- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.1.1-1.1.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大即位并确立了对希腊全境的统帅权后,出征色雷斯以平定北疆,在海穆斯山巧妙化解了当地人推下大车的伏击并将其击溃。
λέγεται δὴ Φίλιππος μὲν τελευτῆσαι ἐπὶ ἄρχοντος Πυθοδήλου Ἀθήνησι· παραλαβόντα δὲ τὴν βασιλείαν Ἀλέξανδρον, παῖδα ὄντα Φιλίππου, ἐς Πελοπόννησον παρελθεῖν· εἶναι δὲ τότε ἀμφὶ τὰ εἴκοσιν ἔτη Ἀλέξανδρον.
据说腓力在雅典的皮托德鲁斯任执政官之年去世;腓力之子亚历山大继位为王,来到伯罗奔尼撒;当时亚历山大年约二十岁。
ἐνταῦθα ξυναγαγόντα τοὺς Ἕλληνας, ὅσοι ἐντὸς Πελοποννήσου ἦσαν, αἰτεῖν παρʼ αὐτῶν τὴν ἡγεμονίαν τῆς ἐπὶ τοὺς Πέρσας στρατιᾶς, ἥντινα Φιλίππῳ ἤδη ἔδοσαν· καὶ αἰτήσαντα λαβεῖν παρʼ ἑκάστων πλὴν Λακεδαιμονίων· Λακεδαιμονίους δὲ ἀποκρίνασθαι μὴ εἶναί σφισι πάτριον ἀκολουθεῖν ἄλλοις, ἀλλʼ αὐτοὺς ἄλλων ἐξηγεῖσθαι. νεωτερίσαι δὲ ἄττα καὶ τῶν Ἀθηναίων τὴν πόλιν.
他在那里召集了伯罗奔尼撒境内的所有希腊人,向他们请求授予讨伐波斯的远征统帅权,这一权力是他们先前已授予腓力的;他提出请求后,除了拉刻代蒙人之外,从所有各邦获得了这一统帅权。拉刻代蒙人则回答说,跟随旁人并非他们祖辈的传统,自己引领旁人才是。雅典城邦也进行了一些谋反的骚动。
ἀλλὰ Ἀθηναίους γε τῇ πρώτῃ ἐφόδῳ Ἀλεξάνδρου ἐκπλαγέντας καὶ πλείονα ἔτι τῶν Φιλίππῳ δοθέντων Ἀλεξάνδρῳ εἰς τιμὴν συγχωρῆσαι. ἐπανελθόντα δὲ ἐς Μακεδονίαν ἐν παρασκευῇ εἶναι τοῦ ἐς τὴν Ἀσίαν στόλου.
然而雅典人因亚历山大的初次逼近而震惊失色,允予了亚历山大比曾授予腓力还要厚重的尊荣。亚历山大随后返回马其顿,全力筹备进军亚洲的远征队。
ἅμα δὲ τῷ ἦρι ἐλαύνειν ἐπὶ Θρᾴκης, ἐς Τριβαλλοὺς καὶ Ἰλλυριούς, ὅτι τε νεωτερίζειν ἐπύθετο Ἰλλυριούς τε καὶ Τριβαλλούς, καὶ ἅμα ὁμόρους ὄντας οὐκ ἐδόκει ὑπολείπεσθαι ὅτι μὴ1 πάντῃ ταπεινωθέντας οὕτω μακρὰν ἀπὸ τῆς οἰκείας στελλόμενον.
到了春季,他向色雷斯进军,讨伐特里巴洛伊人与伊利里亚人;这既是因为他获悉伊利里亚人和特里巴洛伊人正在谋反,同时也因为既然他们是邻近之族,在他远赴离本土如此遥远之地时,若不先将他们彻底平定,似乎不便将其留在身后。
ὁρμηθέντα δὴ ἐξ Ἀμφιπόλεως ἐμβαλεῖν εἰς Θρᾴκην τὴν τῶν αὐτονόμων καλουμένων Θρᾳκῶν, Φιλίππους πόλιν ἐν ἀριστερᾷ ἔχοντα καὶ τὸν Ὄρβηλον τὸ ὄρος. διαβὰς δὲ τὸν Νέστον ποταμὸν λέγουσιν, ὅτι δεκαταῖος ἀφίκετο ἐπὶ τὸ ὄρος τὸν Αἶμον.
