← 阿利安

亚历山大远征记

§1.8.1-1.8.8

突入城内与底比斯的陷落和屠城

佩尔狄卡斯等人擅自出击引发全面交战,马其顿军尾随溃退的底比斯人径直冲入城门破城,同盟希腊城邦部众随即对底比斯展开残暴屠杀。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.8.1

ἀλλὰ λέγει Πτολεμαῖος ὁ Λάγου, ὅτι Περδίκκας, προτεταγμένος τῆς φυλακῆς τοῦ στρατοπέδου σὺν τῇ αὐτοῦ τάξει καὶ τοῦ χάρακος τῶν πολεμίων οὐ πολὺ ἀφεστηκώς, οὐ προσμείνας παρʼ Ἀλεξάνδρου τὸ ἐς τὴν μάχην ξύνθημα αὐτὸς πρῶτος προσέμιξε τῷ χάρακι καὶ διασπάσας αὐτὸν ἐνέβαλεν ἐς τῶν Θηβαίων τὴν προφυλακήν.

然而拉戈斯之子托勒密记述道,佩尔狄卡斯当时率领本部驻扎在营地警戒哨的前方,且距离敌军的木栅不远,他并未等待亚历山大下达战斗信号,便自己率先冲向木栅,将其拆毁并突入底比斯人的前哨阵地。

§1.8.2

τούτῳ δὲ ἑπόμενος Ἀμύντας ὁ Ἀνδρομένους, ὅτι καὶ ξυντεταγμένος τῷ Περδίκκᾳ ἦν, ἐπήγαγε καὶ αὐτὸς τὴν αὑτοῦ τάξιν, ὡς εἶδε τὸν Περδίκκαν προεληλυθότα εἴσω τοῦ χάρακος. ταῦτα δὲ ἰδὼν Ἀλέξανδρος, ὡς μὴ μόνοι ἀποληφθέντες πρὸς τῶν Θηβαίων κινδυνεύσειαν, ἐπῆγε τὴν ἄλλην στρατιάν.

安德罗墨涅斯之子阿明塔斯紧随其后,因他本就与佩尔狄卡斯协同部署,一见佩尔狄卡斯已冲进木栅内,便也率领自己的战团跟进。亚历山大见此情景,为免他们孤立受困而被底比斯人置于险境,遂率其余全军压上。

§1.8.3

καὶ τοὺς μὲν τοξότας καὶ τοὺς Ἀγριᾶνας ἐκδραμεῖν ἐσήμηνεν εἴσω τοῦ χάρακος, τὸ δὲ ἄγημά τε καὶ τοὺς ὑπασπιστὰς ἔτι ἔξω κατεῖχεν. ἔνθα δὴ Περδίκκας [μὲν] τοῦ δευτέρου χάρακος εἴσω παρελθεῖν βιαζόμενος αὐτὸς μὲν βληθεὶς πίπτει αὐτοῦ καὶ ἀποκομίζεται κακῶς ἔχων ἐπὶ τὸ στρατόπεδον, καὶ χαλεπῶς διεσώθη ἀπὸ τοῦ τραύματος· τοὺς μέντοι Θηβαίους ἐς τὴν κοίλην ὁδὸν τὴν κατὰ τὸ Ἡράκλειον φέρουσαν οἱ ἅμα αὐτῷ εἰσπεσόντες ὁμοῦ τοῖς παρʼ Ἀλεξάνδρου τοξόταις συνέκλεισαν.

他下令弓箭手和阿格里安兵向木栅内突击,而将精锐卫队和持盾卫队依然留置在外。此时佩尔狄卡斯强行向第二重木栅内突进,自己被击中而当场倒地,伤势沉重被抬回营地,九死一生方才幸免于难;然而随他一同杀入的部众与亚历山大派来的弓箭手汇合,将底比斯人逼退并合围于通往赫拉克勒斯神庙的凹道中。

§1.8.4

καὶ ἔστε μὲν πρὸς τὸ Ἡράκλειον ἀναχωροῦσιν εἵποντο τοῖς Θηβαίοις, ἐντεῦθεν δὲ ἐπιστρεψάντων αὖθις σὺν βοῇ τῶν Θηβαίων φυγὴ τῶν Μακεδόνων γίγνεται· καὶ Εὐρυβώτας τε ὁ Κρὴς πίπτει ὁ τοξάρχης καὶ αὐτῶν τῶν τοξοτῶν ἐς ἑβδομήκοντα· οἱ δὲ λοιποὶ κατέφυγον πρὸς τὸ ἄγημα τὸ τῶν Μακεδόνων καὶ τοὺς ὑπασπιστὰς τοὺς βασιλικούς.

