← 阿利安

亚历山大远征记

§1.20.1-1.20.10

解散舰队与哈利卡尔那索斯攻城战的开始

亚历山大决定解散舰队后进军哈利卡尔那索斯并展开围城,在夜袭明多斯未果后退回,通过填平深壕正式推进攻城工程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.20.1

Ἀλέξανδρος δὲ καταλῦσαι ἔγνω τὸ ναυτικὸν χρημάτων τε ἐν τῷ τότε ἀπορίᾳ καὶ ἅμα οὐκ ἀξιόμαχον ὁρῶν τὸ αὑτοῦ ναυτικὸν τῷ Περσικῷ, οὔκουν ἐθέλων οὐδὲ μέρει τινὶ τῆς στρατιᾶς κινδυνεύειν. ἄλλως τε ἐπενόει, κατέχων ἤδη τῷ πεζῷ τὴν Ἀσίαν, ὅτι οὔτε ναυτικοῦ ἔτι δέοιτο, τάς τε παραλίους πόλεις λαβὼν καταλύσει τὸ Περσῶν ναυτικόν, οὔτε ὁπόθεν τὰς ὑπηρεσίας συμπληρώσουσιν οὔτε ὅποι τῆς Ἀσίας προσέξουσιν ἔχοντας.1 καὶ τὸν ἀετὸν ταύτῃ· συνέβαλλεν,2 ὅτι ἐσήμηνεν αὐτῷ ἐκ τῆς γῆς κρατήσειν τῶν νεῶν.

亚历山大决定解散舰队,这既是因为当时财政拮据,也是因为他看出自己的海军无法与波斯舰队抗衡,因而不愿让自己军队的任何一部分冒此风险。此外他考虑到,自己既已凭借步兵掌控了亚洲,便不再需要海军;只要夺取沿海各城,就能瓦解波斯舰队,使他们既无处补充船员,在亚洲也无泊船之所。他对鹰的兆象也作了如此解读,认为这预示着他将从陆地上制服敌舰。

§1.20.2

ταῦτα δὲ διαπραξάμενος ἐπὶ Καρίας ἐστέλλετο, ὅτι ἐν Ἁλικαρνασσῷ συνεστηκέναι οὐ φαύλην δύναμιν τῶν τε βαρβάρων καὶ ξένων ἐξηγγέλλετο. ὅσαι δὲ ἐν μέσῳ πόλεις Μιλήτου τε καὶ Ἁλικαρνασσοῦ, ταύτας ἐξ ἐφόδου λαβὼν καταστρατοπεδεύει πρὸς Ἁλικαρνασσῷ, ἀπέχων τῆς πόλεως ἐς πέντε μάλιστα σταδίους, ὡς ἐπὶ χρονίῳ πολιορκίᾳ.

办妥这些事后,他便向卡里亚进发,因为有情报称,大量野蛮人和雇佣兵已集结于哈利卡尔那索斯。他顺势攻占了米利都与哈利卡尔那索斯之间的所有城镇,并在哈利卡尔那索斯附近扎营,距城约五斯塔德,作长期围攻之计。

§1.20.3

ἥ τε γὰρ φύσις τοῦ χωρίου ὀχυρὸν ἐποίει αὐτὸ καὶ ὅπῃ τι ἐνδεῖν ὡς πρὸς ἀσφάλειαν ἐφαίνετο, ξύμπαντα ταῦτα Μέμνων τε αὐτὸς παρών, ἤδη ἀποδεδειγμένος πρὸς Δαρείου τῆς τε κάτω Ἀσίας καὶ τοῦ ναυτικοῦ παντὸς ἡγεμών, ἐκ πολλοῦ παρεσκευάκει, καὶ στρατιῶται πολλοὶ μὲν ξένοι μισθοφόροι ἐν τῇ πόλει ἐγκατελείφθησαν, πολλοὶ δὲ καὶ Περσῶν αὐτῶν, αἵ τε τριήρεις ἐφώρμουν τῷ λιμένι, ὡς καὶ ἀπὸ τῶν ναυτῶν πολλὴν ὠφέλειαν γίγνεσθαι ἐς τὰ ἔργα.

因为该地地势本就险要,而在防御上似乎有所欠缺之处,已被达流士任命为下亚洲及全军舰队统帅并亲临该地的门农早作了周全准备;城内留守了大量外邦雇佣军,也有许多波斯人本族士兵,三列桨座战船停泊在港口中,水手们也能为城防工程提供极大支援。

§1.20.4

τῇ μὲν δὴ πρώτῃ ἡμέρᾳ προσάγοντος Ἀλεξάνδρου τῷ τείχει κατὰ τὰς ἐπὶ Μύλασα φερούσας πύλας ἐκδρομή τε γίγνεται τῶν ἐκ τῆς πόλεως καὶ ἀκροβολισμός· καὶ τούτους οὐ χαλεπῶς ἀνέστειλάν τε οἱ παρʼ Ἀλεξάνδρου ἀντεκδραμόντες καὶ ἐς τὴν πόλιν κατέκλεισαν.

