῖς Ἕλλησιν
τοῦ φόβου 充当不定代词宾格中性单数 τι 的部分属格,短语含义为“对……放松些许威慑/恐惧”。与格 τοῖς Ἕλλησιν 则作为利益/关系与格,指示威慑所针对的对象。