起初,当底比斯人向赫拉克勒斯神庙退却时,他们一直紧追不舍;但当底比斯人从那里高呼着猛然杀回时,马其顿军便陷入了溃败。克里特人、弓箭手指挥官欧律博塔斯阵亡,弓箭手自身亦折损约七十人;其余的人则逃往马其顿精锐卫队及皇家持盾卫队处寻求庇护。

§1.8.5

κἀν τούτῳ Ἀλέξανδρος τοὺς μὲν αὑτοῦ φεύγοντας κατιδών, τοὺς Θηβαίους δὲ λελυκότας ἐν τῇ διώξει τὴν τάξιν, ἐμβάλλει ἐς αὐτοὺς συντεταγμένῃ τῇ φάλαγγι· οἱ δὲ ὠθοῦσι τοὺς Θηβαίους εἴσω τῶν πυλῶν· καὶ τοῖς Θηβαίοις ἐς τοσόνδε ἡ φυγὴ φοβερὰ ἐγίγνετο, ὥστε διὰ τῶν πυλῶν ὠθούμενοι ἐς τὴν πόλιν οὐκ ἔφθησαν συγκλεῖσαι1 τὰς πύλας. ἀλλὰ συνεσπίπτουσι γὰρ2 αὐτοῖς εἴσω τοῦ τείχους ὅσοι τῶν Μακεδόνων ἐγγὺς φευγόντων εἴχοντο,3 ἅτε καὶ τῶν τειχῶν διὰ προφυλακὰς τὰς πολλὰς ἐρήμων ὄντων.

在此关键时刻,亚历山大见己方士兵溃退,而底比斯人在追击中打乱了阵型,遂率严整的方阵向他们发起猛攻。他们将底比斯人推挤逼入城门之内;而对底比斯人来说,这场溃逃变得如此惊恐万状,以至于当他们被推挤着穿过城门退入城内时,竟来不及关上城门。事实上,紧追着溃逃敌军的马其顿人与他们一同冲进了城墙之内,况且城墙也因抽调大量前哨兵力而防守空虚。

§1.8.6

καὶ παρελθόντες ἐς τὴν Καδμείαν οἱ μὲν ἐκεῖθεν κατὰ τὸ Ἀμφεῖον σὺν τοῖς κατέχουσι τὴν Καδμείαν ἐξέβαινον ἐς τὴν ἄλλην πόλιν, οἱ δὲ κατὰ τὰ τείχη, ἐχόμενα ἤδη πρὸς τῶν συνεισπεσόντων τοῖς φεύγουσιν, ὑπερβάντες ἐς τὴν ἀγορὰν δρόμῳ ἐφέροντο.

进入卡德梅亚的士兵中,一部分与驻守卡德梅亚的守军一起从该处经由安菲翁圣所下到底比斯城其余区域,另一部分则翻越已被随溃兵杀入者所控制的城墙,疾奔向广场。

§1.8.7

καὶ ὀλίγον μέν τινα χρόνον ἔμειναν οἱ τεταγμένοι τῶν Θηβαίων κατὰ τὸ Ἀμφεῖον· ὡς δὲ πανταχόθεν αὐτοῖς οἱ Μακεδόνες καὶ Ἀλέξανδρος ἄλλοτε ἄλλῃ ἐπιφαινόμενος προσέκειντο, οἱ μὲν ἱππεῖς τῶν Θηβαίων διεκπεσόντες διὰ τῆς πόλεως ἐς τὸ πεδίον ἐξέπιπτον, οἱ δὲ πεζοὶ ὡς ἑκάστοις προὐχώρει ἐσώζοντο.

在安菲翁一带列阵的底比斯兵支撑了片刻;但当马其顿人从四面八方逼近,亚历山大亦在各处频频现身猛攻时,底比斯骑兵穿过城区逃向平原,步兵则各自竭力逃命。

§1.8.8

ἔνθα δὴ ὀργῇ οὐχ οὕτως τι οἱ Μακεδόνες, ἀλλὰ Φωκεῖς τε καὶ Πλαταιεῖς καὶ οἱ ἄλλοι δὲ Βοιωτοὶ οὐδὲ ἀμυνομένους τοὺς Θηβαίους ἔτι οὐδενὶ κόσμῳ ἔκτεινον, τοὺς μὲν ἐν ταῖς οἰκίαις ἐπεισπίπτοντες, οὓς δὲ ἐς ἀλκὴν τετραμμένους, τοὺς δὲ καὶ πρὸς ἱεροῖς ἱκετεύοντας, οὔτε γυναικῶν οὔτε παίδων φειδόμενοι.

此时此刻,出于积怨怒火,倒不是马其顿人,而是福基斯人、普拉泰亚人以及其他维奥蒂亚人,毫无节制地屠杀已不再抵抗的底比斯人:冲入民宅杀害屋内之人,斩杀转身搏杀者,甚至屠戮在神庙中避难求饶之人,妇孺皆无所幸免。

语法注3 条
  1. 1.8.5οὐκ ἔφθησαν συγκλεῖσαι

    动词 φθάνω 带否定词 οὐ 并后接不定式 συγκλεῖσαι,表示“来不及做某事”或“未能及时完成某事”。φθάνω 通常多与补充性分词连用,此处接不定式,形象地传达出逃跑者因被敌军紧迫追击而根本来不及关闭城门的危急态势。

  2. 1.8.5ἀλλὰ συνεσπίπτουσι γὰρ

    连词 ἀλλά 与表示原因的 γάρ 连用,构成修辞上的承接与说明结构('nay, for...')。承接前文底比斯人“未能及时关门”的叙述,反向强调并解释实际发生的戏剧性事态:非但未能关门,马其顿军反而尾随溃军一拥而入。

  3. 1.8.5ἐγγὺς φευγόντων εἴχοντο

    中动语态 εἴχοντο 支配接触性属格 φευγόντων,本义为“抓住”、“攀附”,引申为“紧追不舍”、“紧咬着败退者不放”。副词 ἐγγύς 进一步加强了近距离死死咬住敌军追击的紧迫感。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.8.1-1.8.8