← 阿利安

亚历山大远征记

§1.27.1-1.27.8

阿斯彭多斯投降与突破泰尔米索斯隘口

亚历山大包围了企图背叛的阿斯彭多斯,迫使其接受更为严苛的条件投降;随后进军泰尔米索斯,击退扼守隘口的守军并顺利穿过隘道。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27.1

Ὤικισται δὲ τῆς Ἀσπένδου τὰ μὲν πολλὰ ἐπὶ ἄκρᾳ ὀχυρᾷ καὶ ἀποτόμῳ καὶ παρʼ αὐτὴν τὴν ἄκραν ὁ Εὐρυμέδων ποταμὸς ῥεῖ· ἦσαν δὲ αὐτοῖς καὶ περὶ τῇ ἄκρᾳ ἐν τῷ χθαμαλῷ οὐκ ὀλίγαι οἰκήσεις καὶ τεῖχος περιεβέβλητο αὐταῖς οὐ μέγα.

阿斯彭多斯的大部分建筑坐落在一座坚固而陡峭的高地上,欧律墨冬河正从这座高地旁流过;高地周围的低洼处也有他们不少的居所,并且环绕着一道不大的城墙。

§1.27.2

τὸ μὲν δὴ τεῖχος εὐθύς, ὡς προσάγοντα Ἀλέξανδρον ἔγνωσαν, ἐκλείπουσιν ὅσοι ἐπῴκουν καὶ τὰς οἰκίας, ὅσας ἐν τῷ χθαμαλῷ ᾠκισμένας οὐκ ἐδόκουν διαφυλάξαι ἂν δύνασθαι·1 αὐτοὶ δὲ ἐς τὴν ἄκραν ξυμφεύγουσιν. Ἀλέξανδρος δὲ ὡς ἀφίκετο ξὺν τῇ δυνάμει, εἴσω τοῦ ἐρήμου τείχους παρελθὼν κατεστρατοπέδευσεν ἐν ταῖς οἰκίαις ταῖς καταλελειμμέναις. πρὸς τῶν Ἀσπενδίων.2

那些居住在其中的人一得知亚历山大正在逼近,便立即舍弃了城墙以及他们认为无法防守的、建于低洼处的所有房屋;他们自己则一同逃往高地。亚历山大率大军抵达后,进入空无一人的城墙内,在阿斯彭多斯人遗弃的房屋中驻扎下来。

§1.27.3

οἱ δὲ Ἀσπένδιοι ὡς εἶδον αὐτόν τε Ἀλέξανδρον παρʼ ἐλπίδα ἥκοντα καὶ τὸ στρατόπεδον ἐν κύκλῳ σφῶν πάντῃ, πέμψαντες πρέσβεις ἐδέοντο ἐφʼ οἷσπερ τὸ πρότερον ξυμβῆναι. καὶ Ἀλέξανδρος τό τε χωρίον ἰσχυρὸν ἰδὼν καὶ αὐτὸς ὡς οὐκ ἐπὶ χρόνιον πολιορκίαν παρεσκευασμένος ἐπὶ τοῖς αὐτοῖς μὲν οὐδὲ ὣς ξυνέβη πρὸς αὐτούς· ὁμήρους δὲ δοῦναι σφῶν τοὺς δυνατωτάτους ἐκέλευσεν καὶ τοὺς ἵππους, οὓς πρόσθεν ὡμολόγησαν, καὶ ἑκατὸν τάλαντα ἀντὶ τῶν πεντήκοντα, καὶ πείθεσθαι τῷ σατράπῃ τῷ ὑπʼ Ἀλεξάνδρου ταχθέντι καὶ φόρους ἀποφέρειν ὅσα ἔτη Μακεδόσι, καὶ ὑπὲρ τῆς χώρας διακριθῆναι, ἣν τῶν προσχώρων οὖσαν βίᾳ κατέχειν ἐν αἰτίᾳ ἦσαν. ὡς δὲ πάντα οἱ ἐπεχώρησαν, ἀνέζευξεν ἐς Πέργην, κἀκεῖθεν ἐς Φρυγίαν ὥρμητο·

阿斯彭多斯人见亚历山大本人出乎意料地亲临,且其军营将他们四面合围,便派出使节,请求按先前的条件缔结和约。亚历山大见该地地势险要,且自身亦未作旷日持久围城之备,然而即便是这样,他也没有按原先的条件与他们妥协;他命令他们交出最有权势者作为人质,交出此前已答应交付的马匹,交纳一百塔兰同而非五十塔兰同,服从亚历山大所任命的总督,每年向马其顿人纳贡,并就他们被控凭借武力侵占邻族领地一事接受仲裁。在他们向他做出全部让步后,他拔营回师佩尔盖,并自彼处向弗里吉亚进发。

§1.27.5

ἦν δὲ αὐτῷ ἡ πορεία παρὰ Τελμισσὸν πόλιν. οἱ δὲ ἄνθρωποι οὗτοι τὸ μὲν γένος Πισίδαι εἰσὶ βάρβαροι, χωρίον δὲ οἰκοῦσιν ὑπερύψηλον καὶ πάντῃ ἀπότομον, καὶ ἡ ὁδὸς παρὰ τὴν πόλιν χαλεπή.

