- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.18.1-1.18.9
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
马格涅西亚等城归降后,亚历山大派遣帕尔墨尼翁等人去解放爱奥尼亚和埃奥利斯诸城,自己则进军米利都并攻取外城。在拉德岛海域与波斯大舰队对峙时,面对帕尔墨尼翁的海战提议,亚历山大基于敌我力量对比并重新解释神鹰之兆,断然拒绝了海战方案。
ἐν τούτῳ δὲ ἐκ Μαγνησίας τε καὶ Τράλλεων παρʼ αὐτὸν ἧκον ἐνδιδόντες τὰς πόλεις· καὶ ὃς πέμπει Παρμενίωνα, δοὺς αὐτῷ δισχιλίους καὶ πεντακοσίους πεζοὺς τῶν ξένων καὶ Μακεδόνας παραπλησίους, ἱππέας δὲ τῶν ἑταίρων ἐς διακοσίους. Ἀλκίμαχον δὲ τὸν Ἀγαθοκλέους ἐπὶ τὰς Αἰολίδας τε πόλεις ξὺν δυνάμει οὐκ ἐλάττονι ἐξέπεμψε καὶ ὅσαι Ἰωνικαὶ ὑπὸ τοῖς βαρβάροις ἔτι ἦσαν.
与此同时,来自马格涅西亚和特拉勒斯的使者前来见他,献出了这两座城市。亚历山大于是派遣帕尔墨尼翁前往,分配给他两千五百名外邦雇佣步兵以及人数相仿的马其顿步兵,还有大约两百名近臣同伴骑兵。他又派遣阿加托克勒斯之子阿尔基马霍斯率领一支人数不少于此的军队前往埃奥利斯诸城,以及所有仍处于野蛮人统治之下的爱奥尼亚诸城。
καὶ τὰς μὲν ὀλιγαρχίας πανταχοῦ καταλύειν ἐκέλευσεν, δημοκρατίας δὲ [τε] ἐγκαθιστάναι καὶ τοὺς νόμους τοὺς σφῶν ἑκάστοις ἀποδοῦναι, καὶ τοὺς φόρους ἀνεῖναι, ὅσους τοῖς βαρβάροις ἀπέφερον. αὐτὸς δὲ ὑπομείνας ἐν Ἐφέσῳ θυσίαν τε ἔθυσε τῇ Ἀρτέμιδι καὶ πομπὴν ἔπεμψε ξὺν τῇ στρατιᾷ πάσῃ ὡπλισμένῃ τε καὶ ὡς ἐς μάχην ξυντεταγμένῃ.
他下令在各地废除寡头政体,建立民主政体,恢复各自原有的法律,并免除他们过去向野蛮人缴纳的全部贡赋。亚历山大本人则留在以弗所,向阿耳忒弥斯献祭,并率领全军全副武装、列成作战队形举行了盛大的游行。
τῇ δὲ ὑστεραίᾳ ἀναλαβὼν τῶν τε πεζῶν τοὺς λοιποὺς καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας καὶ τοὺς Θρᾷκας ἱππέας καὶ τῶν ἑταίρων τήν τε βασιλικὴν ἴλην καὶ πρὸς ταύτῃ τρεῖς ἄλλας ἐπὶ Μιλήτου ἐστέλλετο· καὶ τὴν μὲν ἔξω[δον] καλουμένην πόλιν ἐξ ἐφόδου ἔλαβεν ἐκλιπούσης τῆς φυλακῆς· ἐνταῦθα δὲ καταστρατοπεδεύσας ἔγνω ἀποτειχίζειν τὴν εἴσω πόλιν.
