- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.2.1-1.2.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大翻越海穆斯山后,追击集结在吕吉努斯河畔的特里巴洛伊人(其国王叙尔莫斯则逃往佩乌凯岛),以轻装部队将其诱出林谷,继而用骑兵和步兵方阵击溃了敌军。
Ἀλέξανδρος δὲ τὴν μὲν λείαν ὀπίσω ἀπέπεμψεν ἐς τὰς πόλεις τὰς ἐπὶ θαλάσσῃ, Λυσανίᾳ καὶ Φιλώτᾳ παραδοὺς διατίθεσθαι· αὐτὸς δὲ τὸ ἄκρον ὑπερβαλὼν προῄει διὰ τοῦ Αἴμου ἐς Τριβαλλούς, καὶ ἀφικνεῖται ἐπὶ τὸν Λύγινον ποταμόν· ἀπέχει δὲ οὗτος ἀπὸ τοῦ Ἴστρου ὡς ἐπὶ τὸν Αἷμον ἰόντι1 σταθμοὺς τρεῖς.
亚历山大将战利品押送回沿海各城,委托吕萨尼亚斯和菲罗塔斯处理变卖。他自己则越过山顶,穿过海穆斯山进入特里巴洛伊人的领地,抵达了吕吉努斯河;这条河距离伊斯特罗斯河有三天的行程,是按向海穆斯山方向行进者的脚程计算的。
Σύρμος δὲ ὁ τῶν Τριβαλλῶν βασιλεύς, ἐκ πολλοῦ πυνθανόμενος τοῦ Ἀλεξάνδρου τὸν στόλον, γυναῖκας μὲν καὶ παῖδας τῶν Τριβαλλῶν προὔπεμψεν ἐπὶ τὸν Ἴστρον διαβαίνειν κελεύσας τὸν ποταμὸν ἐς νῆσόν τινα τῶν ἐν τῷ Ἴστρῳ· πεύκη ὄνομα τῇ νήσῳ ἐστίν.
此时特里巴洛伊人的国王叙尔莫斯早已获悉亚历山大进军的消息,便预先将特里巴洛伊人的妇孺送往伊斯特罗斯河,命他们渡河撤入伊斯特罗斯河中的一座岛屿;该岛名为佩乌凯。
ἐς ταύτην δὲ τὴν νῆσον καὶ οἱ Θρᾷκες οἱ πρόσχωροι τοῖς Τριβαλλοῖς προσάγοντος Ἀλεξάνδρου ἐκ πολλοῦ συμπεφευγότες ἦσαν καὶ αὐτὸς ὁ Σύρμος ἐς ταύτην ξυμπεφεύγει ξὺν τοῖς ἀμφʼ αὐτόν· τὸ δὲ πολὺ πλῆθος τῶν Τριβαλλῶν ἔφυγεν ὀπίσω ἐπὶ τὸν ποταμόν, ἔνθενπερ τῇ προτεραίᾳ ὡρμήθη Ἀλέξανδρος.
不仅与特里巴洛伊人接壤的色雷斯人早在亚历山大进逼时就已纷纷逃入此岛,叙尔莫斯本人亦率亲随逃避于此;但特里巴洛伊人的大队人马却向后逃往亚历山大前一日出发的那条河。
ὡς δὲ ἔμαθεν αὐτῶν τὴν ὁρμήν, καὶ αὐτὸς ὑποστρέψας τὸ ἔμπαλιν ἐπὶ τοὺς Τριβαλλοὺς ἦγεν, καὶ καταλαμβάνει καταστρατοπεδεύοντας ἤδη. καὶ οἱ μὲν καταληφθέντες πρὸς τῷ νάπει τῷ παρὰ τὸν ποταμὸν παρετάσσοντο· Ἀλέξανδρος δὲ καὶ αὐτὸς τὴν μὲν φάλαγγα ἐς βάθος ἐκτάξας ἐπῆγε, τοὺς τοξότας δὲ καὶ τοὺς σφενδονήτας προεκθέοντας ἐκέλευσεν ἐκτοξεύειν τε καὶ σφενδονᾶν ἐς τοὺς βαρβάρους, εἴ πως προκαλέσαιτο αὐτοὺς ἐς τὰ ψιλὰ ἐκ τοῦ νάπους.2
亚历山大获知他们的去向后,立即率部掉头回师扑向特里巴洛伊人,并在他们刚刚安营扎寨时追赶上了他们。猝不及防的特里巴洛伊人便在沿河林木茂密的峡谷旁列阵迎敌。亚历山大将自己的步兵方阵排成纵深阵型向前推进,命令弓箭手和投石手率先向前冲刺,向蛮族射箭投石,试图以此将他们从峡谷中引诱到开阔平地。
οἱ δὲ ὡς ἐντὸς βέλους ἐγένοντο, παιόμενοι ἐξέθεον ἐπὶ τοὺς τοξότας, ὅπως ἐς χεῖρας ξυμμίξειαν γυμνοῖς οὖσι τοῖς τοξόταις. Ἀλέξανδρος δὲ ὡς προήγαγεν αὐτοὺς ἐκ τῆς νάπης ἔξω, Φιλώταν μὲν ἀναλαβόντα τοὺς ἐκ τῆς ἄνωθεν Μακεδονίας ἱππέας προσέταξεν ἐμβάλλειν κατὰ τὸ κέρας τὸ δεξιόν, ᾗπερ μάλιστα προὐκεχωρήκεσαν ἐν τῇ ἐκδρομῇ· Ἡρακλείδην δὲ καὶ Σώπολιν τοὺς ἐκ Βοττιαίας τε καὶ Ἀμφιπόλεως ἱππέας κατὰ τὸ εὐώνυμον κέρας ἐπάγειν ἔταξε.
