- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.19.1-1.19.11
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大拒绝议和提议,强攻并攻克米利都,收编了岛上的希腊雇佣兵,同时封锁港口并切断波斯舰队的水源,最终迫使其无功而返。
καὶ ἐν τούτῳ Γλαύκιππος, ἀνὴρ τῶν δοκίμων ἐν Μιλήτῳ, ἐκπεμφθεὶς παρὰ Ἀλέξανδρον παρὰ τοῦ δήμου τε καὶ τῶν ξένων τῶν μισθοφόρων, οἷς μᾶλλόν τι ἐπετέτραπτο ἡ πόλις τά τε τείχη ἔφη ἐθέλειν τοὺς Μιλησίους καὶ τοὺς λιμένας παρέχειν κοινοὺς Ἀλεξάνδρῳ καὶ Πέρσαις καὶ τὴν πολιορκίαν ἐπὶ τούτοις λύειν ἠξίου.
在此期间,米利都的显要人物之一格劳基波斯受民众及主要受托掌管该城的外邦雇佣军派遣,前来见亚历山大;他表示米利都人愿意将城墙和港口共同向亚历山大与波斯人开放,并要求在此条件下解除围城。
Ἀλέξανδρος δὲ Γλαυκίππῳ μὲν προστάσσει ἀπαλλάττεσθαι κατὰ τάχος ἐς τὴν πόλιν καὶ Μιλησίοις ἀπαγγέλλειν παρασκευάζεσθαι ὡς μαχουμένους ἕωθεν. αὐτὸς δʼ ἐπιστήσας τῷ τείχει μηχανάς, καὶ τὰ μὲν καταβαλὼν διʼ ὀλίγου τῶν τειχῶν, τὰ δὲ κατασείσας ἐπὶ πολὺ προσῆγε τὴν στρατιὰν ὡς ἐπιβησομένους1 ᾗ κατερήριπτο ἢ ἐσεσάλευτο τὸ τεῖχος, ἐφομαρτούντων καὶ μόνον οὐ θεωμένων τῶν Περσῶν ἀπὸ τῆς Μυκάλης. πολιορκουμένους τοὺς φίλους σφῶν καὶ ξυμμάχους.
但亚历山大命令格劳基波斯立即返回城内,并向米利都人宣告做好拂晓交战的准备。他本人随即在城墙前架设攻城器械,很快摧毁了部分城墙,又重重震垮了其他部分,接着率军推进,准备从城墙倒塌或松动之处发起登城突击;与此同时,波斯人从米卡勒山近在咫尺地跟进,眼睁睁看着自己的友人与盟友被围困,几乎成了旁观者。
ἐν τούτῳ δὲ καὶ οἱ ἀμφὶ Νικάνορα ἀπὸ τῆς Λάδης τὴν ὁρμὴν τῶν ξὺν Ἀλεξάνδρῳ κατιδόντες ἐς τὸν λιμένα ἐπέπλεον τῶν Μιλησίων παρὰ γῆν τὴν εἰρεσίαν ποιούμενοι, καὶ κατὰ τὸ στόμα τοῦ λιμένος, ᾗπερ τὸ στενότατον ἦν, ἀντιπρώρους βύζην τὰς τριήρεις ὁρμίσαντες ἀποκεκλείκεσαν τῷ μὲν Περσικῷ ναυτικῷ τὸν λιμένα, τοῖς Μιλησίοις δὲ τὴν ἐκ τῶν Περσῶν ὠφέλειαν.
在此期间,尼卡诺尔及其部属从拉德岛看到亚历山大军队发起进攻,便沿着海岸划桨驶入米利都人的港口;他们在港口最狭窄的咽喉处,将三列桨座战船船头朝外、紧密排列下锚,从而对波斯舰队封锁了港口,并切断了米利都人从波斯人那里获得的一切救援。
ἔνθα οἱ Μιλήσιοί τε καὶ οἱ μισθοφόροι πανταχόθεν ἤδη προσκειμένων σφίσι τῶν Μακεδόνων οἱ μὲν αὐτῶν ῥιπτοῦντες σφᾶς ἐν τῇ θαλάσσῃ ἐπὶ τῶν ἀσπίδων ὑπτίων ἐς νησῖδά τινα ἀνώνυμον τῇ πόλει ἐπικειμένην διενήχοντο, οἱ δὲ ἐς κελήτια ἐμβαίνοντες καὶ ἐπειγόμενοι ὑποφθάσαι τὰς τριήρεις τῶν Μακεδόνων τριήρων· οἱ δὲ πολλοὶ ἐν αὐτῇ τῇ πόλει ἀπώλοντο.
