← 阿利安

亚历山大远征记

§1.10.1-1.10.6

希腊诸邦的顺服与亚历山大向雅典索要政敌

得知底比斯毁灭后希腊诸邦纷纷表达顺服,雅典亦派遣使节,但亚历山大要求引渡反马其顿派政要,最终在雅典的斡旋下仅以流放卡里德莫斯一人了结此事。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.10.1

ἐς δὲ τοὺς ἄλλους Ἕλληνας ὡς ἐξηγγέλθη τῶν Θηβαίων τὸ πάθος, Ἀρκάδες μὲν, ὅσοι βοηθήσοντες Θηβαίοις ἀπὸ τῆς οἰκείας ὡρμήθησαν, θάνατον κατεψηφίσαντο τῶν ἐπαράντων σφᾶς ἐς τὴν βοήθειαν· Ἠλεῖοι δὲ τοὺς φυγάδας σφῶν κατεδέξαντο, ὅτι ἐπιτήδειοι Ἀλεξάνδρῳ ἦσαν·

当底比斯人的惨祸传到其余希腊人那里时,阿卡迪亚人中凡是从本土出发前往援助底比斯者,皆将煽动他们出兵援助的人判处死刑;伊利斯人则迎回了本邦的流亡者,因为这些人与亚历山大交好。

§1.10.2

Αἰτωλοὶ δὲ πρεσβείας σφῶν κατὰ ἔθνη πέμψαντες ξυγγνώμης τυχεῖν ἐδέοντο, ὅτι καὶ αὐτοί τι πρὸς τὰ παρὰ τῶν Θηβαίων ἀπαγγελθέντα ἐνεωτέρισαν· Ἀθηναῖοι δέ, μυστηρίων τῶν μεγάλων ἀγομένων ὡς ἧκόν τινες τῶν Θηβαίων ἐξ αὐτοῦ τοῦ ἔργου, τὰ μὲν μυστήρια ἐκπλαγέντες ἐξέλιπον, ἐκ δὲ τῶν ἀγρῶν ἐσκευαγώγουν ἐς τὴν πόλιν.

埃托利亚人亦按部族各自派遣使节,请求宽恕,因为他们先前在收到底比斯人送来的消息后也曾有所骚动动摇。至于雅典人,当时正值大秘仪举行之际,由于若干底比斯人从灾难现场逃难至此,他们惊恐万状,中止了秘仪,并开始把乡野的物资家当搬入城内。

§1.10.3

ὁ δῆμος δὲ ἐς ἐκκλησίαν συνελθὼν Δημάδου γράψαντος1 δέκα πρέσβεις ἐκ πάντων Ἀθηναίων ἐπιλεξάμενος πέμπει παρὰ Ἀλέξανδρον, οὕστινας ἐπιτηδειοτάτους Ἀλεξάνδρῳ ἐγίγνωσκον, ὅτι τε σῶος ἐξ Ἰλλυριῶν καὶ Τριβαλλῶν ἐπανῆλθε χαίρειν τὸν δῆμον τῶν Ἀθηναίων οὐκ ἐν καιρῷ ἀπαγγελοῦντας2 καὶ ὅτι Θηβαίους τοῦ νεωτερισμοῦ ἐτιμωρήσατο.

雅典民众在公民大会上集会,根据德玛德斯的提案,从全体雅典人中选出他们认为与亚历山大最为亲近的十名使者派往亚历山大处,不合时宜地向他通报雅典民众为他自伊利里亚人和特里巴洛伊人处平安归来而欣喜,并为他惩处了底比斯人的叛乱表示庆贺。

§1.10.4

ὁ δὲ τὰ μὲν ἄλλα φιλανθρώπως πρὸς τὴν πρεσβείαν ἀπεκρίνατο, ἐπιστολὴν δὲ γράψας πρὸς τὸν δῆμον ἐξῄτει τοὺς ἀμφὶ Δημοσθένην καὶ Λυκοῦργον· καὶ Ὑπερείδην δὲ ἐξῄτει καὶ Πολύευκτον καὶ Χάρητα καὶ Χαρίδημον καὶ Ἐφιάλτην καὶ Διότιμον καὶ Μοιροκλέα·