他的进军路线途经泰尔米索斯城。这些人种族上属于皮西迪亚蛮族,居住在一处极高且四面陡峭的地方,经过该城的道路十分险峻。

§1.27.6

καθήκει γὰρ ἐκ τῆς πόλεως ὄρος ἔστε ἐπὶ τὴν ὁδόν, καὶ τοῦτο μὲν αὐτοῦ ἐν τῇ ὁδῷ ἀποπαύεται, ἀντίπορον δὲ αὐτῷ ἄλλο ὄρος ἐστὶν οὐ μεῖον ἀπότομον, καὶ ταῦτα τὰ ὄρη ὥσπερ πύλας ποιεῖ ἐπὶ τῇ ὁδῷ, καὶ ἔστιν ὀλίγῃ φυλακῇ κατέχοντας τὰ ὄρη ταῦτα ἄπορον ποιεῖν τὴν πάροδον.3 καὶ τότε οἱ Τελμισσεῖς πανδημεὶ ἐκβεβοηθηκότες ἀμφότερα τὰ ὄρη κατεῖχον.

因为有一座山从该城延伸至道路旁,恰在路边收束,而在其对面有另一座同样陡峭的山;这两座山犹如道路上的闸门,只要有人以少数守卫占领这些山峦,便可使通道断绝难行。当时泰尔米索斯人倾巢而出,扼守着两座山头。

§1.27.7

ταῦτα δὴ ἰδὼν Ἀλέξανδρος στρατοπεδεύεσθαι αὐτοῦ, ὅπως εἶχον, ἐκέλευε τοὺς Μακεδόνας, γνοὺς, ὅτι οὐ μενοῦσι πανδημεὶ οἱ Τελμισσεῖς αὐλιζομένους σφᾶς ἰδόντες, ἀλλʼ ἀποχωρήσουσιν ἐς τὴν πόλιν πλησίον οὖσαν οἱ πολλοὶ αὐτῶν, ὅσον φυλακὴν καταλιπόντες ἐπὶ τοῖς ὄρεσι. καὶ ξυνέβη, ὅπως εἴκαζεν· οἱ μὲν γὰρ πολλοὶ αὐτῶν ἀπῆλθον, αἱ φυλακαὶ δὲ ἐγκατέμειναν.

亚历山大见此情景,遂命马其顿军队就地依现状扎营,因为他知晓,泰尔米索斯人一见他们露营,便绝不会全员留守,而绝大多数人只会在山上留下一支卫队,随即撤回近在咫尺的城内。事情果然如他所料:他们的大多数人离去了,只有守军留守。

§1.27.8

καὶ ἐπὶ τούτους εὐθὺς ἀναλαβὼν τούς τε τοξότας καὶ τὰς τῶν ἀκοντιστῶν τάξεις καὶ τῶν ὁπλιτῶν ὅσοι κουφότεροι ἐπήγαγεν. οἱ δὲ οὐκ ἔμειναν βαλλόμενοι, ἀλλὰ ἔλιπον τὸ χωρίον· καὶ Ἀλέξανδρος ὑπερβαλὼν τὰ στενὰ πρὸς τῇ πόλει κατεστρατοπέδευσε.

亚历山大立即率领弓箭手、标枪兵各连队以及重装步兵中最轻捷者向他们发起进攻。敌军经受不住投射攻击,弃阵而逃;亚历山大越过隘口,在城旁扎下营寨。

语法注3 条
  1. 1.27.2οὐκ ἐδόκουν διαφυλάξαι ἂν δύνασθαι

    由关系代名词 ὅσας 引导的关系从句中的个人构文(personal construction)。句中并未采用非人称的“他们似乎不可能守住……”,而是将居民(ὅσοι ἐπῴκουν)直接作为 ἐδόκουν 的主语,直译为“他们似乎不可能能够守住(房屋)”。小词 ἄν 与不定词 δύνασθαι 连用,表示潜在/可能性。

  2. 1.27.2πρὸς τῶν Ἀσπενδίων

    无论原文的标点如何,在句法上该短语均用作修饰前文被动态完成时分词 καταλελειμμέναις 的施动者短语(πρός + 属格相当于 ὑπό + 属格,意为“被阿斯彭多斯人所遗弃的”)。

  3. 1.27.6ἔστιν ὀλίγῃ φυλακῇ κατέχοντας τὰ ὄρη ταῦτα ἄπορον ποιεῖν τὴν πάροδον

    非人称动词 ἔστι 表示可能(“能够……”),后接不定词 ποιεῖν;分词 κατέχοντας 取宾格,用作该不定词在逻辑上的主语。ὀλίγῃ φυλακῇ 为手段或随伴与格(“凭借/带着少数守备队”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.27.1-1.27.8