此时,马其顿人已从四面八方逼近,米利都人与雇佣兵中,有人跳入海中,伏在翻转的盾牌上泅渡至城外一座无名的小岛上;有人登上小艇,急欲抢在马其顿的三列桨座战船之前逃离;但大多数人都在城内丧命。
Ἀλέξανδρος δὲ ἐχομένης ἤδη τῆς πόλεως ἐπὶ τοὺς ἐς τὴν νῆσον καταπεφευγότας ἐπέπλει αὐτός, κλίμακας φέρειν ἐπὶ τὰς πρώρας τῶν τριήρων κελεύσας, ὡς κατὰ τὰ ἀπότομα τῆς νήσου, καθάπερ πρὸς τεῖχος, ἐκ τῶν νεῶν τὴν ἀπόβασιν ποιησόμενος.
城池陷落后,亚历山大亲自乘船进攻逃往该岛的人,他下令将梯子架在战船的船头上,打算沿着岛屿陡峭的悬崖从船上强行登陆,犹如攻打城墙一般。
ὡς δὲ διακινδυνεύειν ἐθέλοντας τοὺς ἐν τῇ νήσῳ ἑώρα, οἶκτος λαμβάνει αὐτὸν τῶν ἀνδρῶν, ὅτι γενναῖοί τε καὶ πιστοὶ αὐτῷ ἐφαίνοντο, καὶ σπένδεται πρὸς αὐτοὺς ἐπὶ τῷδε ὡς αὑτῷ ξυστρατεύειν· ἦσαν δὲ οὗτοι μισθοφόροι Ἕλληνες ἐς τριακοσίους. αὐτοὺς δὲ Μιλησίους, ὅσοι μὴ ἐν τῇ καταλήψει τῆς πόλεως ἔπεσον, ἀφῆκεν καὶ ἐλευθέρους εἶναι ἔδωκεν.
然而,当他看到岛上的人誓死拼杀时,对他们心生怜悯,因为他们在他眼中显得既高贵又忠诚;于是他与他们订立和约,条件是他们随他一同出征;这些人是希腊雇佣兵,约有三百人。至于米利都人自己,凡未在破城时阵亡的,亚历山大均予以释放并赐予自由。
οἱ δὲ βάρβαροι ἀπὸ τῆς Μυκάλης ὁρμώμενοι τὰς μὲν ἡμέρας ἐπέπλεον τῷ Ἑλληνικῷ ναυτικῷ, προκαλέσεσθαι ἐς ναυμαχίαν ἐλπίζοντες· τὰς δὲ νύκτας πρὸς τῇ Μυκάλῃ οὐκ ἐν καλῷ ὡρμίζοντο, ὅτι ὑδρεύεσθαι ἀπὸ τοῦ Μαιάνδρου ποταμοῦ τῶν ἐκβολῶν διὰ μακροῦ ἠναγκάζοντο.
驻扎在米卡勒山的野蛮人白天出航驶向希腊舰队,希望能诱使对方进行海战;但在夜间,他们却在米卡勒山附近不利的位置抛锚,因为他们被迫要从遥远的迈安德罗斯河河口取水。
Ἀλέξανδρος δὲ ταῖς μὲν ναυσὶ τὸν λιμένα ἐφύλαττε τῶν Μιλησίων, ὡς μὴ βιάσαιντο οἱ βάρβαροι τὸν ἔσπλουν, ἐκπέμπει δʼ ἐς τὴν Μυκάλην Φιλώταν, ἄγοντα τούς τε ἱππέας καὶ τῶν πεζῶν τάξεις τρεῖς, παραγγείλας εἴργειν τῆς ἀποβάσεως τοὺς ἀπὸ τῶν νεῶν. οἱ δέ, ὕδατός τε σπάνει καὶ τῶν ἄλλων ἐπιτηδείων οὐδὲν ἄλλο ὅτι μὴ πολιορκούμενοι2 ἐν ταῖς ναυσίν, ἐς Σάμον ἀπέπλευσαν. ἐκεῖθεν δὲ ἐπισιτισάμενοι αὖθις ἐπέπλεον τῇ Μιλήτῳ· καὶ τὰς μὲν πολλὰς τῶν νεῶν πρὸ τοῦ λιμένος ἐν μετεώρῳ παρέταξαν, εἴ πῃ ἐκκαλέσαιντο ἐς τὸ πέλαγος τοὺς Μακεδόνας, πέντε δὲ αὐτῶν εἰσέπλευσαν ἐς τὸν μεταξὺ τῆς τε Λάδης νήσου καὶ τοῦ στρατοπέδου λιμένα, ἐλπίσαντες κενὰς καταλήψεσθαι τὰς Ἀλεξάνδρου ναῦς, ὅτι τοὺς ναύτας ἀποσκεδάννυσθαι τὸ πολὺ ἀπὸ τῶν νεῶν τοὺς μὲν ἐπὶ φρυγανισμῷ, τοὺς δὲ ἐπὶ ξυγκομιδῇ τῶν ἐπιτηδείων, τοὺς δὲ καὶ ἐς προνομὰς ταττομένους, πεπυσμένοι ἦσαν.
