← 阿利安

亚历山大远征记

§1.26.1-1.26.5

进军潘菲利亚与阿斯彭多斯叛盟

亚历山大沿海路经佩尔盖、西得进抵叙利翁,因闻知原本允诺归顺的阿斯彭多斯人背约修防,遂回师前往阿斯彭多斯。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26.1

Ἀλέξανδρος δὲ ἄρας ἐκ Φασηλίδος μέρος μέν τι τῆς στρατιᾶς διὰ τῶν ἀρῶν πέμπει ἐπὶ Πέργης, ᾗ ὡδοποιήκεσαν αὐτῷ οἱ Θρᾷκες χαλεπὴν ἄλλως καὶ μακρὰν οὖσαν τὴν πάροδον· αὐτὸς δὲ παρὰ τὴν θάλασσαν διὰ τοῦ αἰγιαλοῦ ἦγε τοὺς ἀμφʼ αὑτόν. ἔστι δὲ ταύτῃ ἡ ὁδὸς οὐκ ἄλλως ὅτι μὴ τῶν ἀπʼ ἄρκτου ἀνέμων πνεόντων·1 εἰ δὲ νότοι κατέχοιεν, ἀπόρως ἔχει διὰ τοῦ αἰγιαλοῦ ὁδοιπορεῖν.

亚历山大自法塞利斯拔营后,派遣部分军队翻越山岭前往佩尔盖;色雷斯人已为他开辟了这条山道,否则原是既险阻又漫长的关隘。他自己则率领随行部队沿海滨由滩涂前进。此处的道路只有在刮北风时方可通行;若南风肆虐,便绝无法沿滩涂行军。

§1.26.2

τῷ δὲ ἐκ νότων σκληροὶ βορραῖ ἐπιπνεύσαντες,2 οὐκ ἄνευ τοῦ θείου, ὡς αὐτός τε καὶ οἱ ἀμφʼ αὐτὸν ἐξηγοῦντο, εὐμαρῆ καὶ ταχεῖαν τὴν πάροδον παρέσχον. ἐκ Πέργης δὲ ὡς προῄει, ἐντυγχάνουσιν αὐτῷ κατὰ τὴν ὁδὸν πρέσβεις Ἀσπενδίων αὐτοκράτορες, τὴν μὲν πόλιν ἐνδιδόντες, φρουρὰν δὲ μὴ εἰσάγειν δεόμενοι.

然而,在南风之后强烈的北风为他骤然吹起——正如他本人及其近侍所阐释的那样,此非无神助——从而为他们提供了便捷而迅速的通路。当他自佩尔盖继续前行时,阿斯彭多斯人的全权使节在途中与他相遇,表示愿献出城池,但请求不要派驻驻军。

§1.26.3

καὶ περὶ μὲν τῆς φρουρᾶς πράξαντες ἀπῆλθον, ὅσα ἠξίουν· πεντήκοντα δὲ τάλαντα κελεύει τῇ στρατιᾷ δοῦναι αὐτοῖς ἐς μισθὸν καὶ τοὺς ἵππους, οὓς δασμὸν βασιλεῖ ἔτρεφον. οἱ δὲ ὑπέρ τε τοῦ ἀργυρίου καὶ τοὺς ἵππους παραδώσειν ξυνθέμενοι ἀπῆλθον. Ἀλέξανδρος δὲ ἐπὶ Σίδης ᾔει.

关于驻军一事,使节们按其所请办妥后便行离去;但他下令让他们向军队支付五十塔兰同作为军饷,并交出他们为波斯王饲养作为贡赋的马匹。使节们就金钱事宜达成协议并同意交出马匹后便离开了。亚历山大遂向西得进发。

§1.26.4

εἰσὶ δὲ οἱ Σιδῆται Κυμαῖοι ἐκ Κύμης τῆς Αἰολίδος· καὶ οὗτοι λέγουσιν ὑπὲρ σφῶν τόνδε τὸν λόγον, ὅτι, ὡς κατῆράν τε ἐς τὴν γῆν ἐκείνην οἱ πρῶτοι ἐκ Κύμης σταλέντες καὶ ἐπὶ οἰκισμῷ ἐξέβησαν, αὐτίκα τὴν μὲν Ἑλλάδα γλῶσσαν ἐξελάθοντο, εὐθὺς δὲ βάρβαρον φωνὴν ἵεσαν, οὐδὲ τῶν προσχώρων βαρβάρων, ἀλλὰ ἰδίαν σφῶν οὔπω πρόσθεν οὖσαν τὴν φωνήν· καὶ ἔκτοτε οὐ κατὰ τοὺς ἄλλους προσχώρους Σιδῆται ἐβαρβάριζον.

