- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.9.1-1.9.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
阿里安将底比斯的猝然覆灭与西西里远征、留克特拉之战等希腊历史上的重大灾难进行对比,指出此事的震骇程度及其被视作神谴的渊源,并记述了盟邦摧毁城邑、奴役军民的决议以及因敬重品达而给予的特例。
καὶ πάθος τοῦτο Ἑλληνικὸν μεγέθει τε τῆς ἁλούσης πόλεως καὶ ὀξύτητι τοὺς παθόντας καὶ τοὺς δράσαντας, οὐ μεῖόν τι τοὺς ἄλλους Ἕλληνας ἢ καὶ αὐτοὺς τοὺς μετασχόντας τοῦ ἔργου ἐξέπληξε.1
这场希腊的惨祸,由于被攻陷城邑的规模之大及其进程的迅猛,不仅震惊了受害者与施害者,更在其他希腊人中引起了丝毫不亚于直接参与行动者的震骇。
τὰ μὲν γὰρ περὶ Σικελίαν Ἀθηναίοις ξυνενεχθέντα, εἰ καὶ πλήθει τῶν ἀπολομένων οὐ μείονα τὴν ξυμφορὰν τῇ πόλει ἤνεγκεν, ἀλλὰ τῷ τε πόρρω ἀπὸ τῆς οἰκείας διαφθαρῆναι αὐτοῖς τὸν στρατόν, καὶ τὸν πολὺν ξυμμαχικὸν μᾶλλον ἢ οἰκεῖον ὄντα, καὶ τῷ τὴν πόλιν αὐτοῖς περιλειφθῆναι, ὡς καὶ ἐς ὕστερον ἐπὶ πολὺ τῷ πολέμῳ ἀντισχεῖν Λακεδαιμονίοις τε καὶ τοῖς ξυμμάχοις καὶ μεγάλῳ βασιλεῖ πολεμοῦντας, οὔτε αὐτοῖς τοῖς παθοῦσιν ἴσην τὴν αἴσθησιν τῆς ξυμφορᾶς προσέθηκεν, οὔτε τοῖς ἄλλοις Ἕλλησιν τὴν ἐπὶ τῷ πάθει ἔκπληξιν ὁμοίαν παρέσχε.
因为雅典人在西西里所遭遇的不幸,纵然就阵亡人数而言给城邦带来的灾祸并不稍逊,但由于他们的军队是在远离故土之处被全歼,且其中大半是同盟军而非本邦人,更由于他们的城邦本身得以保全,以至于后来在与拉刻代蒙人及其盟友以及波斯大王作战时,他们还能在战争中长期坚持抵抗,因此这既未给受难者自身带来同等深重的灾难感,亦未在其他希腊人中引起类似的震惊。
καὶ τὸ ἐν Αἰγὸς ποταμοῖς αὖθις Ἀθηναίων πταῖσμα ναυτικόν τε ἦν καὶ ἡ πόλις οὐδὲν ἄλλο ὅτι μὴ τῶν μακρῶν τειχῶν καθαιρέσει2 καὶ νεῶν τῶν πολλῶν παραδόσει καὶ στερήσει τῆς ἀρχῆς ἐς ταπεινότητα ἀφικομένη τό τε σχῆμα τὸ πάτριον ὅμως ἐφύλαξε καὶ τὴν δύναμιν οὐ διὰ μακροῦ τὴν πάλαι ἀνέλαβεν, ὡς τά τε μακρὰ τείχη ἐκτειχίσαι καὶ τῆς θαλάσσης αὖθις ἐπικρατῆσαι καὶ, τοὺς τότε φοβερούς σφισι Λακεδαιμονίους καὶ παρʼ ὀλίγον ἐλθόντας ἀφανίσαι τὴν πόλιν αὐτοὺς ἐν τῷ μέρει ἐκ τῶν ἐσχάτων κινδύνων διασώσασθαι.
此外,雅典人后来在埃戈斯波塔莫伊的惨败乃是一场海战,城邦除了拆除长墙、交出大部分战船并丧失霸权而陷入低谷之外,并未遭受其他厄运;她仍然保留了祖传的政体,并在不久之后重新恢复了昔日的强盛,乃至重建了长墙,重新掌握了海上霸权,并反过来将拉刻代蒙人从最绝望的险境中拯救出来——而拉刻代蒙人当年曾令他们闻风丧胆,且一度险些将雅典彻底抹除。
Λακεδαιμονίων τε αὖ τὸ κατὰ Λεῦκτρα καὶ Μαντίνειαν πταῖσμα τῷ παραλόγῳ μᾶλλόν τι τῆς ξυμφορᾶς ἢ τῷ πλήθει τῶν [τε] ἀπολομένων τοὺς Λακεδαιμονίους ἐξέπληξεν· ἥ τε ξὺν Ἐπαμεινώνδᾳ Βοιωτῶν καὶ Ἀρκάδων γενομένη προσβολὴ πρὸς τὴν Σπάρτην καὶ αὐτὴ τῷ ἀήθει τῆς ὄψεως μᾶλλον ἢ τῇ ἀκριβείᾳ τοῦ κινδύνου αὐτούς τε τοὺς Λακεδαιμονίους καὶ τοὺς ξυμμετασχόντας αὐτοῖς τῶν τότε πραγμάτων ἐφόβησεν.
