← 阿利安

亚历山大远征记

§1.6.1-1.6.11

突破包围与夜袭克勒托斯

亚历山大凭借精熟的阵列操演与威慑行动摆脱包围并全军安全渡河;三日后,他趁夜奇袭防备松懈的敌营,大破敌军,迫使克勒托斯焚城出逃。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.6.1

ἑκατὸν καὶ εἴκοσι τὸ βάθος τῆς φάλαγγος. ἐπὶ τὸ κέρας δὲ ἑκατέρωθεν διακοσίους ἱππέας ἐπιτάξας παρήγγελλε σιγῇ ἔχειν τὸ παραγγελλόμενον ὀξέως δεχομένους.

他整肃阵列,直至方阵的纵深达一百二十列。他在两翼各部署了两百名骑兵,并下令保持肃静,敏捷地领会所传达的口令。

§1.6.2

καὶ τὰ μὲν πρῶτα ἐσήμηνεν ὀρθὰ ἀνατεῖναι τὰ δόρατα τοὺς ὁπλίτας, ἔπειτα ἀπὸ ξυνθήματος ἀποτεῖναι ἐς προβολήν, καὶ νῦν μὲν ἐς τὸ δεξιὸν ἐγκλῖναι τῶν δοράτων τὴν σύγκλεισιν, αὖθις δὲ ἐπὶ τὰ ἀριστερά. καὶ αὐτὴν δὲ τὴν φάλαγγα ἔς τε τὸ πρόσω ὀξέως ἐκίνησε καὶ ἐπὶ τὰ κέρατα ἄλλοτε ἄλλῃ παρήγαγε.

起初,他发令让重装步兵将长矛直立竖起,随后依暗号放平长矛作突刺状,有时将密集的矛尖向右倾斜,有时又向左倾斜。他又使方阵本身迅速向前推进,并时而向此翼、时而向彼翼作机动调遣。

§1.6.3

καὶ οὕτω πολλὰς τάξεις τάξας τε καὶ μετακοσμήσας ἐν ὀλίγῳ χρόνῳ κατὰ τὸ εὐώνυμον οἷον ἔμβολον ποιήσας τῆς φάλαγγος ἐπῆγεν ἐπὶ τοὺς πολεμίους. οἱ δὲ πάλαι μὲν ἐθαύμαζον τήν τε ὀξύτητα ὁρῶντες καὶ τὸν κόσμον τῶν δρωμένων· τότε δὲ προσάγοντας ἤδη τοὺς ἀμφὶ Ἀλέξανδρον οὐκ ἐδέξαντο, ἀλλὰ λείπουσι τοὺς πρώτους λόφους.

在短时间内如此变换并重组了多种阵形之后,他在左翼将方阵排成楔形冲角般的阵势,率部向敌军推进。敌军久已惊叹于其动作的迅速与军容的齐整;而此时见亚历山大的部众已正面逼近,便不敢应战,弃守了第一道山丘。

§1.6.4

ὁ δὲ καὶ ἐπαλαλάξαι ἐκέλευσε τοὺς Μακεδόνας καὶ τοῖς δόρασι δουπῆσαι πρὸς τὰς ἀσπίδας· οἱ δὲ Ταυλάντιοι ἔτι μᾶλλον ἐκπλαγέντες πρὸς τῆς βοῆς ὡς πρὸς τὴν πόλιν ἐπανήγαγον σπουδῇ τὸν στρατόν.

亚历山大又命令马其顿人高呼战号,以长矛击打盾牌;陶兰提奥伊人被这阵呐喊震慑得愈发恐慌,急忙将军队撤向城中。

§1.6.5

Ἀλέξανδρος δὲ λόφον τινὰς κατέχοντας ἰδὼν οὐ πολλοὺς τῶν πολεμίων, παρʼ ὃν αὐτῷ ἡ πάροδος ἐγίγνετο, παρήγγειλε τοῖς σωματοφύλαξι καὶ τοῖς ἀμφʼ αὑτὸν ἑταίροις, ἀναλαβόντας τὰς ἀσπίδας ἀναβαίνειν ἐπὶ τοὺς ἵππους καὶ ἐλαύνειν ἐπὶ τὸν γήλοφον· ἐκεῖσε δὲ ἐλθόντας, εἰ ὑπομένοιεν οἱ κατειληφότες τὸ χωρίον, τοὺς ἡμίσεας καταπηδῆσαι ἀπὸ τῶν ἵππων καὶ ἀναμιχθέντας τοῖς ἱππεῦσι πεζοὺς μάχεσθαι.

