- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.25.1-1.25.10
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在法塞利斯期间,色萨利骑兵统领埃罗普斯之子亚历山大的叛乱阴谋败露;结合此前的燕子神兆,亚历山大遣使阿姆佛特罗斯将其秘密逮捕并收监。
ἔτι δὲ αὐτῷ περὶ τὴν Φασηλίδα ὄντι ἐξαγγέλλεται Ἀλέξανδρον τὸν Ἀερόπου ἐπιβουλεύειν, τά τε ἄλλα τῶν ἑταίρων ὄντα καὶ ἐν τῷ τότε Θεσσαλῶν τῆς ἵππου ἄρχοντα. ἦν μὲν δὴ ὁ Ἀλέξανδρος οὗτος ἀδελφὸς Ἡρομένους τε καὶ Ἀρραβαίου τῶν ξυνεπιλαβόντων τῆς σφαγῆς τῆς Φιλίππου· καὶ τότε αἰτίαν σχόντα αὐτὸν Ἀλέξανδρος ἀφῆκεν, ὅτι ἐν πρώτοις τε ἀφίκετο τῶν φίλων παρʼ αὐτόν, ἐπειδὴ Φίλιππος ἐτελεύτησε, καὶ τὸν θώρακα συνενδὺς συνηκολούθησεν αὐτῷ εἰς τὰ βασίλεια· ὕστερον δὲ καὶ ἐν τιμῇ ἀμφʼ αὑτὸν εἶχε, στρατηγόν τε ἐπὶ Θρᾴκης στείλας καὶ ἐπειδὴ Κάλας ὁ τῶν Θετταλῶν ἵππαρχος ἐπὶ σατραπείᾳ ἐξεπέμφθη, αὐτὸν ἀπέδειξεν ἄρχειν τῆς Θεσσαλικῆς ἵππου. τὰ δὲ τῆς ἐπιβουλῆς ἐξηγγέλθη ὧδε.
当亚历山大尚在法塞利斯一带时,有人密报埃罗普斯之子亚历山大正在图谋不轨;此人原本属于伙友之列,当时正统领着色萨利骑兵。这位亚历山大是曾参与刺杀腓力的赫罗墨涅斯与阿拉拜奥斯的兄弟;当时他虽受到怀疑,亚历山大却赦免了他,因为在腓力去世之际,他是最先来到亚历山大身边的密友之一,并一同披挂胸甲随同他前往王宫。后来亚历山大还将他留在身侧委以重任,不仅派他作为将领前往色雷斯,而且在色萨利骑兵统领卡拉斯受命出任总督时,任命他接管色萨利骑兵。谋反的细节暴露如下。
Δαρεῖος, ἐπειδὴ Ἀμύντας αὐτομολήσας παρʼ αὐτὸν λόγους τέ τινας καὶ γράμματα παρὰ τοῦ Ἀλεξάνδρου τούτου ἐκόμισε, καταπέμπει ἐπὶ θάλασσαν Σισίνην, ἄνδρα Πέρσην τῶν ἀμφʼ αὑτὸν πιστῶν, πρόφασιν μὲν παρὰ Ἀτιζύην τὸν Φρυγίας σατράπην, τῇ δὲ ἀληθείᾳ τῷ Ἀλεξάνδρῳ τούτῳ συνεσόμενον καὶ πίστεις δώσοντα, εἰ ἀποκτείνειε βασιλέα Ἀλέξανδρον, αὐτὸν βασιλέα καταστήσειν Μακεδονίας καὶ χρυσίου τάλαντα πρὸς τῇ βασιλείᾳ ἐπιδώσειν χίλια.