至于拉刻代蒙人在留克特拉和曼提尼亚的失败,与其说是因阵亡人数之多,不如说是因这一灾难的猝不及防而令拉刻代蒙人惊骇万分;伊帕密浓达率领维奥蒂亚人和阿卡迪亚人对斯巴达发起的进击,与其说是因实际的危险,不如说是因那旷古未见的景象而令拉刻代蒙人自身以及当时与其共进退的盟友恐惧战栗。
ἡ δὲ δὴ Πλαταιῶν ἅλωσις τῆς πόλεως τῇ σμικρότητι... τῶν ἐγκαταληφθέντων, ὅτι οἱ πολλοὶ αὐτῶν διαπεφεύγεσαν πάλαι ἐς τὰς Ἀθήνας, οὐ μέγα πάθημα ἐγένετο. καὶ ἡ Μήλου καὶ Σκιώνης ἅλωσις, νησιωτικά τι προσέβαλεν ἢ ἐς τὸ ξύμπαν Ἑλληνικὸν μέγαν τὸν παράλογον παρέσχε.
而普拉泰亚城的沦陷,由于其城池狭小……至于城内被困者,由于他们〔普拉泰亚人〕中的大多数早已逃往雅典,因而并未成为一场巨大的惨祸。至于米洛斯和斯基奥内的陷落,不过是海岛上的局部事变,并未给全希腊带来巨大的惊骇。
Θηβαίοις δὲ τὰ τῆς ἀποστάσεως ὀξέα καὶ ξὺν οὐδενὶ λογισμῷ γενόμενα, καὶ ἡ ἅλωσις διʼ ὀλίγου τε καὶ οὐ ξὺν πόνῳ τῶν ἑλόντων ξυνενεχθεῖσα, καὶ ὁ φόνος ὁ πολύς, οἷα δὴ ἐξ ὁμοφύλων τε καὶ παλαιὰς ἀπεχθείας ἐπεξιόντων, καὶ ὁ τῆς πόλεως παντελὴς ἀνδραποδισμός, δυνάμει τε καὶ δόξῃ ἐς τὰ πολέμια τῶν τότε προεχούσης ἐν τοῖς Ἕλλησιν, οὐκ ἔξω τοῦ εἰκότος ἐς μῆνιν τὴν ἀπὸ τοῦ θείου ἀνηνέχθη, ὡς τῆς τε ἐν τῷ Μηδικῷ πολέμῳ προδοσίας τῶν Ἑλλήνων διὰ μακροῦ ταύτην δίκην ἐκτίσαντας Θηβαίους,3 καὶ τῆς Πλαταιῶν ἔν τε ταῖς σπονδαῖς καταλήψεως καὶ τοῦ παντελοῦς ἀνδραποδισμοῦ τῆς πόλεως, καὶ τῆς τῶν παραδόντων σφᾶς Λακεδαιμονίους οὐχ Ἑλληνικῆς γενομένης διὰ Θηβαίους σφαγῆς, καὶ τοῦ χωρίου τῆς ἐρημώσεως, ἐν ὅτῳ οἱ Ἕλληνες παραταξάμενοι Μήδοις ἀπώσαντο τῆς Ἑλλάδος τὸν κίνδυνον, καὶ ὅτι Ἀθηναίους αὐτοὶ τῇ ψήφῳ ἀπώλλυον, ὅτε ὑπὲρ ἀνδραποδισμοῦ τῆς πόλεως γνώμη προὐτέθη ἐν τοῖς Λακεδαιμονίων ξυμμάχοις.
然而底比斯人的情况却截然不同:他们的叛乱发难仓猝且毫无谋略,城破迅速且攻城者未费吹灰之力,屠杀惨绝人寰——乃是由同族之人借机清算宿怨所致——再加上这一当时在希腊人中以力量与战功声名显赫的城邦遭受了彻彻底底的洗劫与奴役,这一切被归咎于神明的震怒,绝非不合情理:世人认为,这是底比斯人在漫长的岁月之后,终为自己在希波战争中背叛全希腊付出了代价;也是为了惩罚他们在停战协定期间强占普拉泰亚并将该城彻底奴役,惩罚因底比斯人之故导致向拉刻代蒙人投降者遭到灭绝人性的屠杀,惩罚那片希腊人曾列阵抗击波斯人并为希腊驱逐危难的圣地遭到荒废,更惩罚在拉刻代蒙盟邦就奴役雅典城进行表决时底比斯人曾投票主张毁灭雅典人。
ἐπεὶ καὶ πρὸ τῆς ξυμφορᾶς πολλὰ ἀπὸ τοῦ θείου ἐπισημῆναι ἐλέγετο, ἃ δὴ ἐν μὲν τῷ παραυτίκα ἠμελήθη, ὕστερον δὲ ἡ μνήμη αὐτὰ ἐς λογισμὸν τοῦ ἐκ πάλαι ἐπὶ τοῖς ξυνενεχθεῖσιν προσημανθῆναι ἀνήνεγκεν.
