← 阿利安

亚历山大远征记

§1.24.1-1.24.6

遣新婚兵归国休假与经略吕基亚

亚历山大命新婚士兵回马其顿休假过冬并就地征募新兵,派遣帕尔梅尼昂进军弗里吉亚,自己则挥师吕基亚与潘菲利亚以图孤立波斯舰队,降服沿线诸城。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24.1

τῶν Μακεδόνων δὲ ἔστιν οἳ συνεστρατευμένοι Ἀλεξάνδρῳ ἦσαν νεωστὶ πρὸ τῆς στρατιᾶς γεγαμηκότες· καὶ τούτων ἔγνω οὐκ ἀμελητέα εἶναί οἱ1 Ἀλέξανδρος, ἀλλʼ ἐκπέμπει γὰρ2 αὐτοὺς ἐκ Καρίας διαχειμάσοντας ἐν Μακεδονίᾳ ἅμα ταῖς γυναιξίν, ἐπιτάξας αὐτοῖς Πτολεμαῖόν τε τὸν Σελεύκου, ἕνα τῶν σωματοφυλάκων τῶν βασιλικῶν, καὶ τῶν στρατηγῶν Κοῖνόν τε τὸν Πολεμοκράτους καὶ Μελέαγρον τὸν Νεοπτολέμου, ὅτι καὶ αὐτοὶ τῶν νεογάμων ἦσαν, προστάξας, ἐπειδὰν αὐτοί τε ἐπανίωσι καὶ τοὺς μετὰ σφῶν ἐκπεμφθέντας ἐπαναγάγωσι, καταλέξαι ἱππέας τε καὶ πεζοὺς ἐκ τῆς χώρας ὅσους πλείστους. καὶ τῷ ἔργῳ τῷδε, εἴπερ τινὶ ἄλλῳ, εὐδοκίμησε παρὰ Μακεδόσιν Ἀλέξανδρος. ἔπεμψε δὲ καὶ Κλέανδρον τὸν Πολεμοκράτους ἐπὶ ξυλλογῇ στρατιωτῶν εἰς Πελοπόννησον.

在马其顿人中,有些人是在出征前不久刚完婚便随亚历山大出征的;亚历山大认为不可忽视他们的诉求,事实上便将他们从卡里亚遣送回马其顿,以便与妻子们一同过冬。他指派御前近卫官之一塞琉古之子普托勒迈厄斯,以及众将领中的波勒莫克拉特斯之子科伊诺斯和涅奥普托勒摩斯之子梅列阿格罗斯统领他们,因为这几人自身也是新婚之人,并吩咐他们,在自己归队并将随行遣回者带回之时,从本土尽可能多地征募骑兵和步兵。亚历山大正因这一举措,比任何其他事情都更在马其顿人中博得了崇高的赞誉。他还派遣波勒莫克拉特斯之子克列安德罗斯前往伯罗奔尼撒招募兵员。

§1.24.3

Παρμενίωνα δὲ πέμπει ἐπὶ Σάρδεων, δοὺς αὐτῷ τῶν τε ἑταίρων ἱππαρχίαν καὶ τοὺς Θετταλοὺς ἱππέας καὶ τοὺς ἄλλους ξυμμάχους καὶ τὰς ἁμάξας ἄγειν· καὶ κελεύει προϊέναι ἀπὸ Σάρδεων ἐπὶ Φρυγίαν. αὐτὸς δὲ ἐπὶ Λυκίας τε καὶ Παμφυλίας ᾔει, ὡς τῆς παραλίου κρατήσας ἀχρεῖον καταστῆσαι3 τοῖς πολεμίοις τὸ ναυτικόν.

亚历山大派帕尔梅尼昂前往萨尔迪斯,交由他率领一支伙友骑兵队、色萨利骑兵以及其余同盟军并押送辎重车队,命他从萨尔迪斯向前推进至弗里吉亚。他自己则向吕基亚和潘菲利亚进军,意图通过控制沿海地带来使敌方的海军无用武之地。

§1.24.4

καὶ πρῶτον μὲν ἐν παρόδῳ Ὕπαρνα, χωρίον ὀχυρόν, φυλακὴν ἔχον ξένους μισθοφόρους, ἐξ ἐφόδου ἔλαβεν· οἱ δʼ ἐκ τῆς ἄκρας ξένοι ὑπόσπονδοι ἐξῆλθον. ἔπειτα εἰσβαλὼν εἰς Λυκίαν Τελμισσέας μὲν ὁμολογίᾳ προσηγάγετο, περάσας δὲ τὸν Ξάνθον ποταμὸν Πίναρα καὶ Ξάνθον τὴν πόλιν καὶ Πάταρα ἐνδοθέντα ἔλαβε καὶ ἄλλα ἐλάττω πολίσματα ἐς τριάκοντα.

