- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.5.1-1.5.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
得知克勒托斯与格劳基阿斯联手叛乱后,亚历山大急行军进逼佩利翁城,但因敌军内外夹攻及地势险阻,在粮草队受阻后陷入险境。
αὐτὸς δὲ ἐπʼ Ἀγριάνων καὶ Παιόνων προὐχώρει. ἔνθα δὴ ἄγγελοι ἀφίκοντο αὐτῷ Κλεῖτόν τε τὸν Βαρδύλεω ἀφεστάναι ἀγγέλλοντες καὶ Γλαυκίαν προσκεχωρηκέναι αὐτῷ τὸν Ταυλαντίων βασιλέα· οἱ δὲ καὶ τοὺς Αὐταριάτας ἐπιθήσεσθαι αὐτῷ κατὰ τὴν πορείαν ἐξήγγελλον· ὧν δὴ ἕνεκα κατὰ σπουδὴν ἐδόκει ἀναζευγνύναι.
亚历山大本人则向阿格里安人和派奥尼亚人的方向推进。此时有使者前来向他报告,巴耳狄利斯之子克勒托斯已经反叛,且陶兰提奥伊人的国王格劳基阿斯已与其联合;另有人报告阿乌塔里亚泰人正图谋在其行军途中发起伏击。鉴于这些缘故,他决定急行拔营进军。
Λάγγαρος δὲ ὁ τῶν Ἀγριάνων βασιλεὺς ἤδη μὲν καὶ Φιλίππου ζῶντος ἀσπαζόμενος Ἀλέξανδρον δῆλος ἦν1 καὶ ἰδίᾳ ἐπρέσβευσε παρʼ αὐτόν, τότε δὲ παρῆν αὐτῷ μετὰ τῶν ὑπασπιστῶν, ὅσους τε καλλίστους καὶ εὐοπλοτάτους ἀμφʼ αὑτὸν εἶχε·
阿格里安人的国王朗加罗斯早在腓力在世时就公开表示了对亚历山大的好意,并私下派使节与他往来;此时他亦率领身旁最健壮、甲胄最齐备的卫队亲随赶来相会。
καὶ ἐπειδὴ ἔμαθεν ὑπὲρ τῶν Αὐταριατῶν πυνθανόμενον Ἀλέξανδρον, οἵτινές τε καὶ ὁπόσοι εἶεν, οὐκ ἔφη χρῆναι ἐν λόγῳ τίθεσθαι Αὐταριάτας· εἶναι γὰρ ἀπολεμωτάτους τῶν ταύτῃ· καὶ αὐτὸς ἐμβαλεῖν ἐς τὴν χώραν αὐτῶν, ὡς ἀμφὶ τὰ σφέτερα μᾶλλόν τι ἔχοιεν. καὶ κελεύσαντος Ἀλεξάνδρου ἐσβάλλει ἐς αὐτούς καὶ ἐμβαλὼν ἦγε καὶ ἔφερε τὴν χώραν αὐτῶν. Αὐταριᾶται μὲν δὴ ἀμφὶ τὰ αὑτῶν εἶχον·
当他获悉亚历山大正在打听阿乌塔里亚泰人是何等底细、人数几何时,便表示根本无需把阿乌塔里亚泰人放在眼里,因为他们是该地最不善征战之人;他愿亲自率军侵入其国境,使其自顾不暇。亚历山大应允后,他随即入侵其地,大肆掳掠其国土。阿乌塔里亚泰人果然只得自保。
Λάγγαρος δὲ τά τε ἄλλα ἐτιμήθη μεγάλως πρὸς Ἀλεξάνδρου καὶ δῶρα ἔλαβεν, ὅσα μέγιστα παρὰ βασιλεῖ τῷ Μακεδόνων νομίζεται· καὶ τὴν ἀδελφὴν τὴν Ἀλεξάνδρου Κύναν καὶ ταύτην ὡμολόγησε δώσειν αὐτῷ ἐς Πέλλαν ἀφικομένῳ Ἀλέξανδρος.
朗加罗斯不仅在各方面受到亚历山大的极高礼遇,还获得了马其顿国王所能赐予的最丰厚的礼物;亚历山大甚至答允,待其来到佩拉时,将自己的姐妹库娜涅许配给他。
ἀλλὰ Λάγγαρος μὲν ἐπανελθὼν οἴκαδε νόσῳ ἐτελεύτησεν. Ἀλέξανδρος δὲ παρὰ τὸν Ἐριγόνα ποταμὸν πορευόμενος ἐς Πέλλιον πόλιν ἐστέλλετο. ταύτην γὰρ κατειλήφει ὁ Κλεῖτος ὡς ἐχυρωτάτην τῆς χώρας· καὶ πρὸ ταύτην ὡς ἧκεν Ἀλέξανδρος, καταστρατοπεδεύσας πρὸς τῷ Ἐορδαϊκῷ ποταμῷ τῇ ὑστεραίᾳ ἐγνώκει προσβάλλειν τῷ τείχει.