大流士在阿明塔斯叛逃到他那里并带来了这位亚历山大的口信与书信之后,派遣其身边亲信的波斯人西西内斯下到沿海地区,表面上是前往弗里吉亚总督阿提居埃斯那里,实际上是为了与这位亚历山大接触并向他作出保证:只要他杀死亚历山大王,大流士便立他为马其顿王,并在王位之外另赠一千塔兰同黄金。
ὁ δὲ Σισίνης ἁλοὺς πρὸς Παρμενίωνος λέγει πρὸς Παρμενίωνα ὧν ἕνεκα ἀπεστάλη· καὶ τοῦτον ἐν φυλακῇ πέμπει Παρμενίων παρʼ Ἀλέξανδρον, καὶ πυνθάνεται ταὐτὰ παρʼ αὐτοῦ Ἀλέξανδρος. ξυναγαγὼν δὲ τοὺς φίλους βουλὴν προὐτίθει ὅ τι χρὴ ὑπὲρ Ἀλεξάνδρου γνῶναι.
然而西西内斯被帕尔梅尼昂擒获,便向帕尔梅尼昂全盘供出了自己受遣前来的缘由。帕尔梅尼昂将他押送至亚历山大处,亚历山大也从他那里获知了相同的情由。于是亚历山大召集众密友,提请商议对这位亚历山大应当作何处置。
καὶ ἐδόκει τοῖς ἑταίροις μήτε πάλαι εὖ βεβουλεῦσθαι τὸ κράτιστον τοῦ ἱππικοῦ ἀνδρὶ οὐ πιστῷ ἐπιτρέψας,1 νῶν τε χρῆναι αὐτὸν κατὰ τάχος ἐκποδὼν ποιεῖσθαι, πρὶν καὶ ἐπιτηδειότερον γενόμενον τοῖς Θετταλοῖς ξὺν αὐτοῖς τι νεωτερίσαι. καί τι καὶ θεῖον ἐφόβει αὐτούς.
伙友们认为,当初将骑兵中最精锐的部队托付给一个不可信赖之人本非善策,如今应当迅速将其除掉,以免他在色萨利人中更得人心后与他们一同发动叛变。此外,某种神兆也令他们心存忧惧。
ἔτι γὰρ πολιορκοῦντος αὐτοῦ Ἀλεξάνδρου Ἁλικαρνασσὸν ἀναπαύεσθαι μὲν ἐν μεσημβρίᾳ, χελιδόνα δὲ περιπέτεσθαι ὑπὲρ τῆς κεφαλῆς τρύζουσαν μεγάλα καὶ τῆς εὐνῆς ἄλλῃ καὶ ἄλλῃ ἐπικαθίζειν, θορυβωδέστερον ἢ κατὰ τὸ εἰωθὸς ᾅδουσαν· τὸν δὲ ὑπὸ καμάτου ἐγερθῆναι μὲν ἀδυνάτως ἔχειν ἐκ τοῦ ὕπνου, ἐνοχλούμενον δὲ πρὸς τῆς φωνῆς τῇ χειρὶ οὐ βαρέως ἀποσοβῆσαι τὴν χελιδόνα· τὴν δὲ τοσούτου ἄρα δεῆσαι ἀποφυγεῖν πληγεῖσαν, ὥστε2 ἐπὶ τῆς κεφαλῆς αὐτῆς τοῦ Ἀλεξάνδρου καθημένην μὴ πρόσθεν ἀνεῖναι πρὶν παντελῶς ἐξεγερθῆναι Ἀλέξανδρον.
原来早在亚历山大亲自围攻哈利卡尔那索斯期间,某日正午歇息时,一只燕子在他头顶飞来飞去,大声呢喃,并在睡榻各处不断停歇,鸣叫得比平时格外嘈杂;他因疲惫而难以从梦中醒来,但被声音扰乱,便用手轻轻驱赶燕子;然而燕子被打之后非但没有飞走,反而落在亚历山大的头顶上,直到亚历山大完全醒来之前都不肯罢休。
καὶ Ἀλέξανδρος οὐ φαῦλον ποιησάμενος τὸ τῆς χελιδόνος ἀνεκοίνωσεν Ἀριστάνδρῳ τῷ Τελμισσεῖ, μάντει· Ἀρίστανδρον δὲ ἐπιβουλὴν μὲν ἔκ του τῶν φίλων σημαίνεσθαι αὐτῷ εἰπεῖν, σημαίνεσθαι δὲ καί, ὅτι καταφανὴς ἔσται. τὴν γὰρ χελιδόνα σύντροφόν τε εἶναι ὄρνιθα καὶ εὔνουν ἀνθρώποις καὶ λάλον μᾶλλον ἢ ἄλλην ὄρνιθα.