首先,他在行军途中突袭攻取了要塞许帕尔纳,该处驻有一支外籍雇佣军守军;卫城内的雇佣兵经达成协议后撤离。随后他侵入吕基亚,通过谈判使泰尔梅苏斯人归顺,渡过克桑托斯河后,接收了投降的皮纳拉、克桑托斯城、帕塔拉以及其他约三十座较小的城镇。

§1.24.5

ταῦτα καταπράξας ἐν ἀκμῇ ἤδη τοῦ χειμῶνος ἐς τὴν Μιλυάδα καλουμένην χώραν ἐσβάλλει, ἥ ἐστι μὲν τῆς μεγάλης Φρυγίας, ξυνετέλει δὲ ἐς τὴν Λυκίαν τότε, οὕτως ἐκ βασιλέως μεγάλου τεταγμένον.4 καὶ ἐνταῦθα Φασηλιτῶν πρέσβεις ἧκον περὶ φιλίας τε καὶ χρυσῷ στεφάνῳ στεφανῶσαι Ἀλέξανδρον· καὶ ὑπὲρ τῶν αὐτῶν ἐπικηρυκευόμενοι ἐπρέσβευον Λυκίων τῶν κάτω οἱ πολλοί.

完成这些事后,此时已值深冬,他侵入了名为米吕阿斯的地区;该地属于大弗里吉亚,但当时归入吕基亚纳税,因大王曾如此规定。此时法塞利斯的使节前来请求结好,并向亚历山大献上金冠;下吕基亚的大多数人也派出使团为相同目的进行接洽。

§1.24.6

Ἀλέξανδρος δὲ Φασηλίτας τε καὶ Λυκίους παραδοῦναι τὰς πόλεις τοῖς ἐπὶ τοῦτο στελλομένοις ἐκέλευσε· καὶ παρεδόθησαν ξύμπασαι. αὐτὸς δὲ ὀλίγον ὕστερον ἐς τὴν Φασηλίδα παραγενόμενος συνεξαιρεῖ αὐτοῖς φρούριον ὀχυρόν, ἐπιτετειχισμένον τῇ χώρᾳ πρὸς Πισιδῶν, ὅθεν ὁρμώμενοι οἱ βάρβαροι πολλὰ ἔβλαπτον τῶν Φασηλιτῶν τοὺς τὴν γῆν ἐργαζομένους.

亚历山大命令法塞利斯人与吕基亚人将城镇移交给受命前去接管的人,全部城镇都如数移交。不久之后,他亲自抵达法塞利斯,协助他们拔除了一座皮西迪亚人针对该地而修建的坚固堡垒,那些蛮族人以此为基地出击,曾给耕种土地的法塞利斯人造成了极大危害。

语法注4 条
  1. 1.24.1οὐκ ἀμελητέα εἶναί οἱ

    动形词 ἀμελητέα 与 εἶναι 连用,作中性复数非人称结构,与格 οἱ 为动作发出者(即亚历山大):“他不应当忽视这些人”。前文的 τούτων 是动词 ἀμελέω 所支配的宾语性属格。

  2. 1.24.1ἀλλʼ ἐκπέμπει γάρ

    短语 ἀλλὰ ... γάρ 承接前面的否定表达(οὐκ ἀμελητέα),以解释性的语气引出肯定事实,意为“相反,事实上他遣送了……”。此处的 γάρ 并不引导独立的单纯原因从句,而是直接伴随叙述主句动词 ἐκπέμπει。

  3. 1.24.3ὡς τῆς παραλίου κρατήσας ἀχρεῖον καταστῆσαι

    连词 ὡς 与不定式 καταστῆσαι 连用,附在位移动词 ᾔει 之后表目的(相当于 ὥστε 加不定式表目的)。过去分词 κρατήσας 与主句主语(亚历山大)保持一致,表示达成该目的的手段(“通过控制沿海地带”)。

  4. 1.24.5οὕτως ἐκ βασιλέως μεγάλου τεταγμένον

    此处为非人称动词的中性单数完成时被动分词构成的独立宾格(accusativus absolutus),意为“由于大王曾如此规定”。它在句中作状语,解释了关系从句中将该地划入吕基亚纳税的历史缘由。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.24.1-1.24.6