次日,他率领其余步兵、弓箭手、阿格里安人、色雷斯骑兵,以及近臣同伴骑兵的皇家骑兵连与另外三个骑兵连,向米利都进发。他一抵近便夺取了所谓的外城,因为守军弃城逃离;他在那里扎营后,决定筑墙合围内城。
Ἡγησίστρατος γάρ, ὅτῳ ἡ φρουρὰ ἡ Μιλησίων ἐκ βασιλέως ἐπετέτραπτο, πρόσθεν γράμματα παρʼ Ἀλέξανδρον ἔπεμπεν ἐνδιδοὺς τὴν Μίλητον· τότε δὲ ἀναθαρρήσας ἐπὶ τῷ Περσῶν στρατῷ οὐ μακρὰν ὄντι διασώζειν τοῖς πέρσαις ἐπενόει τὴν πόλιν. Νικάνωρ δὲ τὸ Ἑλληνικὸν ναυτικὸν ἄγων ὑποφθάνει τοὺς Πέρσας τρισὶν ἡμέραις πρότερος καταπλεύσας ἢ τοὺς Πέρσας Μιλήτῳ προσχεῖν, καὶ ὁρμίζεται ναυσὶν ἑξήκοντα καὶ ἑκατὸν ἐν τῇ νήσῳ τῇ Λάδῃ· κεῖται δὲ αὕτη ἐπὶ τῇ Μιλήτῳ.
因为受波斯国王委任统领米利都守军的赫格西斯特拉托斯,先前曾不断向亚历山大送信表示献出米利都;但此时由于得知波斯军队离此不远,便重振勇气,打算为波斯人守住这座城市。然而尼卡诺尔统领希腊舰队抢先于波斯人,比波斯人开抵米利都提前三天靠岸,率领一百六十艘战船在拉德岛下锚;该岛位于米利都外海。
αἱ δὲ τῶν Περσῶν νῆες ὑστερήσασαι, ἐπειδὴ ἔμαθον οἱ ναύαρχοι τῶν ἀμφὶ Νικάνορα τὴν ἐν τῇ Λάδῃ προκαταγωγήν,1 πρὸς τῇ Μυκάλῃ τῷ ὄρει ὡρμίσθησαν. τὴν γὰρ Λάδην τὴν νῆσον προκατειλήφει Ἀλέξανδρος, οὐ τῶν νεῶν μόνον τῇ ἐγκαθορμίσει, ἀλλὰ καὶ τοὺς Θρᾷκας καὶ τῶν ἄλλων ξένων ἐς τετρακισχιλίους διαβιβάσας ἐς αὐτήν. ἦσαν δὲ τῶν βαρβάρων αἱ νῆες ἀμφὶ τὰς τετρακοσίας.
波斯战船来迟了一步,当指挥官们得知尼卡诺尔的舰队已抢先停靠在拉德岛后,便在米卡勒山旁下锚。因为亚历山大不仅让战船在那里泊锚,还渡送了色雷斯兵及大约四千名其他雇佣兵进驻该岛,先行占领了拉德岛。而野蛮人的战船约有四百艘。
Παρμενίων μὲν δὴ καὶ ὣς παρῄνει Ἀλεξάνδρῳ ναυμαχεῖν, τά τε ἄλλα κρατήσειν τῷ ναυτικῷ τοὺς Ἕλληνας ἐπελπίζων καὶ τι καὶ θεῖον ἀνέπειθεν αὐτόν, ὅτι ἀετὸς ὤφθη καθήμενος ἐπὶ τοῦ αἰγιαλοῦ κατὰ πρύμναν τῶν Ἀλεξάνδρου νεῶν. καὶ γὰρ δὴ νικήσαντας μὲν μεγάλα ὠφεληθήσεσθαι ἐς τὰ ὅλα, νικηθεῖσι δὲ2 οὐ παρὰ μέγα ἔσεσθαι τὸ πταῖσμα· καὶ ὣς γὰρ θαλασσοκρατεῖν τοὺς Πέρσας. καὶ αὐτὸς δὲ ἔφη ἐπιβῆναι ἐθέλειν τῶν νεῶν καὶ τοῦ κινδύνου μετέχειν.