亚历山大并未将燕子之事视作寻常,便向泰尔梅苏斯的占卜师阿里斯坦德罗斯请教。阿里斯坦德罗斯告诉他,这预示着密友中有人谋反,但也预示着阴谋必定败露;因为燕子是与人类共同生活的鸟类,对人类怀有善意,且比其他任何鸟类都更饶舌。
ταῦτά τε οὖν καὶ τὰ ἀπὸ τοῦ Πέρσου ξυνθεὶς πέμπει ὡς Παρμενίωνα Ἀμφοτερὸν τὸν Ἀλεξάνδρου μὲν παῖδα, ἀδελφὸν δὲ Κρατεροῦ. καὶ ξυμπέμπει αὐτῷ τῶν Περγαίων τινὰς τὴν ὁδὸν ἡγησομένους. καὶ ὁ Ἀμφοτερὸς στολὴν ἐνδὺς ἐπιχώριον, [καὶ] ὡς μὴ γνώριμος εἶναι κατὰ τὴν ὁδόν, λανθάνει ἐφικόμενος3 παρὰ Παρμενίωνα· καὶ γράμματα μὲν οὐ κομίζει παρὰ Ἀλεξάνδρου· οὐ γὰρ ἔδοξε γράφειν ὑπὲρ οὐδενὸς τοιούτου ἐς τὸ ἐμφανές· τὰ δὲ ἀπὸ γλώσσης οἱ ἐντεταλμένα ἐξήγγειλεν, καὶ οὕτω ξυλλαμβάνεται ὁ Ἀλέξανδρος οὗτος καὶ ἐν φυλακῇ ἦν.
亚历山大遂将这些征兆与波斯人的招供综合考量,派亚历山大之子、克拉特罗斯之弟阿姆佛特罗斯前往帕尔梅尼昂处,并配派数名佩尔盖人为其引路。阿姆佛特罗斯换上当地服饰,以免在途中被人认出,神不知鬼不觉地抵达了帕尔梅尼昂处;他并未携带亚历山大的书信,因为针对这类事不宜公开见诸文字;他只是口头转达了所受托的密令。于是这位亚历山大便被逮捕并羁押起来。
- 1.25.5ἐπιτρέψας
主格分词 ἐπιτρέψας 与无人称完成时被动不定式 βεβουλεῦσθαι 的逻辑主语(亚历山大大帝)相一致。尽管 ἐδόκει 引出带与格的无人称句式,但不定式在意义上指代大帝自身的行事,故伴随分词按主动含义采用了主格形式。
- 1.25.7τοσούτου ἄρα δεῆσαι ἀποφυγεῖν πληγεῖσαν, ὥστε
此为间接引语中惯用句式「τοσούτου δεῖ + 不定式 + ὥστε」(非但不……反而……)的体现。无人称动词 δεῖ 在间接引语中变为不定式 δεῆσαι,与程度属格 τοσούτου 连用,后接不定式 ἀποφυγεῖν 以及表示结果的 ὥστε 引导的从句。
- 1.25.9λανθάνει ἐφικόμενος
动词 λανθάνω 与补充性分词连用的固定句型,意为“不知不觉地/不被人察觉地做某事”。此处历史现在时动词 λανθάνει 与不定过去时分词 ἐφικόμενος 配合,表示阿姆佛特罗斯在无人觉察的情况下顺利抵达了帕尔梅尼昂处。