亚历山大一方面以战船防守米利都人的港口,以免野蛮人强行驶入;另一方面派遣菲洛塔斯率领骑兵和三个步兵方阵前往米卡勒山,下令阻止船上的人登陆。波斯人因缺乏淡水和其他必需品,实际上已处于在船上被围困的境地,只得起航驶往萨摩斯岛。他们在那里补充粮饷后,再次驶向米利都;他们将主力战船排在港外开阔的海面上,企图以某种方式将马其顿人诱至深海,同时派五艘船驶入拉德岛与军营之间的港湾,希望能趁亚历山大的战船无人时将其袭占;因为他们获悉,大部分水手都已离开船只分散开来——有的去捡柴,有的去收集补给,还有的被编入搜粮队。
ἀλλὰ μέρος μέν τι ἀπῆν τῶν ναυτῶν, ἐκ δὲ τῶν παρόντων ξυμπληρώσας Ἀλέξανδρος δέκα ναῦς, ὡς προσπλεούσας τὰς πέντε τῶν Περσῶν κατεῖδε, πέμπει ἐπʼ αὐτὰς κατὰ σπουδήν, ἐμβάλλειν ἀντιπρώρους κελεύσας. οἱ δὲ ἐν ταῖς πέντε ναυσὶ τῶν Περσῶν, ὡς παρʼ ἐλπίδα ἀναγομένους τοὺς Μακεδόνας ἐπὶ σφᾶς εἶδον, ὑποστρέψαντες ἐκ πολλοῦ ἔφευγον πρὸς τὸ ἄλλο ναυτικόν.
水手们确实有一部分不在场,但亚历山大利用在场的人员配齐了十艘战船;他一见波斯的五艘船逼近,便下令正面迎头撞击,急派这十艘船出击。波斯五艘船上的人见马其顿人出乎意料地向自己驶来,便从远处调头,向其余舰队逃窜。
καὶ ἡ μὲν Ἰασσέων ναῦς ἁλίσκεται αὐτοῖς ἀνδράσιν3 ἐν τῇ φυγῇ, οὐ ταχυναυτοῦσα· αἱ δὲ τέσσαρες ἔφθασαν καταφυγεῖν ἐς τὰς οἰκείας τριήρεις. οὕτω μὲν δὴ ἀπέπλευσαν ἄπρακτοι ἐκ Μιλήτου οἱ Πέρσαι.
亚苏斯人的一艘战船因航速不快,在逃跑途中连同全船人员一起被俘;其余四艘则成功逃回本方战舰群中。就这样,波斯人一无所获地驶离了米利都。
- 1.19.2ὡς ἐπιβησομένους
连词 ὡς 连用未来分词阳性复数,表示目的。虽然其指代对象 τὴν στρατιάν 为阴性单数集体名词,但分词采用阳性复数是基于意义一致(synesis),意指构成军队的全体士兵。
- 1.19.8οὐδὲν ἄλλο ὅτι μὴ πολιορκούμενοι
惯用短语 οὐδὲν ἄλλο... ὅτι μή 意为“无非是……”或“实际上……”。此处与分词 πολιορκούμενοι 连用,强调波斯军在船上“实际上处于被围困的状态”。
- 1.19.11αὐτοῖς ἀνδράσιν
表示伴随或包容的与格(dative of accompaniment)。表明该船被捕获时是“连同全船人员一起”、“连人带船”被俘。
