- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.7.1-1.7.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
底比斯流亡者与叛乱派杀害了卡德梅亚的守将并煽动反叛,亚历山大迅速进军抵达维奥蒂亚,并在卡德梅亚附近扎营以待议和,然而叛乱首领竭力唆使民众主战。
ἐν τούτῳ δὲ τῶν φυγάδων τινὲς τῶν ἐκ Θηβῶν φευγόντων παρελθόντες νύκτωρ ἐς τὰς Θήβας, ἐπαγαγομένων τινῶν αὐτοὺς ἐπὶ νεωτερισμῷ ἐκ τῆς πόλεως, Ἀμύνταν μὲν καὶ Τιμόλαον τῶν τὴν Καδμείαν ἐχόντων οὐδὲν ὑποτοπήσαντας πολέμιον ἔξω τῆς Καδμείας ἀπέκτειναν ξυλλαβόντες·
与此同时,从底比斯流亡在外的流亡者中有人在城内企图叛乱之人的接应下,趁夜潜入底比斯;他们逮捕了把守卡德梅亚卫城、对敌意毫无防备的阿明塔斯与蒂莫拉奥斯,并在卡德梅亚城外将二人杀害。
ἐς δὲ τὴν ἐκκλησίαν παρελθόντες ἐπῆραν τοὺς Θηβαίους ἀποστῆναι ἀπὸ Ἀλεξάνδρου, ἐλευθερίαν τε προϊσχόμενοι, παλαιὰ καὶ καλὰ ὀνόματα, καὶ τῆς βαρύτητος τῶν Μακεδόνων ἤδη ποτὲ ἀπαλλαγῆναι.1 πιθανώτεροι δὲ ἐς τὸ πλῆθος ἐφαίνοντο τεθνηκέναι Ἀλέξανδρον ἰσχυριζόμενοι ἐν Ἰλλυριοῖς·
随后他们进入公民大会,鼓动底比斯人脱离亚历山大而叛变,打出古老而高尚的名号——自由,号召彻底摆脱马其顿人的沉重压迫。他们坚称亚历山大已在伊利里亚阵亡,因而对民众显得更具说服力。
καὶ γὰρ καὶ πολὺς ὁ λόγος οὗτος καὶ παρὰ πολλῶν ἐφοίτα, ὅτι τε χρόνον ἀπῆν οὐκ ὀλίγον καὶ ὅτι οὐδεμία ἀγγελία παρʼ αὐτοῦ ἀφῖκτο, ὥστε, ὅπερ φιλεῖ ἐν τοῖς τοιοῖσδε, οὐ γιγνώσκοντες τὰ ὄντα τὰ μάλιστα καθʼ ἡδονήν σφισιν εἴκαζον.
因为这一谣言确实流传甚广,且经由许多人之口辗转相传,既因他离开日久,又因始终未曾有音讯自他那里传来;于是,正如在这类事态中常见的那样,人们在不明真相的情况下,往往做出最合乎自己心愿的揣测。
πυθομένῳ δὲ Ἀλεξάνδρῳ τὰ τῶν Θηβαίων οὐδαμῶς ἐδόκει ἀμελητέα εἶναι, τήν τε τῶν Ἀθηναίων πόλιν δι’ ὑποψίας ἐκ πολλοῦ ἔχοντι καὶ τῶν Θηβαίων τὸ τόλμημα οὐ φαῦλον ποιουμένῳ, εἰ Λακεδαιμόνιοί τε πάλαι ἤδη ταῖς γνώμαις ἀφεστηκότες καὶ τινες καὶ ἄλλοι τῶν ἐν Πελοποννήσῳ καὶ Αἰτωλοὶ οὐ βέβαιοι ὄντες συνεπιλήψονται2 τοῦ νεωτερισμοῦ τοῖς Θηβαίοις.
当亚历山大获知底比斯的事态时,认为决不可等闲视之;因他久已对雅典城心存戒备,并且认为如果早已心怀叛意的拉刻代蒙人、伯罗奔尼撒的其他一些人以及反复无常的埃托利亚人与底比斯人一同起事,底比斯人的这一冒进行径绝非小可。
ἄγων δὴ παρὰ τὴν Ἐορδαίαν τε καὶ τὴν Ἐλιμιῶτιν καὶ παρὰ τὰ τῆς Στυμφαίας καὶ Παραυαίας ἄκρα ἑβδομαῖος ἀφικνεῖται ἐς Πέλινναν τῆς Θετταλίας. ἔνθεν δὲ ὁρμηθεὶς ἕκτῃ ἡμέρᾳ ἐσβάλλει ἐς τὴν Βοιωτίαν, ὥστε οὐ πρόσθεν οἱ Θηβαῖοι ἔμαθον εἴσω Πυλῶν παρεληλυθότα αὐτὸν πρὶν ἐν Ὀγχηστῷ γενέσθαι ξὺν τῇ στρατιᾷ πάσῃ.