于是他从安菲波利斯出发,攻入所谓自立色雷斯人的色雷斯境内,行军时将腓立比城和奥尔贝洛斯山留在左侧。据说他渡过涅斯托斯河后,第十天抵达了海穆斯山。
καὶ ἐνταῦθα ἀπήντων αὐτῷ κατὰ τὰ στενὰ τῆς ἀνόδου τῆς ἐπὶ τὸ ὄρος τῶν τε % ἐμπόρων πολλοὶ ὡπλισμένοι καὶ οἱ Θρᾷκες οἱ αὐτόνομοι, παρεσκευασμένοι εἴργειν τοῦ πρόσω κατειληφότες τὴν ἄκραν τοῦ Αἴμου τὸν στόλον, παρʼ ἣν ἦν τῷ στρατεύματι ἡ πάροδος.
在那里,在登山道路的险隘处,许多全副武装的商人和自立色雷斯人迎击了他;他们占领了海穆斯山的山脊准备阻止远征军继续前进,大军的通路正位于这道山脊之侧。
ξυναγαγόντες δὲ ἁμάξας καὶ προβαλόμενοι πρὸ σφῶν ἅμα μὲν χάρακι ἐχρῶντο ταῖς ἁμάξαις ἐς τὸ ἀπομάχεσθαι ἀπʼ αὐτῶν, εἰ βιάζοιντο, ἅμα δὲ ἐν νῷ εἶχον ἐπαφιέναι ἀνιοῦσιν ᾗ ἀποτομώτατον τοῦ ὄρους ἐπὶ τὴν φάλαγγα τῶν Μακεδόνων τὰς ἁμάξας. γνώμην δὲ πεποίηντο ὅτι ὅσῳ πυκνοτέρᾳ τῇ φάλαγγι καταφερόμεναι συμμίξουσιν αἱ ἅμαξαι, τοσῷδε μᾶλλόν τι διασκεδάσουσιν αὐτὴν βίᾳ ἐμπεσοῦσαι.
他们收集了大车并摆放在自己前方,一方面是将大车作为栅栏,以便在受到强攻时依托其御敌,另一方面则打算在山势最为陡峭之处,向正在攀登的马其顿方阵迎头推下大车。他们抱定一种设想:飞驰而下的大车与愈加密集的方阵相撞,就愈能以其冲击之力将方阵冲散瓦解。
Ἀλεξάνδρῳ δὲ βουλὴ γίγνεται ὅπως ἀσφαλέστατα ὑπερβαλεῖ τὸ ὄρος· καὶ ἐπειδὴ ἐδόκει διακινδυνευτέα, οὐ γὰρ εἶναι ἄλλῃ τὴν πάροδον, παραγγέλλει τοῖς ὁπλίταις, ὁπότε καταφέροιντο κατὰ τοῦ ὀρθίου αἱ ἅμαξαι, ὅσοις μὲν ὁδὸς πλατεῖα οὖσα παρέχοι λῦσαι τὴν τάξιν, τούτους δὲ διαχωρῆσαι,2 ὡς διʼ αὐτῶν ἐκπεσεῖν τὰς ἁμάξας· ὅσοι δὲ περικαταλαμβάνοιντο, ξυννεύσαντας, τοὺς δὲ καὶ πεσόντας ἐς γῆν, συγκλεῖσαι ἐς ἀκριβὲς τὰς ἀσπίδας, τοῦ κατʼ αὐτῶν φερομένας τὰς ἁμάξας καὶ τῇ ῥύμῃ κατὰ τὸ εἰκὸς ὑπερπηδώσας ἀβλαβῶς ἐπελθεῖν.3 καὶ οὕτω ξυνέβη ὅπως παρῄνεσέ τε Ἀλέξανδρος καὶ εἴκασεν.
亚历山大则筹划如何才能最安全地越过山岭;既然断定必须冒险一搏——因为并无其他通路——他便向重装步兵下令:每逢大车沿着陡坡冲下时,凡是因道路宽阔而得以解开队形的人,皆应左右分开,让大车从他们中间穿过坠落;而凡是被夹在狭窄处的人,则应紧靠在一起,有些人甚至仆倒在地,将盾牌紧密闭合,以使迎面冲向他们的大车极可能借其冲力从上方越过而无害地通过。事情的发展正如亚历山大所建议与预料的那样。
οἱ μὲν γὰρ διέσχον τὴν φάλαγγα, αἱ δʼ ὑπὲρ τῶν ἀσπίδων ἐπικυλισθεῖσαι ὀλίγα ἔβλαψαν· ἀπέθανε δὲ οὐδεὶς ὑπὸ ταῖς ἁμάξαις. ἔνθα δὴ οἱ Μακεδόνες θαρσήσαντες, ὅτι ἀβλαβεῖς αὐτοῖς, ἃς μάλιστα ἐδεδίεσαν, αἱ ἅμαξαι ἐγένοντο, σὺν βοῇ ἐς τοὺς Θρᾷκας ἐνέβαλον.