然而朗加罗斯归国后便染病身亡。亚历山大沿埃里贡河推进,奔赴佩利翁城;克勒托斯因该城为境内最坚固的堡垒而预先将其占领。亚历山大兵临城下后,在埃奥尔达伊科斯河畔安营扎寨,决意于次日攻打城墙。
οἱ δὲ ἀμφὶ τὸν Κλεῖτον τὰ κύκλῳ τῆς πόλεως ὄρη ὑπερδέξιά τε ὄντα καὶ δασέα κατεῖχον ὡς πάντοθεν ἐπιτίθεσθαι τοῖς Μακεδόσιν εἰ τῇ πόλει προσβάλλοιεν· Γλαυκίας δὲ αὐτῷ ὁ τῶν Ταυλαντίων βασιλεὺς οὔπω παρῆν.
克勒托斯的部众占据着城周地势险要且林木繁茂的山岭,以便在马其顿人攻城时从四面予以袭击;此时陶兰提奥伊人的国王格劳基阿斯尚未赶到。
Ἀλέξανδρος μὲν δὴ τῇ πόλει προσῆγεν· οἱ δὲ πολέμιοι σφαγιασάμενοι παῖδας τρεῖς καὶ κόρας ἴσας τὸν ἀριθμὸν καὶ κριοὺς μέλανας τρεῖς, ὥρμηντο μὲν ὡς δεξόμενοι ἐς χεῖρας τοὺς Μακεδόνας, ὁμοῦ δὲ γενομένων ἐξέλιπον καίτοι καρτερὰ ὄντα τὰ κατειλημμένα πρὸς σφῶν χωρία, ὥστε καὶ τὰ σφάγια αὐτῶν κατελήφθη ἔτι κείμενα.
亚历山大率军逼近该城。敌军宰杀了三名男童、三名女童以及三只黑公羊作为献祭,起初气势汹汹地摆出要与马其顿人交手的架势,但当双方靠近时,他们即便占据着坚固阵地也仓皇弃之而逃,以致其祭品被发现时仍横卧在地上。
ταύτῃ μὲν δὴ τῇ ἡμέρᾳ κατακλείσας αὐτοὺς ἐς τὴν πόλιν καὶ στρατοπεδευσάμενος πρὸς τῷ τείχει ἐγνώκει περιτειχισμῷ ἀποκλεῖσαι αὐτούς· τῇ δὲ ὑστεραίᾳ παρῆν μετὰ πολλῆς δυνάμεως Γλαυκίας ὁ τῶν Ταυλαντίων βασιλεύς. ἔνθα δὴ Ἀλέξανδρος τὴν μὲν πόλιν ἀπέγνω ἑλεῖν ἂν ξὺν τῇ παρούσῃ δυνάμει,2 πολλῶν μὲν ἐς αὐτὴν καὶ μαχίμων ξυμπεφευγότων, πολλῶν δὲ ἅμα τῷ Γλαυκίᾳ προσκεισομένων, εἰ αὐτὸς τῷ τείχει προσμάχοιτο.
在这一天,亚历山大将他们封锁在城内并在城墙前扎营,决意构筑筑垒工事将其彻底围困;然而次日,陶兰提奥伊人的国王格劳基阿斯率大军赶到。此时亚历山大自知仅凭现有兵力无法攻克该城,因为城中已有众多善战之士聚集,若自己攻城,格劳基阿斯的重兵又将从外侧夹击。
Φιλώταν δὲ ἀναλαβόντα τῶν ἱππέων ὅσους ἐς προφυλακὴν καὶ τὰ ὑποζύγια τὰ ἐκ τοῦ στρατοπέδου ἐς ἐπισιτισμὸν ἔπεμπε. καὶ ὁ Γλαυκίας μαθὼν τὴν ὁρμὴν τῶν ἀμφὶ Φιλώταν ἐξελαύνει ἐπʼ αὐτούς, καὶ καταλαμβάνει τὰ κύκλῳ ὄρη τοῦ πεδίου, ὅθεν οἱ ξὺν Φιλώτᾳ ἐπισιτιεῖσθαι ἔμελλον.