于是他率军经由厄耳代亚与埃利米奥提斯,并沿着斯廷法亚与帕劳埃亚的山脊推进,第七天便抵达色萨利的佩林纳。自该地出发后,他在第六天攻入维奥蒂亚,以致底比斯人直到他率全军抵达翁克斯托斯时,才得知他早已越过了温泉关山口。
καὶ τότε δὲ οἱ πράξαντες τὴν ἀπόστασιν στράτευμα ἐκ Μακεδονίας Ἀντιπάτρου ἀφῖχθαι ἔφασκον, αὐτὸν δὲ Ἀλέξανδρον τεθνάναι ἰσχυρίζοντο, καὶ τοῖς ἀπαγγέλλουσιν ὅτι οὗτος αὐτὸς προσάγει Ἀλέξανδρος χαλεπῶς εἶχον· ἄλλον γάρ τινα ἥκειν Ἀλέξανδρον τὸν Ἀερόπου.
即便到了此时,那些策划叛乱的人仍宣称这是一支安提帕特从马其顿派来的军队,坚称亚历山大本人已死,并对那些报告称正推进者正是亚历山大本人的通报者大为恼火;因为他们声称前来的不过是另一个叫亚历山大的人,即阿厄罗普斯之子。
ὁ δὲ Ἀλέξανδρος ἐξ Ὀγχηστοῦ ἄρας τῇ ὑστεραίᾳ προσῆγε πρὸς τὴν πόλιν τῶν Θηβαίων κατὰ τὸ τοῦ Ἰολάου τέμενος· οὗ δὴ καὶ ἐστρατοπέδευσεν, ἐνδιδοὺς ἔτι τοῖς Θηβαίοις τριβήν, εἰ μεταγνόντες ἐπὶ τοῖς κακῶς ἐγνωσμένοις πρεσβεύσαιντο παρʼ αὐτόν.
然而,亚历山大次日从翁克斯托斯拔营,朝底比斯城进发,逼近伊奥劳斯圣域一带;他便在该地扎营,仍在给予底比斯人时间,看他们是否会对不智的决定悔悟并向他派出使节。
οἱ δὲ τοσούτου ἐδέησαν ἐνδόσιμόν τι παρασχεῖν ἐς ξύμβασιν, ὥστε3 ἐκθέοντες ἐκ τῆς πόλεως οἵ τε ἱππεῖς καὶ τῶν ψιλῶν οὐκ ὀλίγοι ἔστε ἐπὶ τὸ στρατόπεδον ἠκροβολίζοντο ἐς τὰς προφυλακάς, καὶ τινας καὶ ἀπέκτειναν οὐ πολλοὺς τῶν Μακεδόνων.
但他们不仅毫无展现和解妥协之意,反倒有骑兵和不少轻装兵自城中冲出,径直逼近营地,与前哨部队交火,甚至杀害了少数马其顿士兵。
καὶ Ἀλέξανδρος ἐκπέμπει τῶν ψιλῶν καὶ τοξοτῶν, ὥστε αὐτῶν ἀναστεῖλαι τὴν ἐκδρομήν· καὶ οὗτοι οὐ χαλεπῶς ἀνέστειλαν ἤδη τῷ στρατοπέδῳ αὐτῷ προσφερομένους. τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τὴν στρατιὰν πᾶσαν καὶ περιελθὼν κατὰ τὰς πύλας τὰς φερούσας ἐπʼ Ἐλευθεράς τε καὶ τὴν Ἀττικήν, οὐδὲ τότε προσέμιξε τοῖς τείχεσιν αὐτοῖς, ἀλλʼ ἐστρατοπέδευσεν οὐ πολὺ ἀπέχων τῆς Καδμείας, ὥστε ἐγγὺς εἶναι ὠφέλειαν τῶν Μακεδόνων τοῖς τὴν Καδμείαν ἔχουσιν.
