← 阿利安

亚历山大远征记

§1.22.1-1.22.7

哈利卡尔那索斯守军的总出击与溃败

哈利卡尔那索斯守军全军兵分两路出击却被击溃,因撤退时桥梁坍塌与城门过早关闭而伤亡惨重,该城险些陷落。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.22.1

οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις ἐπάγοντος αὖθις Ἀλεξάνδρου τὰς μηχανὰς τῷ πλινθίνῳ τῷ ἐντὸς τείχει καὶ αὐτοῦ ἐφεστηκότος τῷ ἔργῳ, ἐκδρομὴ γίνεται πανδημεὶ ἐκ τῆς πόλεως, τῶν μὲν κατὰ τὸ ἐρηριμμένον τεῖχος, ᾗ αὐτὸς Ἀλέξανδρος ἐπετέτακτο, τῶν δὲ κατὰ τὸ Τρίπυλον, ᾗ οὐδὲ πάνυ τι προσδεχομένοις τοῖς Μακεδόσιν ἦν.1

没过几天,当亚历山大再次将攻城机械推进到内侧的砖墙前并亲自监督作业时,城内守军全军出动发起突击,一部分沿着倒塌的城墙方向杀出——那里正是亚历山大亲自驻守之处——另一部分则沿着三门关方向杀出,而那正是马其顿军完全未曾预料之处。

§1.22.2

καὶ οἱ μὲν δᾷδάς τε ταῖς μηχαναῖς ἐνέβαλλον καὶ ὅσα ἄλλα ἐς τὸ ἐξάψαι τε φλόγα καὶ ἐπὶ μέγα προκαλέσασθαι, τῶν δὲ ἀμφʼ Ἀλέξανδρον αὐτῶν τε ἐμβαλλόντων ἐς αὐτοὺς ἐρρωμένως καὶ ταῖς μηχαναῖς ἀπὸ τῶν πύργων λίθων τε μεγάλων ἀφιεμένων καὶ βελῶν ἐξακοντιζομένων οὐ χαλεπῶς ἀπεστράφησάν τε καὶ ἔφυγον ἐς τὴν πόλιν.

有些守军向机械投掷火把以及其他一切能够引燃火焰并使之迅速扩大的引火物;但亚历山大身边的人强有力地向他们发起反击,加之从塔楼上的机械发射出巨石和箭矢,守军毫不困难地被击退并逃回城内。

§1.22.3

καὶ φόνος ταύτῃ οὐκ ὀλίγος ἐγένετο, ὅσῳ πλείονές τε καὶ ξὺν μείζονι τῇ τόλμῃ ἐξέδραμον. οἱ μὲν γὰρ εἰς χεῖρας ἐλθόντες τοῖς Μακεδόσιν ἀπέθανον, οἱ δὲ ἀμφὶ τῷ τείχει τῷ καταπεπτωκότι,2 στενοτέρας τε ἢ κατὰ τὸ πλῆθος αὐτῶν τῆς παρόδου οὔσης καὶ τῶν κατερηριμμένων τοῦ τείχους χαλεπὴν τὴν ὑπέρβασιν αὐτοῖς παρεχόντων.

在此处发生了惨重的杀戮,正因为他们出击的人数更多且胆量更大。一部分人在同马其顿人展开肉搏时战死,另一部分人则死在坍塌的城墙周围,因为通路比起他们的人数显得过于狭窄,坍塌城墙的瓦砾也使他们难以攀越。

§1.22.4

τοῖς δὲ κατὰ τὸ Τρίπυλον ἐκδραμοῦσιν ἀπήντα Πτολεμαῖος ὁ σωματοφύλαξ ὁ βασιλικός, τήν τε Ἀδαίου καὶ Τιμάνδρου ἅμα οἷ τάξιν ἄγων καὶ ἔστιν οὓς τῶν ψιλῶν· καὶ οὗτοι οὐδὲ αὐτοὶ χαλεπῶς ἐτρέψαντο τοὺς ἐκ τῆς πόλεως.