于是他派遣菲洛塔斯率领负责警戒的骑兵以及营中的辎重牲畜外出征集粮草。格劳基阿斯探知菲洛塔斯一行的去向,便出动拦截,占领了菲洛塔斯等人准备征粮的平原周围的山岭。
Ἀλέξανδρος δέ, ἐπειδὴ ἀπηγγέλθη αὐτῷ, ὅτι κινδυνεύουσιν οἵ τε ἱππεῖς καὶ τὰ ὑποζύγια, εἰ νὺξ αὐτοὺς καταλήψεται, αὐτὸς μὲν ἀναλαβὼν τούς τε ὑπασπιστὰς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ ἱππέας ἐς τετρακοσίους ἐβοήθει σπουδῇ· τὸ δὲ ἄλλο στράτευμα πρὸς τῇ πόλει ἀπέλιπεν, ὡς μὴ ἀποχωρήσαντος παντὸς τοῦ στρατοῦ καὶ οἱ ἐκ τῆς πόλεως ἐπιδραμόντες τοῖς ἀμφὶ Γλαυκίαν συμμίξειαν.
亚历山大接到告急报告,获知若夜幕降临,骑兵和牲畜必有倾覆之险,遂亲自率领禁卫步兵、弓箭手、阿格里安部队以及约四百名骑兵急驰驰援;他将主力军队留于城下,以防大军一旦全撤,城内之敌趁机突围与格劳基阿斯的军队汇合。
ἔνθα δὴ Γλαυκίας προσάγοντα Ἀλέξανδρον αἰσθόμενος ἐκλείπει τὰ ὄρη· οἱ δὲ ξὺν Φιλώτᾳ ἀσφαλῶς ἐπὶ τὸ στρατόπεδον διεσώθησαν. ἐδόκουν δʼ ἔτι τὸν Ἀλέξανδρον ἐν δυσχωρίᾳ ἀπειληφέναι οἱ ἀμφὶ τὸν Κλεῖτον καὶ Γλαυκίαν·
格劳基阿斯发觉亚历山大引兵靠近,便弃山退走;菲洛塔斯一行得以安全撤回营地。然而克勒托斯与格劳基阿斯仍自以为已将亚历山大困于险境。
τά τε γὰρ ὄρη τὰ ὑπερδέξια κατεῖχον πολλοῖς μὲν ἱππεῦσι, πολλοῖς δὲ ἀκοντισταῖς καὶ σφενδονήταις καὶ ὁπλίταις δὲ οὐκ ὀλίγοις, καὶ οἱ ἐν τῇ πόλει κατειλημμένοι προσκείσεσθαι ἀπαλλαττομένοις ἤμελλον· τά τε χωρία διʼ ὧν ἡ πάροδος ἦν τῷ Ἀλεξάνδρῳ στενὰ καὶ ὑλώδη ἐφαίνετο, τῇ μὲν πρὸς τοῦ ποταμοῦ ἀπειργόμενα, τῇ δὲ ὄρος ὑπερύψηλον ἦν καὶ κρημνοὶ πρὸς τοῦ ὄρους, ὥστε οὐδὲ ἐπὶ τεσσάρων ἀσπίδων3 ἂν τῷ στρατεύματι ἡ πάροδος ἐγένετο. ἔνθα δὴ ἐκτάσσει τὸν στρατὸν Ἀλέξανδρος ἕως
盖因他们凭借众多骑兵、大批标枪手与投石手以及为数不少的重装步兵占据着高地,城中受困之敌亦蓄势待发,准备在马其顿军退却时发起夹击;而亚历山大所经之处道路狭隘且林木丛生,一侧受阻于河流,另一侧则是极为陡峭的高山与悬崖,以致全军连以四面盾牌并列的正面行进都不可得。于是亚历山大在此整肃阵列,直至
- 1.5.2ἀσπαζόμενος Ἀλέξανδρον δῆλος ἦν
形容词 δῆλος(显然的)采用人称构式与主语(朗加罗斯)保持一致,支配补充主语补足分词 ἀσπαζόμενος,相当于非人称构式 δῆλον ἦν ὅτι('他显然倾心于亚历山大')。
- 1.5.8ἀπέγνω ἑλεῖν ἂν ξὺν τῇ παρούσῃ δυνάμει
动词 ἀπογιγνώσκω(判定不可能、放弃希望)支配带有 ἄν 的不定式 ἑλεῖν ἄν,在间接引语中代表表示潜力的希求法(ἂν ἕλοι),意为'他认定凭借目前的兵力无法攻下该城'。
- 1.5.12οὐδὲ ἐπὶ τεσσάρων ἀσπίδων
介词 ἐπί 搭配属格,为军事术语中表示队形宽度或阵列横排数量的固定用法;此处意为'哪怕以四面盾牌并列的宽度'(即四人并排前进),用以形容通路之极度狭窄。