亚历山大见少数敌军占据着他所经通道旁的一座山丘,便命令护卫和身旁的伙友骑兵拿起盾牌跃上马背,向那座山丘疾驰;并吩咐到达该处后,若占据阵地之敌顽抗,半数人便跳下战马,与骑兵混编作为步兵作战。

§1.6.6

οἱ δὲ πολέμιοι τὴν ὁρμὴν τὴν Ἀλεξάνδρου ἰδόντες λείπουσι τὸν γήλοφον καὶ παρεκκλίνουσιν ἐφʼ ἑκάτερα τῶν ὀρῶν. ἔνθα δὴ καταλαβὼν Ἀλέξανδρος τὸν γήλοφον σὺν τοῖς ἑταίροις τούς τε Ἀγριᾶνας μεταπέμπεται καὶ τοὺς τοξότας, ὄντας ἐς δισχιλίους· τοὺς δὲ ὑπασπιστὰς διαβαίνειν τὸν ποταμὸν ἐκέλευσε καὶ ἐπὶ τούτοις τὰς τάξεις τῶν Μακεδόνων· ὁπότε δὲ διαβάντες τύχοιεν, ἐπʼ ἀσπίδα ἐκτάσσεσθαι,1 ὡς πυκνὴν εὐθὺς διαβάντων φαίνεσθαι τὴν φάλαγγα· αὐτὸς δὲ ἐν προφυλακῇ ὢν ἀπὸ τοῦ λόφου ἀφεώρα τῶν πολεμίων τὴν ὁρμήν.

敌军见亚历山大冲杀而来,遂放弃山丘,向山岭两侧逃散。于是亚历山大与伙友骑兵占领该丘,并调来阿格里安部队和弓箭手,共计约两千人;他又命禁卫步兵渡河,马其顿各联队紧随其后。命他们一旦渡过河,便向持盾侧(左侧)展开,以便渡河后的方阵能立刻显得严密紧凑。他本人则留在山丘上警戒,监视敌军的动向。

§1.6.7

οἱ δέ, ὁρῶντες διαβαίνουσαν τὴν δύναμιν, κατὰ τὰ ὄρη ἀντεπῄεσαν, ὡς τοῖς μετὰ Ἀλεξάνδρου ἐπιθησόμενοι τελευταίοις ἀποχωροῦσιν. ὁ δὲ πελαζόντων ἤδη αὐτὸς ἐκθεῖ σῦν τοῖς ἀμφʼ αὑτόν, καὶ ἡ φάλαγξ, ὡς διὰ τοῦ ποταμοῦ ἐπιοῦσα,2 ἐπηλάλαξεν· οἱ δὲ πολέμιοι πάντων ἐπὶ σφᾶς ἐλαυνόντων ἐγκλίναντες ἔφευγον· καὶ ἐν τούτῳ ἐπῆγεν Ἀλέξανδρος τούς τε Ἀγριᾶνας καὶ τοὺς τοξότας δρόμῳ ὡς ἐπὶ τὸν ποταμόν. καὶ πρῶτος μὲν αὐτὸς φθάσας διαβαίνει·

敌军见主力部队正在渡河,便顺着山岭反扑过来,企图袭击最后撤退的亚历山大一行。但在他们迫近之时,亚历山大亲自率身旁亲兵冲杀出去,方阵也仿佛要涉水进击一般齐声呐喊。敌军见全军皆向自己冲杀而来,遂溃败逃散;在此期间,亚历山大率阿格里安部队与弓箭手疾跑奔向河流。他本人抢先一步,率先渡过了河。

§1.6.8

τοῖς τελευταίοις δὲ ὡς εἶδεν ἐπικειμένους τοὺς πολεμίους ἐπιστήσας ἐπὶ τῇ ὄχθῃ τὰς μηχανὰς ἐξακοντίζειν ὡς πορρωτάτω ἀπʼ αὐτῶν ἐκέλευσεν ὅσα ἀπὸ μηχανῶν βέλη ἐξακοντίζεται, καὶ τοὺς τοξότας δὲ ἐκ μέσου τοῦ ποταμοῦ ἐκτοξεύειν, ἐπεσβάντας καὶ τούτους. καὶ οἱ μὲν ἀμφὶ τὸν Γλαυκίαν εἴσω βέλους παρελθεῖν οὐκ ἐτόλμων, οἱ Μακεδόνες δὲ ἐν τούτῳ ἀσφαλῶς ἐπέρασαν τὸν ποταμόν, ὥστε οὐδεὶς ἀπέθανεν ἐν τῇ ἀποχωρήσει αὐτῶν.

当他看到敌军正紧逼后卫部队时,便在河岸上架设机械,下令将机械所能发射的所有弹丸射至最远射程,并命弓箭手亦踏入河心从水中央放箭射击。格劳基阿斯的部众不敢进入射程之内,与此同时马其顿军安全地渡过了河,以致在撤退中无一人阵亡。

§1.6.9

τρίτῃ δὲ ἀπʼ ἐκείνης ἡμέρᾳ καταμαθὼν Ἀλέξανδρος κακῶς αὐλιζομένους τοὺς ἀμφὶ Κλεῖτον καὶ Γλαυκίαν, καὶ οὔτε φυλακὰς ἐν τῇ τάξει αὐτοῖς φυλαττομένας οὔτε χάρακα ἢ τάφρον προβεβλημένους, οἷα δὴ ξὺν φόβῳ ἀπηλλάχθαι οἰομένων Ἀλέξανδρον, ἐς μῆκος τε οὐκ ὠφέλιμον ἀποτετα[γ]μένην αὐτοῖς τὴν τάξιν, ὑπὸ νύκτα ἔτι λαθὼν διαβαίνει τὸν ποταμόν, τούς τε ὑπασπιστὰς ἅμα οἷ ἄγων καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς τοξότας καὶ τὴν Περδίκκου καὶ Κοίνου τάξιν.