亚历山大派出部分轻装兵和弓箭手以遏止他们的突击;这些士兵毫不费力地击退了已然逼近营地本身的敌军。次日,他率领全军绕至通往埃勒乌忒赖和阿提卡方向的城门附近,即便在此时,他仍未对城墙本身发起攻势,而是在距卡德梅亚不远处安营扎寨,以便使马其顿人的援助能近在咫尺地接应据守卡德梅亚的部众。
οἱ γὰρ Θηβαῖοι τὴν Καδμείαν διπλῷ χάρακι ἐφρούρουν ἀποτειχίσαντες, ὡς μήτε ἔξωθέν τινα τοῖς ἐγκατειλημμένοις δύνασθαι ἐπωφελεῖν, μήτε αὐτοὺς ἐκθέοντας βλάπτειν τι σφᾶς, ὁπότε τοῖς ἔξω πολεμίοις προσφέροιντο. Ἀλέξανδρος δέ — ἔτι γὰρ τοῖς Θηβαίοις διὰ φιλίας ἐλθεῖν μᾶλλόν τι ἢ διὰ κινδύνου ἤθελε — διέτριβε πρὸς τῇ Καδμείᾳ κατεστρατοπεδευκώς.
因为底比斯人此前已用双重木栅将卡德梅亚筑墙围困并严密把守,既使外界无法向被困于城内者施以援手,亦使城内守军在底比斯人迎战外敌时无法杀出造成危害。然而亚历山大——因他依然更希望通过友好协商而非诉诸危难来解决底比斯问题——仍然驻扎在卡德梅亚附近观望。
ἔνθα δὴ τῶν Θηβαίων οἱ μὲν τὰ βέλτιστα ἐς τὸ κοινὸν γιγνώσκοντες ἐξελθεῖν ὥρμηντο παρʼ Ἀλέξανδρον καὶ εὑρέσθαι συγγνώμην τῷ πλήθει τῶν Θηβαίων τῆς ἀποστάσεως· οἱ φυγάδες δὲ καὶ ὅσοι τοὺς φυγάδας ἐπικεκλημένοι ἦσαν, οὐδενὸς φιλανθρώπου τυχεῖν ἂν παρʼ Ἀλεξάνδρου ἀξιοῦντες, ἄλλως τε καὶ βοιωταρχοῦντες ἔστιν οἳ αὐτῶν, παντάπασιν ἐνῆγον τὸ πλῆθος ἐς τὸν πόλεμον. Ἀλέξανδρος δὲ οὐδʼ ὣς τῇ πόλει προσέβαλλεν.
此时,底比斯人中顾及城邦整体最佳利益的人渴望出城面见亚历山大,为底比斯民众叛乱之举乞求宽恕;但那些流亡者以及此前招来流亡者的人,自认不可能从亚历山大处得到任何宽大处理,加之他们中有人正担任维奥蒂亚统领,遂竭力煽动民众投入战争。尽管如此,亚历山大依然未对该城发起进攻。
- 1.7.2ἐλευθερίαν τε προϊσχόμενοι, παλαιὰ καὶ καλὰ ὀνόματα, καὶ τῆς βαρύτητος τῶν Μακεδόνων ἤδη ποτὲ ἀπαλλαγῆναι
分词 προϊσχόμενοι(提出、打出……为借口)统领了两种不同性质的句法成分(异形并列/轭合),即宾格名词短语 ἐλευθερίαν 与不定式短语 ἀπαλλαγῆναι(摆脱)。后者在语义上依附于 προϊσχόμενοι(主张应当摆脱)或主动词 ἐπῆραν。
- 1.7.4εἰ Λακεδαιμόνιοί τε πάλαι ἤδη ταῖς γνώμαις ἀφεστηκότες καὶ τινες καὶ ἄλλοι τῶν ἐν Πελοποννήσῳ καὶ Αἰτωλοὶ οὐ βέβαιοι ὄντες συνεπιλήψονται
由 εἰ 搭配将来时直陈语气 συνεπιλήψονται 构成的从句,接在 οὐ φαῦλον ποιουμένῳ(认为非同小可)之后,表达一种条件或担忧(“如果……也参与其中的话”),指明一旦其他希腊城邦卷入底比斯叛乱将会带来的严重后果。
- 1.7.8τοσούτου ἐδέησαν ἐνδόσιμόν τι παρασχεῖν ἐς ξύμβασιν, ὥστε
这是由 τοσούτου δέω(远非……、绝不……)加不定式,后接表示结果的 ὥστε 从句构成的固定句式,意为“他们不仅毫无提供和解余地之意,反而……”。
