← 阿利安

亚历山大远征记

§1.4.1-1.4.8

击溃盖塔伊人与接见凯尔特使节

亚历山大夜间秘密渡过伊斯特罗斯河,击溃毫无防备的盖塔伊人并夷平其城镇,随后接见了前来结好的沿河诸部族及凯尔特人使团。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.4.1

διέβαλον δὲ τῆς νυκτὸς ᾗ λήιον ἦν σίτου βαθύ· καὶ ταύτῃ μᾶλλόν τι ἔλαθον προσχόντες τῇ ὄχθῃ. ὑπὸ δὲ τὴν ἕω Ἀλέξανδρος διὰ τοῦ ληίου ἦγε, παραγγείλας τοῖς πεζοῖς πλαγίαις ταῖς σαρίσσαις1 ἐπικλίνοντας τὸν σῖτον οὕτω προάγειν ἐς τὰ οὐκ ἐργάσιμα. οἱ δὲ ἱππεῖς ἔστε μὲν διὰ τοῦ ληίου προῄει ἡ φάλαγξ ἐφείποντο·

他们在夜间从一处麦苗茂盛的地方渡河;借此掩护,他们在靠上对岸时更加不易被发觉。拂晓时分,亚历山大率军穿过麦田,命令步兵将长矛横向倾斜以压倒麦秆,如此推进至未耕垦的荒地上。步兵方阵穿过麦田推进期间,骑兵紧随其后。

§1.4.2

ὡς δὲ ἐκ τῶν ἐργασίμων ἐξήλασαν, τὴν μὲν ἵππον ἐπὶ τὸ δεξιὸν κέρας αὐτὸς Ἀλέξανδρος παρήγαγεν, τὴν φάλαγγα δὲ ἐν πλαισίῳ Νικάνορα ἄγειν ἐκέλευσε.

当他们行进出耕地之后,亚历山大亲自将骑兵调往右翼,并命令尼卡诺尔以空心方阵率领步兵方阵推进。

§1.4.3

καὶ οἱ Γέται οὐδὲ τὴν πρώτην ἐμβολὴν τῶν ἱππέων ἐδέξαντο· παράδοξος μὲν γὰρ αὐτοῖς ἡ τόλμα ἐφάνη τοῦ Ἀλεξάνδρου, ὅτι εὐμαρῶς οὕτως τὸν μέγιστον τῶν ποταμῶν διεβεβήκει ἐν μιᾷ νυκτὶ τὸν Ἴστρον οὐ γεφυρώσας τὸν πόρον, φοβερὰ δὲ καὶ τῆς φάλαγγος ἡ ξύγκλεισις, βιαία δὲ ἡ τῶν ἱππέων ἐμβολὴ.

盖塔伊人甚至连骑兵的第一次冲锋都没能承受住。在他们看来,亚历山大的大胆令人难以置信:他在没有搭建桥梁的情况下,竟在一夜之间如此轻而易举地渡过了第一大河伊斯特罗斯河;此外,步兵方阵紧密的队列令人胆寒,骑兵的冲击亦极为猛烈。

§1.4.4

καὶ τὰ μὲν πρῶτα ἐς τὴν πόλιν καταφεύγουσιν, ἣ δὴ ἀπεῖχεν αὐτοῖς ὅσον παρασάγγην τοῦ Ἴστρου· ὡς δὲ ἐπάγοντα εἶδον σπουδῇ Ἀλέξανδρον τὴν μὲν φάλαγγα παρὰ τὸν ποταμόν, ὡς μὴ κυκλωθεῖέν πῃ οἱ πεζοὶ ἐνεδρευσάντων τῶν Γετῶν,2 τοὺς ἱππέας δὲ κατὰ μέτωπον, λείπουσιν αὖ καὶ τὴν πόλιν οἱ Γέται κακῶς τετειχισμένην, ἀναλαβόντες τῶν παιδαρίων καὶ τῶν γυναικῶν ἐπὶ τοὺς ἵππους ὅσα φέρειν οἱ ἵπποι ἠδύναντο·

起初,他们逃往自己的城镇,该城距离伊斯特罗斯河约有一帕拉桑;但当他们看见亚历山大正急行进军,将步兵方阵沿河推进以防步兵在盖塔伊人设伏时遭到包围,而将骑兵置于正面推进时,盖塔伊人便把马匹所能驮载的妇孺尽量置于马上,继而又放弃了那座防御简陋的城镇。

§1.4.5

ἦν δὲ αὐτοῖς ἡ ὁρμὴ ὡς πορρωτάτω ἀπὸ τοῦ ποταμοῦ ἐς τὰ ἔρημα. Ἀλέξανδρος δὲ τὴν τε πόλιν λαμβάνει καὶ τὴν λείαν πᾶσαν ὅσην οἱ Γέται ὑπελίποντο. καὶ τὴν μὲν λείαν Μελεάγρῳ καὶ Φιλίππῳ ἐπαναγαγεῖν δίδωσιν, αὐτὸς δὲ κατασκάψας τὴν πόλιν θύει τε ἐπὶ τῇ ὄχθῃ τοῦ Ἴστρου Διὶ Σωτῆρι καὶ Ἡρακλεῖ καὶ αὐτῷ τῷ Ἴστρῳ ὅτι οὐκ ἄπορος αὐτῷ ἐγένετο, καὶ ἐπανάγει αὐτῆς ἡμέρας σώους σύμπαντας ἐπὶ τὸ στρατόπεδον.