自那日之后的第三天,亚历山大探知克勒托斯与格劳基阿斯部的宿营防备松懈,既未按常规设立岗哨,亦未在前方修筑栅栏或挖掘壕沟——因其自以为亚历山大是在恐惧中退走——且阵线拉长到了徒劳无益的程度。于是他趁着夜色悄然渡河,随身率领禁卫步兵、阿格里安部队、弓箭手以及佩尔狄卡斯和科伊诺斯的联队。

§1.6.10

καὶ προστέτακτο μὲν ἀκολουθεῖν τὴν ἄλλην στρατιάν· ὡς δὲ καιρὸν εἶδεν εἰς ἐπίθεσιν, οὐ προσμείνας ὁμοῦ γενέσθαι πάντας ἐφῆκε τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας· οἱ δὲ ἀπροσδόκητοί τε ἐπιπεσόντες καὶ φάλαγγι κατὰ κέρας, ᾗπερ ἀσθενεστάτοις αὐτοῖς καρτερωτάτῃ τῇ ἐμβολῇ προσμίξειν ἔμελλον,3 τοὺς μὲν ἔτι ἐν ταῖς εὐναῖς κατέκτεινον, τοὺς δὲ φεύγοντας εὐμαρῶς αἱροῦντες, ὥστε πολλοὶ μὲν αὐτοῦ ἐγκατελήφθησαν καὶ ἀπέθανον, πολλοὶ δὲ ἐν τῇ ἀποχωρήσει ἀτάκτῳ καὶ φοβερᾷ γενομένῃ· οὐκ ὀλίγοι δὲ καὶ ζῶντες ἐλήφθησαν.

其余军队虽已受命跟进,但亚历山大一见进攻良机,便不等全军汇合,直接派出了弓箭手和阿格里安部队。他们出其不意地发起突袭,并以方阵对准敌人最薄弱的侧翼施以最强有力的冲击,有的敌人在寝具中即被斩杀,逃跑者亦轻易被擒,以致许多人当场受困阵亡,许多人死于混乱惊恐的奔逃之中,亦有为数不少者被生擒。

§1.6.11

ἐγένετο δὲ ἡ δίωξις τοῖς ἀμφὶ Ἀλέξανδρον μέχρι πρὸς τὰ ὄρη τῶν Ταυλαντίων· ὅσοι δὲ καὶ ἀπέφυγον αὐτῶν, γυμνοὶ τῶν ὅπλων διεσώθησαν. Κλεῖτος δὲ ἐς τὴν πόλιν τὸ πρῶτον καταφυγὼν ἐμπρήσας τὴν πόλιν ἀπηλλάγη παρὰ Γλαυκίαν ἐς Ταυλαντίους.

亚历山大一行的追击一直持续到陶兰提奥伊人的山峦;侥幸逃脱者皆遗弃兵甲方才保住性命。克勒托斯起初逃入城中,但随即放火焚城,投奔格劳基阿斯逃往陶兰提奥伊人之地。

语法注3 条
  1. 1.6.6ἐπʼ ἀσπίδα ἐκτάσσεσθαι

    古希腊军事专门术语,意为“向持盾一侧(即左侧)展开”,指部队由纵队向左展开变成横队战斗阵列。此句与随后的目的从句 ὡς πυκνὴν εὐθὺς διαβάντων φαίνεσθαι τὴν φάλαγγα(以便渡河后方阵立刻显得严密密集)相呼应,指渡河后迅速形成防守与威慑性的横正面。

  2. 1.6.7ὡς διὰ τοῦ ποταμοῦ ἐπιοῦσα

    ὡς 与分词 ἐπιοῦσα 连用,表示表象或假装的意图(“仿佛正涉水发起进攻”)。鉴于河流阻隔及战术态势,此处并非全军实际渡河攻击,而是指借此虚张声势,以呐喊威慑敌人。

  3. 1.6.10κατὰ κέρας, ᾗπερ ἀσθενεστάτοις αὐτοῖς καρτερωτάτῃ τῇ ἐμβολῇ προσμίξειν ἔμελλον

    κατὰ κέρας 意为“从侧翼/以纵队沿翼侧”,由关系副词 ᾗπερ(在……之处)引导的从句加以修饰。处于表语位置的形容词 καρτερωτάτῃ 修饰 τῇ ἐμβολῇ,表示“以最强有力的冲击”。整句表明马其顿方阵集中最大冲击力,直插敌人因战线拉长而最为薄弱的侧翼(ἀσθενεστάτοις αὐτοῖς)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.6.1-1.6.11