第一天,亚历山大率军推进至通往米拉萨的城门附近的城墙下,城中守军杀出,展开了前哨交火;但亚历山大军中出击应战的士兵毫不费力地击退了他们,将他们围堵回城内。

§1.20.5

οὐ πολλαῖς δὲ ὕστερον ἡμέραις Ἀλέξανδρος ἀναλαβὼν τούς τε ὑπασπιστὰς καὶ τὴν τῶν ἑταίρων ἵππον καὶ τὴν Ἀμύντου τε καὶ Περδίκκου καὶ Μελεάγρου τάξιν τὴν πεζικὴν καὶ πρὸς τούτοις τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας περιῆλθε τῆς πόλεως ἐς τὸ πρὸς Μύνδον μέρος, τό τε τεῖχος κατοψόμενος, εἰ ταύτῃ ἐπιμαχώτερον τυγχάνει ὂν ἐς τὴν προσβολὴν, καὶ ἅμα εἰ τὴν Μύνδον ἐξ ἐπιδρομῆς δύναιτο λαθὼν κατασχεῖν· ἔσεσθαι γὰρ οὐ σμικρὰν τὴν ὠφέλειαν ἐς τὴν τῆς Ἁλικαρνασσοῦ πολιορκίαν τὴν Μύνδον οἰκείαν γενομένην· καί τι καὶ ἐνεδίδοτο αὐτῷ ἐκ τῶν Μυνδίων, εἰ λάθοι νυκτὸς προσελθών.

没过几天,亚历山大带上近卫步兵、近卫骑士、阿明塔斯、佩尔狄卡斯和墨勒阿革洛斯的步兵方阵,外加弓箭手和阿格里安人,绕向该城面向明多斯的一侧,一方面视察城墙是否在该处更容易遭到强攻,同时试探能否通过隐秘的奔袭攻占明多斯;因为明多斯若归其所有,对围攻哈利卡尔那索斯大有裨益,而且明多斯城中有人向他许诺,若他能在夜间隐秘逼近,便会开城内应。

§1.20.6

αὐτὸς μὲν δὴ κατὰ τὰ ξυγκείμενα ἀμφὶ μέσας νύκτας προσῆλθε τῷ τείχει· ὡς δὲ οὐδὲν ἐνεδίδοτο ἀπὸ τῶν ἔνδον, αἵ τε μηχαναὶ καὶ αἱ κλίμακες αὐτῷ οὐ παρῆσαν, οἷα δὴ οὐκ ἐπὶ πολιορκίαν σταλέντα, ἀλλʼ ὡς ἐπὶ προδοσίᾳ ἐνδιδομένης τῆς πόλεως, προσήγαγε καὶ ὣς τῶν Μακεδόνων τὴν φάλαγγα, ὑπορύττειν κελεύσας τὸ τεῖχος. καὶ ἕνα γε πύργον κατέβαλον οἱ Μακεδόνες, οὐ μέντοι ἐγύμνωσέ γε τὸ τεῖχος πεσών· καὶ οἱ ἐκ τῆς πόλεως ἅμα εὐρώστως ἀμυνόμενοι καὶ ἐκ τῆς Ἁλικαρνασσοῦ κατὰ θάλασσαν πολλοὶ ἤδη παραβεβοηθηκότες ἄπορον ἐποίησαν τῷ Ἀλεξάνδρῳ τὴν αὐτοσχέδιόν τε καὶ ἐξ ἐπιδρομῆς κατάληψιν τῆς Μύνδου. οὕτω μὲν δὴ ἐπανέρχεται Ἀλέξανδρος οὐδὲν πράξας, ὧν ἕνεκα ὡρμήθη, καὶ τῇ πολιορκίᾳ τῆς Ἁλικαρνασσοῦ αὖθις προσεῖχε.

他本人依约在半夜时分逼近城墙;但城内毫无内应的动静,他又未携带攻城机械和云梯——因为他并非为了正规围攻而出动,而是料想城池会因背叛而献出——尽管如此,他还是调来马其顿方阵,下令挖掘城墙地基。马其顿人确实摧毁了一座塔楼,但塔楼倒塌并未使城墙露出缺口;加之城内守军顽强抵抗,且大量援军已从哈利卡尔那索斯走海路赶到,使亚历山大无法临机一举奔袭夺取明多斯。于是亚历山大无功而返,未能实现出兵的任何意图,只得再次将精力转回到围攻哈利卡尔那索斯上。

§1.20.8

καὶ πρῶτα μὲν τὴν τάφρον, ἣ πρὸ τῆς πόλεως ὀρώρυκτο αὐτοῖς, πλάτος μὲν τριάκοντα μάλιστα πηχῶν, τὸ δὲ βάθος ἐς πεντεκαίδεκα, ἐχώννυε, τοῦ ῥᾳδίαν εἶναι τὴν προσαγωγὴν3 τῶν τε πύργων, ἀφʼ ὧν ἔμελλε τοὺς ἀκροβολισμοὺς ἐς τοὺς προμαχομένους τοῦ τείχους ποιεῖσθαι, καὶ τῶν ἄλλων μηχανῶν, αἷς κατασείειν ἐπενόει τὸ τεῖχος.