事实上,早在灾难发生之前,据说神明便已降下了诸多预兆,虽在当时被人们忽视,但事后追忆起来,皆被视为早已对所发生之事预先示警。
τοῖς δὲ μετασχοῦσι τοῦ ἔργου ξυμμάχοις, οἷς δὴ καὶ ἐπέτρεψεν Ἀλέξανδρος τὰ κατὰ τὰς Θήβας διαθεῖναι, τὴν μὲν Καδμείαν φρουρᾷ κατέχειν ἔδοξε, τὴν πόλιν δὲ κατασκάψαι ἐς ἔδαφος καὶ τὴν χώραν κατανεῖμαι τοῖς ξυμμάχοις, ὅση μὴ ἱερὰ αὐτῆς· παῖδας δὲ καὶ γυναῖκας καὶ ὅσοι ὑπελείποντο Θηβαίων, πλὴν τῶν ἱερέων τε καὶ ἱερειῶν καὶ ὅσοι ξένοι Φιλίππου ἢ Ἀλεξάνδρου ἢ ὅσοι πρόξενοι Μακεδόνων ἐγένοντο, ἀνδραποδίσαι.
而对于参与此次战事的盟军——亚历山大确实将处置底比斯事务的权力委托给了他们——他们决议派遣守军驻扎卡德梅亚,将全城夷为平地,并将土地除神圣土地之外尽数瓜分给盟军;将妇女、儿童以及所有幸存的底比斯人悉数变卖为奴,唯独豁免男女祭司、腓力或亚历山大的宾友,以及担任马其顿人代益邦人者。
καὶ τὴν Πινδάρου δὲ τοῦ ποιητοῦ οἰκίαν καὶ τοὺς ἀπογόνους τοῦ Πινδάρου λέγουσιν ὅτι διεφύλαξεν Ἀλέξανδρος αἰδοῖ τῇ Πινδάρου. ἐπὶ τούτοις Ὀρχόμενόν τε καὶ Πλαταιὰς ἀναστῆσαί τε καὶ τειχίσαι οἱ ξύμμαχοι ἔγνωσαν.
至于诗人品达的住宅及品达的后裔,据说亚历山大出于对品达的敬意而予以特意保全。在此之后,盟军又决定重建并为奥尔霍梅诺斯和普拉泰亚修筑城墙。
- 1.9.1τοὺς παθόντας καὶ τοὺς δράσαντας, οὐ μεῖόν τι τοὺς ἄλλους Ἕλληνας ἢ καὶ αὐτοὺς τοὺς μετασχόντας τοῦ ἔργου ἐξέπληξε
动词 ἐξέπληξε 的宾语首先是 τοὺς παθόντας καὶ τοὺς δράσαντας(受难者与施暴者),随后接续 οὐ μεῖόν τι... ἢ... 引导的扩展结构(“其他希腊人并不亚于实际参战者”),通过重叠累加的宾语排列方式,强化了这场惨剧在全希腊引起的普泛震撼。
- 1.9.3οὐδὲν ἄλλο ὅτι μὴ τῶν μακρῶν τειχῶν καθαιρέσει
短语 οὐδὲν ἄλλο ὅτι μή 属于固定惯用表达,相当于“除……之外别无”(等同于 εἰ μή)。此处与后文的表示方式或手段的与格 καθαιρέσει 等连用,用以限定雅典除了长墙被拆除、交出舰队等之外,并未遭遇彻底毁灭的命运。
- 1.9.7ὡς τῆς τε ἐν τῷ Μηδικῷ πολέμῳ προδοσίας τῶν Ἑλλήνων διὰ μακροῦ ταύτην δίκην ἐκτίσαντας Θηβαίους
连词 ὡς 引导宾格分词 ἐκτίσαντας 及其逻辑主语 Θηβαίους。这属于表示主观理由或世人见解(“认为底比斯人……付出了代价”)的绝对宾格结构(accusativus absolutus),进一步阐释前文 ἀνηνέχθη(“归咎于神怒”)的具体内容与原由。其下辖的属格短语(τῆς προδοσίας、τῆς καταλήψεως 等)皆为表示罪名或惩罚由来的属格(genitivus causae/criminis)。