他们全力向远离河流的荒野深处逃窜。亚历山大攻占了该城,并缴获了盖塔伊人留下的全部战利品。他把押送战利品回营的任务交给了梅莱阿格罗斯和腓力,自己则铲平了该城,并在伊斯特罗斯河岸上向救主宙斯、赫拉克勒斯以及伊斯特罗斯河本身献祭,感谢大河未成为其不可逾越的障碍;随后,他在当天便率全军安然无恙地返回了营地。

§1.4.6

ἐνταῦθα ἀφίκοντο πρέσβεις ὡς Ἀλέξανδρον παρά τε τῶν ἄλλων ὅσα αὐτόνομα ἔθνη προσοικεῖ τῷ Ἴστρῳ καὶ παρὰ Σύρμου τοῦ Τριβαλλῶν βασιλέως· καὶ παρὰ Κελτῶν δὲ τῶν ἐπὶ τῷ Ἰονίῳ κόλπῳ ᾠκισμένων ἧκον· μεγάλοι οἱ Κελτοὶ τὰ σώματα καὶ μέγα ἐπὶ σφίσι φρονοῦντες· πάντες δὲ φιλίας τῆς Ἀλεξάνδρου ἐφιέμενοι ἥκειν ἔφασαν.

此时,居住在伊斯特罗斯河沿岸的其他独立各部族以及特里巴洛伊人的国王叙尔摩斯均派使节前来会见亚历山大;定居于伊奥尼亚湾沿岸的凯尔特人亦有使节到来——凯尔特人体魄魁伟,自视甚高。他们全都声称是为寻求亚历山大的友谊而来。

§1.4.7

καὶ πᾶσιν ἔδωκε πίστεις Ἀλέξανδρος καὶ ἔλαβε· τοὺς Κελτοὺς δὲ καὶ ἤρετο, ὅ τι μάλιστα δεδίττεται αὐτοὺς τῶν ἀνθρωπίνων,3 ἐλπίσας ὅτι μέγα ὄνομα τὸ αὐτοῦ καὶ ἐς Κελτοὺς καὶ ἔτι προσωτέρω ἥκει καὶ ὅτι αὐτὸν μάλιστα πάντων δεδιέναι φήσουσι.

亚历山大与所有使节交换了信誓;但他询问凯尔特人,在人世间的事物中他们最畏惧何物,本以为自己的威名已远播至凯尔特人乃至更远之地,他们必定会回答最畏惧他本人。

§1.4.8

τῷ δὲ παρʼ ἐλπίδα ξυνέβη τῶν Κελτῶν ἡ ἀπόκρισις· οἷα γὰρ πόρρω τε ᾠκισμένοι Ἀλεξάνδρου καὶ χωρία δύσπορα οἰκοῦντες καὶ Ἀλεξάνδρου ἐς ἄλλα τὴν ὁρμὴν ὁρῶντες ἔφασαν δεδιέναι μήποτε ὁ οὐρανὸς αὐτοῖς ἐμπέσοι, Ἀλέξανδρόν τε ἀγασθέντες οὔτε δέει οὔτε κατʼ ὠφέλειαν πρεσβεῦσαι παρʼ αὐτόν.4 καὶ τούτους φίλους τε ὀνομάσας καὶ ξυμμάχους ποιησάμενος ὀπίσω ἀπέπεμψε, τοσοῦτον ὑπειπὼν ὅτι ἀλαζόνες Κελτοί εἰσιν.

然而,凯尔特人的回答却出乎他的意料。因其定居之地距亚历山大十分遥远,居住环境险阻难行,又看出亚历山大的志向意在别处,他们遂回答说,所畏惧的乃是天穹或许会坠落到他们头上;并说他们派遣使节前来乃是出于对亚历山大的仰慕,既非出于恐惧,亦非为求利益。亚历山大称他们为朋友,并与他们结为同盟后遣送他们归国,仅仅暗自评价道:凯尔特人尽是些夸夸其谈之辈。

语法注4 条
  1. 1.4.1πλαγίαις ταῖς σαρίσσαις

    形容词 πλαγίαις 处于冠词 ταῖς 之外的表语位置,构成方式/工具与格,意为“将长矛横向放平/斜持长矛”。

  2. 1.4.4ὡς μὴ κυκλωθεῖέν πῃ οἱ πεζοὶ ἐνεδρευσάντων τῶν Γετῶν

    属格独立结构 ἐνεδρευσάντων τῶν Γετῶν 嵌入在由 ὡς μὴ κυκλωθεῖεν 构成的否定目的从句中,带有条件含义(“万一盖塔伊人设下伏兵”)。

  3. 1.4.7ὅ τι μάλιστα δεδίττεται αὐτοὺς τῶν ἀνθρωπίνων

    动词 δεδίττεται 作及物动词用(“使……惊恐、恐吓”),主语为疑问代词 ὅ τι,直接宾语为 αὐτούς。部分属格 τῶν ἀνθρωπίνων 修饰 ὅ τι,构成间接疑问句“在人世间诸事中何物最使他们畏惧”。

  4. 1.4.8Ἀλέξανδρόν τε ἀγασθέντες οὔτε δέει οὔτε κατʼ ὠφέλειαν πρεσβεῦσαι παρʼ αὐτόν

    承接前文 ἔφασαν(他们说)的间接引语不定式结构。由于主句动词的主语(凯尔特人)与不定式 πρεσβεῦσαι 的逻辑主语一致,分词 ἀγασθέντες 采用主格而非宾格,意为“(他们声称)派使节前来纯因钦佩亚历山大,既非出于恐惧亦非为图私利”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.4.1-1.4.8