首先,守军在城前挖掘了一条宽约三十肘、深约十五肘的壕沟,亚历山大派人将其填平,以便于推进攻城塔(他打算从塔上向城墙上的防守者投掷武器)以及他意图用来震塌城墙的其他器械。

§1.20.9

καὶ ἥ τε τάφρος αὐτῷ ἐχώσθη οὐ χαλεπῶς καὶ οἱ πύργοι προσήγοντο ἤδη. οἱ δὲ ἐκ τῆς Ἁλικαρνασσοῦ νυκτὸς ἐκδραμόντες, ὡς ἐμπρῆσαι τούς τε πύργους καὶ ὅσαι ἄλλαι μηχαναὶ προσηγμέναι ἢ οὐ πόρρω τοῦ προςάγεσθαι ἦσαν, ὑπὸ τῶν φυλακῶν τε τῶν Μακεδόνων καὶ ὅσοι ἐν αὐτῷ ἔργῳ ἐξεγερθέντες παρεβοήθησαν οὐ χαλεπῶς κατεκλείσθησαν ἐς τὰ τείχη αὖθις.

壕沟很快被顺利填平,攻城塔也已向前推进。这时哈利卡尔那索斯城内的守军乘夜出击,企图烧毁攻城塔以及其他已推进或即将推进的机械;但在马其顿守卫部队以及在此次战斗中惊醒并赶来增援的士兵打击下,他们毫不费力地被逼退回城墙内。

§1.20.10

καὶ ἀπέθανον αὐτῶν ἄλλοι τε ἐς ἑβδομήκοντα καὶ ἑκατὸν καὶ Νεοπτόλεμος ὁ Ἀρραβαίου, τοῦ Ἀμύντου ἀδελφός, τῶν παρὰ Δαρεῖον αὐτομολησάντων· τῶν δὲ Ἀλεξάνδρου στρατιωτῶν ἀπέθανον μὲν ἐς ἑκκαίδεκα, τραυματίαι δὲ ἐγένοντο ἐς τριακοσίους, ὅτι ἐν νυκτὶ γενομένης τῆς ἐκδρομῆς ἀφυλακτότεροι ἐς τὸ τιτρώσκεσθαι ἦσαν.4

守军阵亡约一百七十人,其中包括投奔达流士的叛逃者之一、阿明塔斯的兄弟、阿拉拜奥斯之子涅俄普托勒摩斯;亚历山大的士兵阵亡约十六人,受伤者达三百人左右,因为夜间突袭作战使他们在防范受伤方面更加不备。

语法注4 条
  1. 1.20.1οὔτε ὁπόθεν τὰς ὑπηρεσίας συμπληρώσουσιν οὔτε ὅποι τῆς Ἀσίας προσέξουσιν ἔχοντας

    分词 ἔχοντας 为阳性复数宾格,与其前间接疑问句中隐含的波斯水手/波斯人主体一致,作伴随或结果状语:“使他们既无处补充水手,在亚洲也无靠泊之处”。

  2. 1.20.1καὶ τὸν ἀετὸν ταύτῃ συνέβαλλεν

    动词 συνέβαλλεν 在此表示对征兆或神谕进行“推测”、“解释”。副词 ταύτῃ(“以此种方式”)先导并总括了后文由 ὅτι 引导的解释性从句(预示着他将从陆地上制胜敌舰)。

  3. 1.20.8τοῦ ῥᾳδίαν εἶναι τὴν προσαγωγὴν

    带定冠词属格的不定式(τοῦ + 不定式 εἶναι)在此表示目的(“为了使推进变得容易”)。宾格短语 τὴν προσαγωγὴν 是不定式的逻辑主语,ῥᾳδίαν 为其表语形容词。

  4. 1.20.10ἀφυλακτότεροι ἐς τὸ τιτρώσκεσθαι ἦσαν

    比较级形容词 ἀφυλακτότεροι(“更缺乏防备的”)搭配介词短语 ἐς τὸ τιτρώσκεσθαι(介词 ἐς 加带定冠词被动不定式),表示“在受创伤方面更缺乏防备”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.20.1-1.20.10