亚历山大在其他事项上对使团作出了友好的答复,却给民众写了一封信,要求交出狄摩西尼与吕库古等人;他还要求引渡许佩里德斯、波吕欧克托斯、卡瑞斯、卡里德莫斯、埃菲阿尔特斯、狄奥提莫斯和墨洛克勒斯。

§1.10.5

τούτους γὰρ αἰτίους εἶναι3 τῆς τε ἐν Χαιρωνείᾳ ξυμφορᾶς τῇ πόλει γενομένης καὶ τῶν ὕστερον ἐπὶ τῇ Φιλίππου τελευτῇ πλημμεληθέντων ἔς τε αὑτὸν καὶ ἐς Φίλιππον· καὶ Θηβαίοις δὲ τῆς [τε] ἀποστάσεως ἀπέφαινεν αἰτίους οὐ μεῖον ἢ τοὺς αὐτῶν Θηβαίων νεωτερίσαντας.

因为他坚称,正是这些人造成了城邦在喀罗尼亚所遭致的灾难,以及后来在腓力死后针对他本人和腓力所犯下的种种罪愆;他还指出,这些人促成底比斯人叛乱的罪责,绝不下于底比斯人内部的发动叛乱者。

§1.10.6

Ἀθηναῖοι δὲ τοὺς μὲν ἄνδρας οὐκ ἐξέδοσαν, πρεσβεύονται δὲ αὖθις παρὰ Ἀλέξανδρον, ἀφεῖναι δεόμενοι τὴν ὀργὴν τοῖς ἐξαιτηθεῖσι· καὶ Ἀλέξανδρος ἀφῆκε, τυχὸν μὲν αἰδοῖ τῆς πόλεως, τυχὸν δὲ σπουδῇ τοῦ ἐς τὴν Ἀσίαν στόλου,4 οὐκ ἐθέλων οὐδὲν ὕποπτον ἐν τοῖς Ἕλλησιν ὑπολείπεσθαι. Χαρίδημον μέντοι μόνον τῶν ἐξαιτηθέντων τε καὶ οὐ δοθέντων φεύγειν ἐκέλευσε· καὶ φεύγει Χαρίδημος ἐς τὴν Ἀσίαν παρὰ βασιλέα Δαρεῖον.

然而雅典人并没有交出这些人,而是再次向亚历山大派遣使团,恳求他消除对被索要人员的怒火。亚历山大宽宥了他们,或许是出于对这座城邦的敬意,抑或是急于筹备远征亚洲的军队,不愿在希腊人中留下任何令人生疑的隐患。不过,在被索求而未被交出的人当中,他仅下令将卡里德莫斯一人予以放逐;卡里德莫斯遂流亡至亚洲,投奔大流士王。

语法注4 条
  1. 1.10.3Δημάδου γράψαντος

    属格独立结构。在雅典政治体制的公文用语中,γράφω 指在公民大会上动议或起草决议案,此处意为“经德玛德斯提议/起草决议”。

  2. 1.10.3χαίρειν τὸν δῆμον τῶν Ἀθηναίων οὐκ ἐν καιρῷ ἀπαγγελοῦντας

    将来时分词 ἀπαγγελοῦντας 表目的(“去报告……”)。χαίρειν 引导带受格的不定词短语作转述内容(“雅典民众感到欣喜”),其间插入语 οὐκ ἐν καιρῷ(“不合时宜地”)体现了叙述者阿里安的评价,指出在底比斯惨遭毁灭之后雅典发去的祝贺显得既尴尬又虚伪。

  3. 1.10.5τούτους γὰρ αἰτίους εἶναι

    带受格的不定词结构,处于由前文 ἐπιστολὴν δὲ γράψας πρὸς τὸν δῆμον(“给民众写信”)引出的间接引语(oratio obliqua)中,表达亚历山大在信中所阐述的归咎理由,句末由谓语动词 ἀπέφαινεν(“断定/宣称”)相呼应补充。

  4. 1.10.6τυχὸν μὲν αἰδοῖ τῆς πόλεως, τυχὸν δὲ σπουδῇ τοῦ ἐς τὴν Ἀσίαν στόλου

    中性分词 τυχόν 作副词用的惯用句式(受格绝对结构的一种),意为“或许……或者……”。它与表原因的与格词组 αἰδοῖ(“出于敬重”)和 σπουδῇ(“由于急促”)并列,列举了亚历山大放弃追究的两种推测性动机。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.10.1-1.10.6