尽管如此,帕尔墨尼翁仍力劝亚历山大进行海战,他一方面期待希腊人在水战中能以舰队取胜,另一方面也为一处神迹所打动:因为有人看到一只鹰栖息在正对亚历山大船只船尾的海滩上。他认为,若是取胜,必将对整个战局带来极大的益处;而即便战败,挫折也不算严重,因为波斯人本就掌握着制海权。他又表示自己愿亲自登船共担风险。
Ἀλέξανδρος δὲ τῇ τε γνώμῃ ἁμαρτάνειν ἔφη Παρμενίωνα καὶ τοῦ σημείου τῇ οὐ κατὰ τὸ εἰκὸς ξυμβλήσει· ὀλίγαις τε γὰρ ναυσὶ πρὸς πολλῷ πλείους ξὺν οὐδενὶ λογισμῷ ναυμαχήσειν καὶ οὐ μεμελετηκότι τῷ σφῶν ναυτικῷ πρὸς προησκημένον τὸ τῶν Κυπρίων τε καὶ Φοινίκων·
但亚历山大表示,帕尔墨尼翁不仅判断失误,对神兆的解释也违背常理。因为以少数战船对抗远占多数的敌船,乃是毫无理性的冒险,且是以自身未经训练的舰队去迎战塞浦路斯人与腓尼基人的精锐之师。
τήν τε ἐμπειρίαν τῶν Μακεδόνων καὶ τὴν τόλμαν ἐν ἀβεβαίῳ χωρίῳ οὐκ ἐθέλειν παραδοῦναι τοῖς βαρβάροις· καὶ ἡττηθεῖσι τῇ ναυμαχίᾳ οὐ μικρὰν τὴν βλάβην ἔσεσθαι ἐς τοῦ πολέμου τὴν πρώτην δόξαν, τά τε ἄλλα καὶ τοὺς Ἕλληνας νεωτεριεῖν πρὸς τοῦ ναυτικοῦ πταίσματος τὴν ἐξαγγελίαν ἐπαρθέντας.
此外,他也不愿在变幻莫测的战场(大海上)把马其顿人的经验与勇气托付给野蛮人;海战若败,对战争初期的声望损害绝非轻微,尤其是希腊本土诸邦必会因水战受挫的传闻而受鼓动进而发动叛乱。
ταῦτα μὲν τῷ λογισμῷ ξυντιθεὶς οὐκ ἐν καιρῷ ἀπέφαινε ναυμαχεῖν· τὸ θεῖον δὲ αὐτὸς ἄλλῃ ἐξηγεῖσθαι· εἶναι μὲν γὰρ πρὸς αὑτοῦ τὸν ἀετόν, ἀλλʼ ὅτι ἐπὶ τῇ καθήμενος ἐφαίνετο,3 δοκεῖν οἱ μᾶλλόν τι σημαίνειν, ὅτι ἐκ γῆς κρατήσει τοῦ Περσῶν ναυτικοῦ.
亚历山大权衡这些理性计算,宣布进行海战并非适逢其时。对于神迹,他本人的解释则截然不同:那只鹰固然代表自己这一方,但正因为它当时是栖息在陆地上,在他看来更意味着他将从陆地上制服波斯人的舰队。
- 1.18.5τῶν ἀμφὶ Νικάνορα τὴν ἐν τῇ Λάδῃ προκαταγωγήν
动词 ἔμαθον 的直接宾语是名词短语 τὴν προκαταγωγήν(抢先停靠/登陆),置于其前方的属格短语 τῶν ἀμφὶ Νικάνορα(尼卡诺尔一行/所率舰团)充当主格性属格(subjective genitive),修饰 προκαταγωγήν。由于倒装语序(hyperbaton),属格被置于名词短语之前,容易被误读为修饰主语 οἱ ναύαρχοι,但结合上下文,动词的主语是波斯指挥官们,他们获悉了尼卡诺尔等人抢先在拉德岛下锚的消息。
- 1.18.6νικήσαντας μὲν ... νικηθεῖσι δὲ
两个形成对比的分词出现了格的变换(variatio)。前者的 νικήσαντας 为宾格,在宾格加不定式结构中充当不定式 ὠφεληθήσεσθαι 的逻辑主语(“若取胜,他们将获益极大”);而后者的 νικηθεῖσι 为与格,作无人称结构 οὐ παρὰ μέγα ἔσεσθαι τὸ πταῖσμα 的关涉与格或受损与格(“若战败,对他们而言挫折亦非重大”)。两者因后续不定式句式的不同而采用了不同的格。
- 1.18.9ἐπὶ τῇ καθήμενος ἐφαίνετο
冠词 τῇ 之后省略(或在抄本流传中脱落)了阴性名词 γῇ(陆地),整句意为“栖息在陆地上”。结合前文的 ἐπὶ τοῦ αἰγιαλοῦ(在海滩上)以及紧随其后的 ἐκ γῆς κρατήσει(从陆地上制服),在文脉和构词照应上被省略的词确为 γῇ 无疑。