蛮族一旦进入射程,遭到箭石打击,便向弓箭手猛扑过来,企图与这些缺乏护具的轻装弓箭手进行肉搏。亚历山大见已将他们引出峡谷之外,便命令菲罗塔斯率领来自上马其顿的骑兵猛攻其右翼,因为他们在出击时向该方向突进得最远;他又派赫拉克莱德斯和索波利斯率领来自博提埃亚和安菲波利斯的骑兵冲击其左翼。
τὴν δὲ φάλαγγα τῶν πεζῶν καὶ τὴν ἄλλην ἵππον πρὸ τῆς φάλαγγος παρατείνας κατὰ μέσους ἐπῆγε. καὶ ἔστε μὲν ἀκροβολισμὸς παρʼ ἑκατέρων ἦν, οἱ Τριβαλλοὶ οὐ μεῖον εἶχον· ὡς δὲ ἥ τε φάλαγξ πυκνὴ ἐνέβαλλεν ἐς αὐτοὺς ἐρρωμένως καὶ οἱ ἱππεῖς οὐκ ἀκοντισμῷ ἔτι, ἀλλʼ αὐτοῖς τοῖς ἵπποις ὠθοῦντες ἄλλῃ καὶ ἄλλῃ προσέπιπτον, τότε δὴ ἐτράπησαν διὰ τοῦ νάπους εἰς τὸν ποταμόν.
他将步兵方阵展开,并将余下的骑兵布置在方阵前面,亲自率军从中央突进。在双方互以远射武器交火期间,特里巴洛伊人并未落入下风;然而,当密集的方阵以排山倒海之势猛扑上来,骑兵亦不再仅靠投掷标枪,而是驱马直接撞击碾压、从四面八方冲击他们时,他们终于崩溃,穿过峡谷向河边溃逃。
καὶ ἀποθνήσκουσι μὲν τρισχίλιοι ἐν τῇ φυγῇ, ζῶντες δὲ ὀλίγοι καὶ τούτων ἐλήφθησαν, ὅτι ὕλη τε δασεῖα πρὸ τοῦ ποταμοῦ ἦν καὶ νὺξ ἐπιγενομένη τὴν ἀκρίβειαν τῆς διώξεως ἀφείλετο τοὺς Μακεδόνας.3 αὐτῶν δὲ Μακεδόνων τελευτῆσαι λέγει Πτολεμαῖος ἱππέας μὲν ἕνδεκα, πεζοὺς δὲ ἀμφὶ τοὺς τεσσαράκοντα.
在逃跑中阵亡者达三千人,但这些人〔特里巴洛伊人〕中被生擒者也寥寥无几,因为河前有茂密的森林,且夜幕降临使马其顿人无法进行严密的追击。托勒密记载,马其顿军自身仅阵亡骑兵十一人,步兵约四十人。
- 1.2.1ὡς ἐπὶ τὸν Αἷμον ἰόντι
分词与格 ἰόντι 作关系与格(评判与格,dativus iudicantis),表示衡量距离的参考基准视点,意为“对于向海穆斯山方向行进的人而言”。
- 1.2.4εἴ πως προκαλέσαιτο αὐτοὺς ἐς τὰ ψιλὰ ἐκ τοῦ νάπους
连词 εἴ 引导带有希求法 προκαλέσαιτο 的从句,表示试探或期待(“看是否能以某种方式诱出他们”),体现了主语的企图与意图。
- 1.2.7τὴν ἀκρίβειαν τῆς διώξεως ἀφείλετο τοὺς Μακεδόνας
动词 ἀφαιρέομαι 支配双宾格:被剥夺的人(τοὺς Μακεδόνας)与被剥夺的事物(τὴν ἀκρίβειαν τῆς διώξεως),意为“剥夺了马其顿人彻底追击的机会”。
