← 阿利安

亚历山大远征记

§1.21.1-1.21.6

哈利卡纳苏斯城墙下的激战与新内墙攻防

两名醉酒的马其顿士兵突进城墙引发激战,该城险些失陷,但守军在内侧抢修的半月形新砖墙阻挡了攻势。次日亚历山大推进机械攻打新墙,并亲自击退了守军企图纵火的突袭。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21.1

οὐ πολλαῖς δὲ ἡμέραις ὕστερον δύο τῶν Μακεδόνων ὁπλῖται ἐκ τῆς [ὕστερον] Περδίκκου τάξεως ξυσκηνοῦντές τε καὶ ἅμα ξυμπίνοντες αὑτόν τε καὶ τὰ αὑτοῦ ἑκάτερος ἐπὶ μέγα τῷ λόγῳ ἦγεν. ἔνθα δὴ φιλοτιμία τε ἐσπίπτει αὐτοῖς, καὶ τι καὶ ὁ οἶνος ὑπεθέρμαινεν, ὥστε ὁπλισάμενοι αὐτοὶ ἐπὶ σφῶν1 προσβάλλουσι τῷ τείχει κατὰ τὴν ἄκραν τὴν πρὸς Μύλασα μάλιστα τετραμμένην, ὡς ἐπίδειξιν τῆς σφῶν ῥώμης μᾶλλόν τι ἢ πρὸς πολεμίους μετὰ κινδύνου τὸν ἀγῶνα ποιησόμενοι.

没过几天,佩尔狄卡斯大队的两名马其顿重装步兵因同宿一帐且在一起饮酒,各自在言辞中极力夸耀自己及其勇武。于是他们之间燃起了争强好胜之心,酒力也使他们有些发热,以致他们自行披甲,向最朝向米拉萨方向的突出部城墙发起了冲击,仿佛只是为了夸耀自身的骁勇,而非要在危险中与敌人交战。

§1.21.2

καὶ τούτους κατιδόντες τινὲς τῶν ἐκ τῆς πόλεως δύο τε ὄντας καὶ οὐ ξὺν λογισμῷ προσφερομένους τῷ τείχει ἐπεκθέουσιν. οἱ δὲ τοὺς μὲν ἐγγὺς πελάσαντας ἀπέκτειναν, πρὸς δὲ τοὺς ἀφεστηκότας ἠκροβολίζοντο, πλεονεκτούμενοι τῷ τε πλήθει καὶ τοῦ χωρίου τῇ χαλεπότητι, ὅτι ἐξ ὑπερδεξίου τοῖς πολεμίοις ἡ ἐπιδρομή τε καὶ ὁ ἀκροβολισμὸς ἐγίνετο.

城内有人看见他们只有两人且不假思索地逼近城墙,便冲杀出来。这两人击杀了近前者,并同较远处的敌人展开投射交火,但因敌军人多势众且地形险恶而处于劣势,因为敌人是从上方高地发起冲击和投射攻击的。

§1.21.3

καὶ ἐν τούτῳ ἀντεκθέουσί τινες καὶ ἄλλοι τῶν τοῦ Περδίκκου στρατιωτῶν, καὶ ἀπὸ τῆς Ἁλικαρνασσοῦ ἄλλοι καὶ ξυμπίπτει μάχη καρτερὰ πρὸς τῷ τείχει· καὶ κατακλείονται αὖθις πρὸς τῶν Μακεδόνων εἴσω τῶν πυλῶν οἱ ἐπεκδραμόντες. παρʼ ὀλίγον δὲ ἦλθε καὶ ἁλῶναι ἡ πόλις.2

正在此时,佩尔狄卡斯麾下的其他士兵也有人冲出应援,哈利卡尔那索斯城内也有其他守军杀出,于是在城墙边爆发了一场激战;杀出的守军再次被马其顿人逼退回城门之内。该城甚至险些被攻陷。

§1.21.4

τά τε γὰρ τείχη ἐν τῷ τότε οὐκ ἐν ἀκριβεῖ φυλακῇ ἦν καὶ δύο πύργοι καὶ μεσοπύργιον ἐς ἔδαφος καταπεπτωκότα οὐ χαλεπὴν ἂν τῷ στρατεύματι, εἰ ἅπαν προσήψατο τοῦ ἔργου, τὴν ἐς τὸ τεῖχος πάροδον παρέσχε,3 καὶ ὁ τρίτος πύργος κατασεσεισμένος οὐδὲ οὗτος χαλεπῶς ἂν ἠρίφθη ὑπορυσσόμενος· ἀλλὰ ἔφθησαν γὰρ ἀντὶ τοῦ πεπτωκότος τείχους ἔσωθεν πλίνθινον μηνοειδὲς ἀντοικοδομησάμενοι4 οὐ χαλεπῶς ὑπὸ πολυχειρίας.

