- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.28.1-1.28.8
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大与塞尔盖结盟后,绕过难以速胜的泰尔米索斯而进军萨加拉索斯,在一处险峻山丘上击溃守敌,进而强攻夺取了该城。
καὶ ἐνταῦθα ἀφικνοῦνται παρʼ αὐτὸν Σελγέων πρέσβεις. οἱ δέ εἰσι καὶ αὐτοὶ Πισίδαι βάρβαροι καὶ πόλιν μεγάλην οἰκοῦσιν καὶ αὐτοὶ μάχιμοί εἰσιν· ὅτι δὲ πολέμιοι τοῖς Τελμισσεῦσιν ἐκ παλαιοῦ ἐτύγχανον, ὑπὲρ φιλίας πρὸς Ἀλέξανδρον πεπρεσβευμένοι ἦσαν. καὶ πρὸς τούτους σπένδεται Ἀλέξανδρος, καὶ ἐκ τούτου πιστοῖς ἐς ἅπαντα ἐχρήσατο.
此时,塞尔盖人的使节来到他面前。这些人本身也是皮西迪亚蛮族,居住在大城之中,同样善战;但因他们自古以来恰与泰尔米索斯人为敌,故而派使者前来与亚历山大缔结友谊。亚历山大与他们结盟,此后在一切事务上皆信任他们。
τὴν Τελμισσὸν δὲ ἀπέγνω ἑλεῖν ἂν1 ἐν ὀλίγῳ χρόνῳ, ἀλλʼ ἐπὶ Σαγαλασσοῦ ἐστέλλετο. ἦν δὲ καὶ αὕτη οὐ μικρὰ πόλις· Πισίδαι καὶ ταύτην ᾤκουν, καὶ ἐδόκουν πάντων Πισιδῶν μαχίμων ὄντων αὐτοὶ εἶναι [οἱ] μαχιμώτατοι· καὶ τότε τὸν λόφον τὸν πρὸ τῆς πόλεως, ὅτι καὶ οὗτος οὐ μεῖον τοῦ τείχους ὀχυρὸς ἐς τὸ ἀπομάχεσθαι ἦν, κατειληφότες προσέμενον.
亚历山大断定不可能在短时间内攻克泰尔米索斯,遂向萨加拉索斯进发。此城亦非小邑;皮西迪亚人亦居于此,虽说所有皮西迪亚人皆骁勇善战,而他们自身被视为其中最勇悍者。彼时,他们见城前之山丘御敌之险固不下于城墙,遂抢占该丘,据险以待。
Ἀλέξανδρος δὲ τὴν μὲν φάλαγγα τῶν Μακεδόνων τάττει ὧδε· ἐπὶ μὲν τοῦ δεξιοῦ κέρως, ἵνα καὶ αὐτὸς ἐπετέτακτο, τοὺς ὑπασπιστὰς εἶχεν, ἐχομένους δὲ τούτων τοὺς πεζεταίρους ἔστε ἐπὶ τὸ εὐώνυμον παρατείνας, ὡς ἑκάστοις τῶν στρατηγῶν ἡ ἡγεμονία τῆς τάξεως ἐν τῇ τότε ἡμέρᾳ ἦν.2
亚历山大如此部署马其顿方阵:在右翼,即他亲自统率之处,布置持盾卫队,紧邻他们将步兵同伴队展开直至左翼,依照各将领在当日拥有战列先导权的次序排列。
ἐπὶ δὲ τῷ εὐωνύμῳ ἐπέταξεν ἡγεμόνα Ἀμύνταν τὸν Ἀρραβαίου. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ κέρως οἵ τε τοξόται καὶ οἱ Ἀγριᾶνες, τοῦ δὲ εὐωνύμου οἱ ἀκοντισταὶ οἱ Θρᾷκες, ὧν ἡγεῖτο Σιτάλκης· οἱ γὰρ ἱππεῖς αὐτῷ οὐκ ὠφέλιμοι ἐν τῇ δυσχωρίᾳ ἦσαν. τοῖς Πισίδαις δὲ καὶ Τελμισσεῖς προσβεβοηθηκότες ξυνετάξαντο.
