- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.3.1-1.3.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大抵达伊斯特罗斯河后强攻佩乌凯岛未果,随即调集战船、塞草兽皮和独木舟渡过伊斯特罗斯河,迎击集结于对岸的盖塔伊人。
ἀπὸ δὲ τῆς μάχης τριταῖος1 ἀφικνεῖται Ἀλέξανδρος ἐπὶ τὸν ποταμὸν τὸν Ἴστρον, ποταμῶν τῶν κατὰ τὴν Εὐρώπην μέγιστον ὄντα καὶ πλείστην γῆν ἐπερχόμενον καὶ ἔθνη μαχιμώτατα ἀπείργοντα, τὰ μὲν πολλὰ Κελτικά, ὅθεν γε καὶ αἱ πηγαὶ αὐτῷ ἀνίσχουσιν, ὧν τελευταίους Κουάδους καὶ Μαρκομάνους· ἐπὶ δὲ Σαυροματῶν μοῖραν, Ἰάζυγας·2 ἐπὶ δὲ Γέτας τοὺς ἀπαθανατίζοντας· ἐπὶ δὲ Σαυρομάτας τοὺς πολλούς· ἐπὶ δὲ Σκύθας ἔστε ἐπὶ τὰς ἐκβολάς, ἵνα ἐκδιδοῖ κατὰ πέντε στόματα ἐς τὸν Εὔξεινον πόντον.
从那场战斗算起的第三天,亚历山大抵达了伊斯特罗斯河。此河是欧洲诸河中最为宏大的一条,流经最辽阔的地域,分隔着最为尚武的各部族:其中大部分是凯尔特诸部,该河的水源亦正是从那里发源,这些部族中最偏远的是夸迪人与马科曼尼人;继之则分隔着萨尔马泰人的一支,即雅济格斯人;再继之则是相信不死的盖塔伊人;然后是萨尔马泰人的主体;最后是斯基泰人,直抵该河注入欧克辛海的五处出海口。
ἐνταῦθα καταλαμβάνει αὐτῷ ἡκούσας ναῦς μακρὰς ἐκ Βυζαντίου διὰ τοῦ πόντου τοῦ Εὐξείνου κατὰ τὸν ποταμὸν. ταύτας ἐμπλήσας τοξοτῶν τε καὶ ὁπλιτῶν τῇ νήσῳ ἐπέπλει, ἵνα οἱ Τριβαλλοί τε καὶ οἱ Θρᾷκες ξυμπεφευγότες ἦσαν, καὶ ἐπειρᾶτο βιάζεσθαι τὴν ἀπόβασιν.
在此处,亚历山大迎来了从拜占庭经欧克辛海溯河而上、专程来与他会合的战船。他在这些船上装载了弓箭手和重装步兵,向特里巴洛伊人与色雷斯人避难的岛屿驶去,企图强行登陆。
οἱ δὲ βάρβαροι ἀπήντων ἐπὶ τὸν ποταμὸν, ὅπῃ αἱ νῆες προσπίπτοιεν· αἱ δὲ ὀλίγαι τε ἦσαν καὶ ἡ στρατιὰ οὐ πολλὴ ἡ ἐπʼ αὐτῶν, καὶ τῆς νήσου τὰ πολλὰ ἀπότομα ἐς προσβολήν, καὶ τὸ ῥεῦμα τοῦ ποταμοῦ τὸ παρʼ αὐτήν, οἷα δὴ ἐς στενὸν συγκεκλεισμένον, ὀξὺ καὶ ἄπορον προσφέρεσθαι.3
然而,无论战船在何处逼近,蛮族都在河岸列队迎击;况且战船数量有限,其上所载兵力亦不多,该岛大部分地势险峻不利于突击,加之流经该岛侧旁的河水由于被挤压入狭窄水道而水流湍急,难以强行靠岸。
ἔνθα δὴ Ἀλέξανδρος ἀπαγαγὼν τὰς ναῦς ἔγνω διαβαίνειν τὸν Ἴστρον ἐπὶ τοὺς Γέτας τοὺς πέραν τοῦ Ἴστρου ᾠκισμένους, ὅτι τε συνειλεγμένους ἑώρα πολλοὺς ἐπὶ τῇ ὄχθῃ τοῦ Ἴστρου, ὡς εἴρξοντας, εἰ διαβαίνοι, — ἦσαν γὰρ ἱππεῖς μὲν ἐς τετρακισχιλίους, πεζοὶ δὲ πλείους τῶν μυρίων — καὶ ἅμα πόθος ἔλαβεν αὐτὸν ἐπέκεινα τοῦ Ἴστρου ἐλθεῖν.