因为当时城墙并未受到严密防守,坍塌落地的两座塔楼和其间的一段幕墙,全军若能全力进攻,本可为军队提供一条轻便进入城墙的通路,而摇摇欲坠的第三座塔楼若是地基被掘,同样不难被推倒;然而城内守军凭借人手众多,早已抢先在坍塌的城墙内侧毫不费力地筑起了一道半月形的砖墙作为抵御。

§1.21.5

καὶ τούτῳ ἐπῆγε τῇ ὑστεραίᾳ τὰς μηχανὰς Ἀλέξανδρος· καὶ ἐκδρομὴ αὖθις γίγνεται τῶν ἐκ τῆς πόλεως ἐπὶ τῷ ἐμπρῆσαι τὰς μηχανάς. καὶ μέρος μέν τι τῶν πλησίον τοῦ τείχους γέρρων καὶ ἑνὸς τῶν πύργων τῶν ξυλίνων κατεκαύθη, τὰ δὲ ἄλλα διεφύλαξαν οἱ περὶ Φιλώταν τε καὶ Ἑλλάνικον, οἷς ἡ φυλακὴ αὐτῶν ἐπετέτραπτο· ὡς δὲ καὶ Ἀλέξανδρος ἐπεφάνη ἐν τῇ ἐκδρομῇ, τάς τε δᾷδας, ὅσας ἔχοντες ἐκβεβοηθήκεσαν, ἀφέντες καὶ τὰ ὅπλα οἱ πολλοὶ αὐτῶν ῥίψαντες εἴσω τοῦ τείχους ἔφευγον.

次日,亚历山大将攻城机械推进到这道新墙前;城内守军再次出击,企图焚毁这些机械。靠近城墙的一部分柳条盾和一座木塔的一部分被烧毁,但负责守卫机械的菲罗塔斯和赫拉尼库斯部下保全了其余器械;而当亚历山大也在战斗中亲自现身时,守军扔掉了出击时携带的火把,多数人甚至丢弃武器,逃回城墙之内。

§1.21.6

καίτοι τά γε πρῶτα τῇ φύσει τε τοῦ χωρίου, ὑπερδεξίου ὄντος, ἐπεκράτουν καὶ οὐ κατὰ μέτωπον μόνον ἠκροβολίζοντο ἐς τοὺς προμαχομένους τῶν μηχανῶν, ἀλλὰ καὶ ἐκ τῶν πύργων, οἳ δὴ ἑκατέρωθεν τοῦ ἐρηριμμένου τείχους αὐτοὶ ὑπολελειμμένοι ἐκ πλαγίου τε καὶ μόνον οὐ5 κατὰ νώτου παρεῖχον ἀκροβολίζεσθαι ἐς τούς τῷ ἀντῳκοδομημένῳ τείχει προσάγοντας.

尽管起初守军凭借居高临下的地势占据上风,不仅能从正面迎射护卫机械的作战人员,而且从倒塌城墙两侧残存的塔楼上,还能向逼近新建砖墙的士兵从侧翼甚至几乎从背后进行投射攻击。

语法注5 条
  1. 1.21.1αὐτοὶ ἐπὶ σφῶν

    介词 ἐπί 接反身代词属格 σφῶν 构成习语,意为“自发地”、“擅自”(未经统帅命令),修饰分词 ὁπλισάμενοι 及主动词 προσβάλλουσι,强调两名重装兵纯系个人冲动而自行出击。

  2. 1.21.3παρʼ ὀλίγον δὲ ἦλθε καὶ ἁλῶναι ἡ πόλις

    惯用句式,παρʼ ὀλίγον ἦλθε 搭配不定词(此处为 ἁλῶναι),意为“该城几乎被攻陷”。παρʼ ὀλίγον 表示“相差无几”,καί 起强调不定词动作的作用。

  3. 1.21.4οὐ χαλεπὴν ἂν τῷ στρατεύματι, εἰ ἅπαν προσήψατο τοῦ ἔργου, τὴν ἐς τὸ τεῖχος πάροδον παρέσχε

    过去非真实条件句(反事实虚拟):主句由直陈式过去时(不定过去时)加 ἄν 构成(παρέσχε ἄν),从句由 εἰ 接直陈式不定过去时引导(εἰ προσήψατο)。形容词 οὐ χαλεπήν 作谓语性宾格,修饰 τὴν ... πάροδον。

  4. 1.21.4ἀλλὰ ἔφθησαν γὰρ ἀντὶ τοῦ πεπτωκότος τείχους ἔσωθεν πλίνθινον μηνοειδὲς ἀντοικοδομησάμενοι

    动词 φθάνω 搭配副词性分词(ἀντοικοδομησάμενοι),表示守军“先发制人地抢先建造了对抗工事”。连词短语 ἀλλὰ ... γάρ 为省略性公式表达,意为“但(事实并非如此,)因为……”。

  5. 1.21.6μόνον οὐ

    副词性习语,意为“几乎”、“差一点就”(all but / virtually)。在此处修饰介词短语 κατὰ νώτου(从背后),意为“几乎可以说就是从背后”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.21.1-1.21.6