一部分人分开了方阵,而从盾牌上滚压过去的大车仅造成了微小的伤害;没有一个人丧命于大车之下。马其顿人见自己最为畏惧的大车竟对他们毫无伤害,顿时士气大振,高呼着向色雷斯人冲去。
Ἀλέξανδρος δὲ τοὺς τοξότας μὲν ἀπὸ τοῦ δεξιοῦ κέρως πρὸ τῆς ἄλλης φάλαγγος, ὅτι ταύτῃ εὐπορώτερα ἦν, ἐλθεῖν ἐκέλευσε καὶ ἐκτοξεύειν ἐς τοὺς Θρᾷκας ὅπῃ προσφέροιντο· αὐτὸς δὲ ἀναλαβὼν τὸ ἄγημα καὶ τοὺς ὑπασπιστὰς καὶ τοὺς Ἀγριᾶνας κατὰ τὸ εὐώνυμον ἦγεν.
亚历山大命令弓箭手从右翼进至其余方阵前方——因为那里的地形较为平缓好走——并在色雷斯人靠近之处向其放箭;他自己则率领禁卫队、近卫步兵和阿格里安人从左翼进发。
ἔνθα δὴ οἱ τοξόται βάλλοντες τοὺς προεκθέοντας τῶν Θρᾳκῶν ἀνέστελλον· καὶ ἡ φάλαγξ προσμίξασα οὐ χαλεπῶς ἐξέωσεν ἐκ τῆς χώρας ἀνθρώπους ψιλοὺς καὶ κακῶς ὡπλισμένους βαρβάρους, ὥστε Ἀλέξανδρον ἀπὸ τοῦ εὐωνύμου ἐπάγοντα οὐκέτι ἐδέξαντο, ἀλλὰ ῥίψαντες ὡς ἑκάστοις προὐχώρει τὰ ὅπλα κατὰ τοῦ ὄρους ἔφυγον.
于是弓箭手放箭阻击了率先冲出的色雷斯人;方阵接敌之后,毫不费力地将这些轻装且装备简陋的蛮族人逐出阵地,以至于当亚历山大从左翼压上时,他们便不再坚守,而是尽可能抛弃武器,沿着山坡溃逃。
καὶ ἀπέθανον μὲν αὐτῶν ἐς χιλίους καὶ πεντακοσίους, ζῶντες δὲ ἄνδρες μὲν ὀλίγοι ἐλήφθησαν διʼ ὠκύτητα καὶ τῆς χώρας ἐμπειρίαν, γυναῖκες δὲ ὅσαι ξυνείποντο αὐτοῖς ἑάλωσαν πᾶσαι, καὶ τὰ παιδάρια καὶ ἡ λεία πᾶσα ἑάλω.
他们当中战死者约有一千五百人,但因其行动敏捷且熟悉地形,活捉的男子极少;不过跟随他们的妇孺全被俘获,所有的战利品亦皆被缴获。
- 1.1.4ὅτι μὴ
短语 ὅτι μή 在此处用作表示例外或限制条件的固定习语,意为“除非……否则不”、“除……之外”。分词 ταπεινωθέντας 承前以特里巴洛伊人与伊利里亚人(ὁμόρους ὄντας)为逻辑主语,意即“除非先将他们彻底平定,否则不将其留在身后”。
- 1.1.8τούτους δὲ διαχωρῆσαι
这是用于在条件/关系分句(ὅσοις μὲν... παρέχοι)之后引出主句(归结从句)的归结性 δέ(apodotic δέ)。代词 τούτους 承接前文的关系词所指,而 δέ 起到标明归结句开始的复指与转承作用。
- 1.1.9τοῦ κατʼ αὐτῶν φερομένας τὰς ἁμάξας καὶ τῇ ῥύμῃ κατὰ τὸ εἰκὸς ὑπερπηδώσας ἀβλαβῶς ἐπελθεῖν
带冠词属格 τοῦ 加上不定式 ἐπελθεῖν 构成了表示目的的属格不定式结构(目的属格)。不定式的逻辑主语是宾格 τὰς ἁμάξας,两个分词 φερομένας 与 ὑπερπηδώσας 与之性数格一致修饰该主语,意为“为了让向下冲撞并跳跃过去的大车能够无害地通过”。