在左翼,他指派阿里哈拜俄斯之子阿明塔斯为统领。列于右翼前方的有弓箭手与阿格里安人,列于左翼前方的则是由西塔尔克斯率领的色雷斯标枪兵;盖因骑兵在坎坷险阻之地对他全无用处。泰尔米索斯人亦赶来驰援皮西迪亚人,与他们并肩列阵。
ἤδη τε οἱ ἀμφʼ Ἀλέξανδρον προσβεβληκότες τῷ ὄρει, ὅπερ κατεῖχον οἱ Πισίδαι, κατʼ αὐτὸ τὸ ἀποτομώτατον τῆς ἀνόδου ἦσαν, καὶ ἐν τούτῳ ἐπιτίθενται αὐτοῖς οἱ βάρβαροι λόχοις κατὰ κέρας ἑκάτερον, ᾗ σφίσι μὲν εὐπροσοδώτατον ἦν, τοῖς πολεμίοις δὲ χαλεπωτάτη ἡ πρόσβασις. καὶ τοὺς μὲν τοξότας, οἷα δὴ οὔτε ἀκριβῶς ὡπλισμένους καὶ πρώτους πελάσαντας, ἐτρέψαντο, οἱ δὲ Ἀγριᾶνες ἔμειναν.
当亚历山大左右的部众已对皮西迪亚人所据之山发起进攻,正处于攀爬最为陡峭的地段时,蛮族各分队自两翼向他们发起突袭;此处对于蛮族而言最易进逼,而对敌方而言攀登最为艰险。他们击溃了弓箭手——因为弓箭手武装简陋且最先逼近——但阿格里安人坚守不退。
ἐγγὺς γὰρ ἤδη καὶ ἡ φάλαγξ τῶν Μακεδόνων προσῆγε καὶ πρὸ αὐτῆς Ἀλέξανδρος ἐφαίνετο. ὡς δὲ ἐν χερσὶν ἡ μάχη ἐγένετο, γυμνοί τε οἱ βάρβαροι ὄντες ὁπλίταις προσεφέροντο καὶ πάντῃ κατατιτρωσκόμενοι ἔπιπτον [δὲ], ἐνταῦθα δὴ ἐγκλίνουσιν· καὶ ἀπέθανον μὲν αὐτῶν ἐς πεντακοσίους,... κοῦφοι γὰρ ὄντες καὶ ἔμπειροι τῶν χωρίων οὐ χαλεπῶς ἀπεχώρουν· καὶ οἱ Μακεδόνες διὰ βαρύτητα τῶν ὅπλων καὶ ἀπειρίαν τῶν ὁδῶν οὐ θαρραλέοι ἐς τὸ διώκειν ἦσαν.
因为此时马其顿方阵已迫近前行,亚历山大亦现身于方阵之前。当肉搏战爆发,蛮族因未穿护甲与重装步兵相格斗,四面负伤倒地,终于支撑不住而败退;他们阵亡约五百人……盖因他们身手轻捷且熟悉地形,撤退并不困难;而马其顿人因铠甲沉重且不识道路,不敢贸然追击。
Ἀλέξανδρος δὲ ἐχόμενος τῶν φευγόντων3 τὴν πόλιν αὐτῶν αἱρεῖ κατὰ κράτος. τῶν δὲ ξὺν αὐτῷ Κλέανδρός τε ὁ στρατηγὸς τῶν τοξοτῶν ἀποθνήσκει καὶ τῶν ἄλλων ἀμφὶ τοὺς εἴκοσιν. Ἀλέξανδρος δὲ ἐπὶ τοὺς ἄλλους Πισίδας ἦγε· καὶ τὰ μέν τινα τῶν φρουρίων βίᾳ ἐξεῖλε, τὰ δὲ ὁμολογίᾳ προσηγάγετο.
然而亚历山大紧追溃兵不舍,以强攻夺取了他们的城池。在他麾下,弓箭手统领克莱安德罗斯阵亡,余者战死约二十人。随后亚历山大移师进击其余皮西迪亚人,其要塞有的以武力攻克,有的依约降服。
- 1.28.2ἀπέγνω ἑλεῖν ἂν
动词 ἀπογιγνώσκω(判定不可能、断念)后接带有 ἄν 的不定式 ἑλεῖν,此乃间接引语中潜势希求法或非现实式的对应形式,表示“判断在短时间内不可能攻克”。
- 1.28.3ὡς ἑκάστοις τῶν στρατηγῶν ἡ ἡγεμονία τῆς τάξεως ἐν τῇ τότε ἡμέρᾳ ἦν
由 ὡς 引导的方式状语从句,意为“按照当日各将领拥有战列先导权的次序”。这反映了马其顿步兵同伴队中各连队(τάξεις)在战线中的排列次序每日轮流交替的军事惯例。
- 1.28.8ἐχόμενος τῶν φευγόντων
中动分词 ἐχόμενος 支配属格 τῶν φευγόντων,字面为“紧附于溃逃者”,引申为“紧咬追击”、“尾随败军”。表示物理相邻或依附的 ἔχομαι + 属格在此用于战场追击的语境。
