← 阿利安

亚历山大远征记

§1.23.1-1.23.8

夷平哈利卡尔那索斯与阿达统治卡里亚

门农与奥隆托巴特斯纵火焚城并退守卫城,亚历山大救护城民并将全城夷平,放弃强攻卫城。他将卡里亚全境的统治权交还阿达,随后率军进军弗里吉亚。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23.1

ἔνθα δὴ ξυνελθόντες οἱ ἡγεμόνες τῶν Περσῶν, Ὀροντοβάτης τε καὶ Μέμνων, καὶ ἐκ τῶν παρόντων γνόντες σφᾶς τε οὐ δυναμένους ἐπὶ πολὺ ἀντέχειν τῇ πολιορκίᾳ καὶ τοῦ τείχους τὸ μὲν τι καταπεπτωκὸς ἤδη ὁρῶντες, τὸ δὲ καὶ κατασεσεισμένον, πολλοὺς δὲ τῶν στρατιωτῶν ἐν ταῖς ἐκδρομαῖς τοὺς μὲν διεφθαρμένους, τοὺς δὲ καὶ ὑπὸ τοῦ τετρῶσθαι ἀπομάχους ὄντας, ταῦτα ἐν νῷ λαβόντες ἀμφὶ δευτέραν φυλακὴν τῆς νυκτὸς τόν τε ξύλινον πύργον, ὃν αὐτοὶ ἀντῳκοδόμησαν ταῖς μηχαναῖς τῶν πολεμίων, ἐμπιπρᾶσι καὶ τὰς στοάς, ἐν αἷς τὰ βέλη αὐτοῖς ἀπέκειτο. ἐνέβαλον δὲ καὶ ταῖς οἰκίαις πῦρ ταῖς πλησίον τοῦ τείχους· τῶν δὲ καὶ προσήψατο ἡ φλόξ ἀπὸ τε τῶν στοῶν καὶ τοῦ πύργου πολλὴ ἀπενεχθεῖσα καὶ τι καὶ τοῦ ἀνέμου ταύτῃ ἐπιφέροντος· αὐτῶν δὲ οἱ μὲν ἐς τὴν ἄκραν τὴν ἐν τῇ νήσῳ ἀπεχώρησαν, οἱ δὲ ἐς τὴν Σαλμακίδα, ἄκραν οὕτω καλουμένην.

此时波斯的将领们,即奥隆托巴特斯与门农聚集在一起,根据眼前的形势断定他们无法再长期抵御围攻,且看到城墙一部分已经坍塌,另一部分也遭到严重震损,许多士兵在出击中一部分战死,另一部分也因负伤而失去战斗力,他们考虑到这些情况,于夜间大约第二更时,纵火焚烧了他们自己为对抗敌军机械而建起的木塔,以及他们存放投射武器的柱廊。他们还将火投入靠近城墙的房屋中;由于烈火从柱廊和木塔猛烈蔓延开来,风也多少向这个方向吹拂,大火也延烧到了其他〔房屋〕。守军当中一部分撤退到岛上的卫城,另一部分则撤往名为萨尔马基斯的卫城。

§1.23.4

Ἀλεξάνδρῳ δὲ ὡς ἐξηγγέλθη ταῦτα πρός τινων αὐτομολησάντων ἐκ τοῦ ἔργου καὶ τὸ πῦρ πολὺ καθεώρα αὐτός, καίτοι ἀμφὶ μέσας που νύκτας ἦν τὸ γιγνόμενον, ὁ δὲ καὶ ὣς1 ἐξαγαγὼν τοὺς Μακεδόνας τοὺς μὲν ἔτι ἐμπιπράντας τὴν πόλιν ἔκτεινεν, ὅσοι δὲ ἐν ταῖς οἰκίαις καταλαμβάνοιντο τῶν Ἁλικαρνασσέων, τούτους δὲ σώζειν παρήγγειλεν. ἤδη τε ἠὼς ὑπέφαινε καὶ κατιδὼν τὰς ἄκρας. ἃς οἵ τε Πέρσαι καὶ οἱ μισθοφόροι κατειλήφεσαν, ταύτας μὲν ἀπέγνω πολιορκεῖν, τριβήν τε ἐπινοῶν οὐκ ὀλίγην ἔσεσθαί οἱ ἀμφʼ αὐτὰς τῇ φύσει τῶν χωρίων καὶ οὐ παρὰ μέγα εἶναι ἐξελόντι οἱ2 τὴν πόλιν ἤδη πᾶσαν.

当一些从现场逃跑的降人将此事向亚历山大报告,且他自己也望见漫天大火时,尽管所发生的一切大约是在半夜,但他依然率领马其顿军出击,将那些仍在城中放火的人斩杀,但命令军队保全所有在房屋中被抓获的哈利卡尔那索斯居民。此时黎明初现,他视察了诸卫城,见波斯人与雇佣兵已占领了它们,便决意不去围攻这些卫城,因为他考虑到由于地形的险要,在它们周围必将耗费不少时间,而且对于已经攻下全城的他来说,攻克卫城并无重大意义。

§1.23.6

θάψας δὲ τοὺς ἀποθανόντας ἐν τῇ νυκτὶ τὰς μὲν μηχανὰς ἐς Τράλλεις ἀπαγαγεῖν ἐκέλευσε τοὺς ἐπʼ αὐταῖς τεταγμένους, αὐτὸς δὲ τὴν πόλιν ἐς ἔδαφος κατασκάψας αὐτῆς τε ταύτης καὶ τῆς ἄλλης Καρίας φυλακὴν ἐγκαταλιπὼν ξένους μὲν πεζοὺς τρισχιλίους, ἱππέας δὲ ἐς διακοσίους καὶ Πτολεμαῖον ἡγεμόνα αὐτῶν ἐπὶ Φρυγίας ἐστέλλετο.