于是,亚历山大撤回船只,决定渡过伊斯特罗斯河,进攻定居在河对岸的盖塔伊人。这既是因为他看见大批敌军集结在伊斯特罗斯河岸上,企图阻止他渡河——因其拥有骑兵达四千之众,步兵逾万人——同时,前往伊斯特罗斯河彼岸的强烈渴望亦攫住了他的心。
τῶν μὲν δὴ νεῶν ἐπέβη αὐτός· τὰς δὲ διφθέρας, ὑφʼ αἷς ἐσκήνουν, τῆς κάρφης πληρώσας καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς χώρας ξυναγαγών — ἦν δὲ καὶ τούτων εὐπορία πολλή, ὅτι τούτοις χρῶνται οἱ πρόσοικοι τῷ Ἴστρῳ ἐφʼ ἁλιείᾳ τε τῇ ἐκ τοῦ Ἴστρου καὶ εἴποτε παρʼ ἀλλήλους ἀνὰ τὸν ποταμὸν στέλλοιντο καὶ λῃστεύοντες ἀπʼ αὐτῶν οἱ πολλοί — ταῦτα ὡς πλεῖστα ξυναγαγὼν4 διεβίβαζεν ἐπʼ αὐτῶν τῆς στρατιᾶς ὅσους δυνατὸν ἦν ἐν τῷ τοιῷδε τρόπῳ. καὶ γίγνονται οἱ διαβάντες ἅμα Ἀλεξάνδρῳ ἱππεῖς μὲν ἐς χιλίους καὶ πεντακοσίους, πεζοὶ δὲ ἐς τετρακισχιλίους.
他本人登上了战船;并将士兵宿营所用的兽皮缝袋填满干草,又从当地搜集了所有可能弄到的独木舟——这类舟楫储备极为充足,因为伊斯特罗斯河沿岸的居民捕鱼、沿河互访交通,以及其中多数人从事水上劫掠时都使用这些独木舟——他尽可能多地搜集了这些舟楫,以此种方式将尽可能多的部队渡运过河。随同亚历山大渡河者,计有骑兵约一千五百人,步兵约四千人。
- 1.3.1τριταῖος
与主语 Ἀλέξανδρος 取得性数格一致的表语性形容词,在古希腊语中习用于表示时间,相当于副词短语(“在第三天”)。结合 ἀπὸ δὲ τῆς μάχης,意为“从该战役算起的第三天”。
- 1.3.2ἐπὶ δὲ Σαυροματῶν μοῖραν, Ἰάζυγας
宾格 μοῖραν 承接前文分词 ἀπείργοντα(“隔开、作为界限”)的支配,副词性短语 ἐπὶ δέ(“继之、接着”)引出一系列沿河分布的部族。Ἰάζυγας 作 μοῖραν 的同位语,意为“继之则分隔着萨尔马泰人的一支,即雅济格斯人”。
- 1.3.4ἄπορον προσφέρεσθαι
不定词 προσφέρεσθαι 为限定/说明性不定词(epexegetical infinitive),修饰形容词 ἄπορον。此处作中间态或被动态理解,表示水流湍急以致“(船只)难以驶近/逆流抗衡”。
- 1.3.6ταῦτα ὡς πλεῖστα ξυναγαγὼν
属于复指/再开结构(resumptive construction)。在长达数行的插入句(ἦν δὲ καὶ τούτων εὐπορία πολλή...)打断了文意之后,使用指示代词 ταῦτα 重新拾回前面的分词短语 καὶ ὅσα μονόξυλα πλοῖα ἐκ τῆς χώρας ξυναγαγών,从而顺畅地引出主句动词 διεβίβαζεν。