至于从三门关方向杀出的守军,皇家侍卫普托勒迈厄斯率领阿代乌斯和蒂曼德鲁斯的部卒以及一部分轻步兵前去迎战;他们同样毫不费力地击溃了城内杀出的守军。

§1.22.5

ξυνέβη δὲ καὶ τούτοις ἐν τῇ ἀποχωρήσει κατὰ στενὴν γέφυραν τὴν ἐπὶ τῆς τάφρου πεποιημένην φεύγουσι τήν τε γέφυραν αὐτὴν ὑπὸ πλήθους ξυντρῖψαι καὶ πολλοὺς αὐτῶν ἐς τὴν τάφρον ἐμπεσόντας τοὺς μὲν ὑπὸ σφῶν καταπατηθέντας διαφθαρῆναι, τοὺς δὲ καὶ ἄνωθεν ὑπὸ τῶν Μακεδόνων βαλλομένους.

在撤退过程中,这些逃跑的人也遭遇了灾祸:在横跨壕沟修建的狭窄桥梁上,桥梁本身因人数过多而塌毁,他们之中许多人跌入壕沟,一部分被同伴践踏致死,一部分则被上方的马其顿人投射击毙。

§1.22.6

ὁ πλεῖστος δὲ φόνος περὶ ταῖς πύλαις αὐταῖς ξυνέβη, ὅτι ἡ ξύγκλεισις τῶν πυλῶν φοβερά τε καὶ πρὸ τοῦ καιροῦ γενομένη, δεισάντων μὴ συνεισπέσοιεν3 τοῖς φεύγουσιν ἐχόμενοι αὐτῶν οἱ Μακεδόνες, πολλοὺς καὶ τῶν φιλίων τῆς εἰσόδου ἀπέκλεισεν, οὓς πρὸς αὐτοῖς τοῖς τείχεσιν οἱ Μακεδόνες διέφθειραν.

最大的杀戮则发生在城门本身周围,因为城门的关闭既出于恐慌又为时过早——守军唯恐马其顿人紧咬着逃跑者一同冲入——以致将许多己方人员也关在了门外,马其顿人便紧贴着城墙将他们尽数歼灭。

§1.22.7

καὶ παρʼ ὀλίγον ἧκεν ἁλῶναι ἡ πόλις, εἰ μὴ Ἀλέξανδρος ἀνεκαλέσατο τὸ στράτευμα, ἔτι διασῶσαι ἐθέλων τὴν Ἁλικαρνασσόν, εἴ τι φίλιον ἐνδοθείη ἐκ τῶν Ἁλικαρνασσέων. ἀπέθανον δὲ τῶν μὲν ἐκ τῆς πόλεως ἐς χιλίους, τῶν δὲ ξὺν Ἀλεξάνδρῳ ἀμφὶ τοὺς τεσσαράκοντα, καὶ ἐν τούτοις Πτολεμαῖός τε ὁ σωματοφύλαξ καὶ Κλέαρχος ὁ τοξάρχης καὶ Ἀδαῖος ὁ χιλιάρχης, οὗτοι καὶ ἄλλοι τῶν οὐκ ἠμελημένων Μακεδόνων.

该城甚至险些被攻陷,若非亚历山大召回了军队;因为他仍希望能保全哈利卡尔那索斯,只要哈利卡尔那索斯人愿意表示臣服。城内守军战死约一千人,亚历山大一方阵亡约四十人,其中包括侍卫普托勒迈厄斯、弓兵长官克莱阿尔库斯、千夫长阿代乌斯,以及其他非默默无名的马其顿将士。

语法注3 条
  1. 1.22.1ᾗ οὐδὲ πάνυ τι προσδεχομένοις τοῖς Μακεδόσιν ἦν

    人称与格(τοῖς Μακεδόσιν)与分词(προσδεχομένοις)及动词 ἦν 连用,构成表示判断或心理状态的惯用与格结构,意为“马其顿人完全未曾料到的地方”。关系副词 ᾗ 表示方向。

  2. 1.22.3οἱ δὲ ἀμφὶ τῷ τείχει τῷ καταπεπτωκότι

    该句与前分句 οἱ μὲν γὰρ εἰς χεῖρας ἐλθόντες τοῖς Μακεδόσιν ἀπέθανον 相对。οἱ δὲ 之后承前省略了动词 ἀπέθανον,读作“另一些人则在倒塌的城墙周围[战死]”。其后的 στενοτέρας...οὔσης 与 παρεχόντων 均为表示原因的属格绝对结构。

  3. 1.22.6δεισάντων μὴ συνεισπέσοιεν

    虽然主句的语法主语为单数名词 ἡ ξύγκλεισις,但 δεισάντων 构成了属格绝对结构(复数),其未明言的逻辑主语指守门的守军士兵。μὴ 引导希求法动词 συνεισπέσοιεν,构成表示过去担忧的惧怕从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.22.1-1.22.7