在埋葬了夜间战死的人之后,亚历山大命令掌管机械的人将攻城机械撤往特拉勒斯,自己则将该城彻底夷为平地;留下三千名外籍步兵和约二百名骑兵驻守该处及卡里亚其余各地,并以普托勒迈厄斯为守军长官,随后便向弗里吉亚进发。

§1.23.7

τῆς δὲ Καρίας ξυμπάσης σατραπεύειν ἔταξεν Ἄδαν, θυγατέρα μὲν Ἑκατόμνω, γυναῖκα δὲ Ἱδριέως, ὃς καὶ ἀδελφὸς αὐτῇ ὢν κατὰ νόμον τῶν Καρῶν ξυνῴκει. καὶ ὁ μὲν Ἱδριεὺς τελευτῶν ταύτῃ ἐπέτρεψε τὰ πράγματα, νενομισμένον3 ἐν τῇ Ἀσίᾳ ἔτι ἀπὸ Σεμιράμεως καὶ γυναῖκας ἄρχειν ἀνδρῶν. Πιξώδαρος δὲ τὴν μὲν ἐκβάλλει τῆς ἀρχῆς, αὐτὸς δὲ κατεῖχε τὰ πράγματα.

他委任阿达统治整个卡里亚担任总督。她是赫卡托谟诺斯的女儿,伊德里厄斯的妻子;伊德里厄斯既是她的兄长,又遵照卡里亚人的习俗与她结为夫妻。伊德里厄斯临终时将国政托付予她,因为在亚洲自塞米拉尼斯时代起女子统治男子也是习俗。然而皮克索达鲁斯将她逐出统治权位,自己篡夺了政权。

§1.23.8

τελευτήσαντος δὲ Πιξωδάρου Ὀροντοβάτης τὴν Καρῶν ἀρχὴν ἐκ βασιλέως πεμφθεὶς εἶχε, γαμβρὸς ὢν Πιξωδάρου. Ἄδα δὲ Ἄλινδα μόνον κατεῖχε, χωρίον τῆς Καρίας ἐν τοῖς ὀχυρώτατον, καὶ ἐσβαλόντι Ἀλεξάνδρῳ ἐς Καρίαν ἀπήντα, τά τε Ἄλινδα ἐνδιδοῦσα καὶ παῖδά οἱ τιθεμένη Ἀλέξανδρον.4 καὶ Ἀλέξανδρος τὰ τε Ἄλινδα αὐτῇ ἐπέτρεψε καὶ τὸ ὄνομα τοῦ παιδὸς οὐκ ἀπηξίωσε, καὶ ἐπειδὴ Ἁλικαρνασσόν τε ἐξεῖλε καὶ τῆς ἄλλης Καρίας ἐπεκράτησεν, αὐτῇ ἄρχειν ἁπάσης ἔδωκε.

皮克索达鲁斯死后,作为其女婿的奥隆托巴特斯奉大王之命前来掌管卡里亚统治权。但阿达仅保有阿林达一处要塞,那是卡里亚最坚固的城堡之一;当亚历山大侵入卡里亚时,她前去迎接,交出阿林达并认亚历山大为养子。亚历山大不仅将阿林达委托予她,也未嫌弃儿子的名分,待攻克哈利卡尔那索斯并平定卡里亚其余地区之后,便将全境的统治权赐予了她。

语法注4 条
  1. 1.23.4ὁ δὲ καὶ ὣς

    在句首与格 Ἀλεξάνδρῳ 以及由 ὡς 引导的从属从句之后,ὁ δέ 属于在主句开头重提主语的照应性(apodotic)δέ。kai hōs 表示“即使如此”、“依然”。

  2. 1.23.5οὐ παρὰ μέγα εἶναι ἐξελόντι οἱ

    短语 οὐ παρὰ μέγα εἶναι 是习惯表达,意为“无关紧要”或“并无重大差别”。与格分词短语 ἐξελόντι οἱ 作关涉与格(评判标准的与格),表示“对于已经攻取全城的他而言”。

  3. 1.23.7νενομισμένον

    这是由非人称动词表达的中性分词构成的绝对宾格(accusative absolute)。后随的不定式短语 καὶ γυναῖκας ἄρχειν ἀνδρῶν 充当其实际主语(“因为女子统治男子也是习俗”)。

  4. 1.23.8παῖδά οἱ τιθεμένη Ἀλέξανδρον

    中动态动词 τίθεμαι 接双重宾格(παῖδα... Ἀλέξανδρον),表示“立某人为己子”或“收养”。与格代词 οἱ 用作间接反身代词(“对她自己而言”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.23.1-1.23.8