西得人是来自埃奥利斯之库墨的移民。他们讲述着关于自身的这样一个传说:当最初从库墨派出的人抵达那片土地并登陆建城时,他们立刻忘却了希腊语,旋即说起一种蛮族语言;这并非邻近蛮族的语言,而是他们自身独有的、此前从未存在过的语言。自此以后,西得人便以不同于其他邻族的方式操持蛮族语言。

§1.26.5

καταλιπὼν δὲ φρουρὰν ἐν Σίδῃ προῄει ἐπὶ Σύλλιον, χωρίον ὀχυρὸν καὶ φρουρὰν ἔχον ξένων μισθοφόρων καὶ αὐτῶν τῶν ἐπιχωρίων βαρβάρων. ἀλλʼ οὔτε τὸ Σύλλιον ἐξ ἐφόδου αὐτοσχεδίου ἠδυνήθη λαβεῖν, ἐπεί τʼ ἠγγέλθη αὐτῷ κατὰ τὴν ὁδὸν τοὺς Ἀσπενδίους ὅτι οὐδὲν τῶν ξυγκειμένων πρᾶξαι ἐθέλοιεν,3 οὔτε τοὺς ἵππους παραδοῦναι τοῖς πεμφθεῖσιν οὔτε ἀπαριθμῆσαι τὰ χρήματα, καὶ τὰ ἐκ τῆς χώρας ὅτι ἀνασκευασάμενοι ἐς τὴν πόλιν τάς τε πύλας ἀποκεκλείκασι τοῖς παρὰ Ἀλεξάνδρου καὶ τὰ τείχη, ὅπῃ πεπονηκότα ἦν, ἐπισκευάζουσι, ταῦτα πυθόμενος ἐπὶ Ἀσπένδου ἀνεζεύγνυεν.

在西得留下一支驻军后,亚历山大向叙利翁进发;叙利翁地势险要,由外邦雇佣军和当地蛮族本身组成的守军驻防。然而他未能在猝然突袭中攻克叙利翁;加之途中有人向他报告,阿斯彭多斯人拒不履行任何已商定的条款,既不向派去的使节交出马匹,也不清点交付金钱,反而将乡野物资搬入城内,向亚历山大的代表紧闭城门,并在城墙损毁处加紧修缮;得知这些情况后,亚历山大遂回师向阿斯彭多斯扑去。

语法注3 条
  1. 1.26.1οὐκ ἄλλως ὅτι μὴ τῶν ἀπʼ ἄρκτου ἀνέμων πνεόντων

    短语 οὐκ ἄλλως ὅτι μή 是表示“除了……之外别无其他方式/除非”(except / unless)的习惯搭配。其后接续表示条件的独立属格 τῶν ἀπʼ ἄρκτου ἀνέμων πνεόντων(刮北风时),构成“除刮北风外绝无法通行”的排他性条件句。

  2. 1.26.2τῷ δὲ ἐκ νότων σκληροὶ βορραῖ ἐπιπνεύσαντες

    与格 τῷ 是利害与格,指代亚历山大。介词短语 ἐκ νότων 与前文的 νότοι κατέχοιεν 形成对比,表示状态的转换或时间的承续(“在南风之后/取代了南风”)。主格分词 ἐπιπνεύσαντες 与主语 σκληροὶ βορραῖ(强劲的北风)保持一致,修饰主要动词 παρέσχον。

  3. 1.26.5τοὺς Ἀσπενδίους ὅτι οὐδὲν τῶν ξυγκειμένων πρᾶξαι ἐθέλοιεν

    前置先取句式(prolepsis)。本应作为从属句(ὅτι从句)逻辑主语的 τοὺς Ἀσπενδίους,被前置并置于宾格。从句中的动词 ἐθέλοιεν 采用间接引语希求位(optativus obliquus),与历史时态 ἠγγέλθη 呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.26.1-1.26.5