- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.17.1-1.17.12
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
格拉尼库斯战役后,亚历山大确立了对小亚细亚各城邦的控制,在和平归顺的萨尔迪斯和以弗所建立新秩序,并制止了以弗所民众过激的私刑复仇。
καταστήσας δὲ Κάλαν σατραπεύειν ἧς Ἀρσίτης ἦρχε1 καὶ τοὺς φόρους τοὺς αὐτοὺς ἀποφέρειν τάξας, οὕσπερ Δαρείῳ ἔφερον, ὅσοι μὲν τῶν βαρβάρων κατιόντες ἐκ τῶν ὀρῶν ἐνεχείριζον σφᾶς, τούτους μὲν ἀπαλλάττεσθαι ἐπὶ τὰ αὑτῶν ἑκάστους ἐκέλευεν, Ζελείτας δὲ ἀφῆκε τῆς αἰτίας, ὅτι πρὸς βίαν ἔγνω συστρατεῦσαι τοῖς βαρβάροις· Δασκύλιον δὲ παραληψόμενον Παρμενίωνα ἐκπέμπει· καὶ παραλαμβάνει Δασκύλιον Παρμενίων ἐκλιπόντων τῶν φρουρῶν. Αὐτὸς δὲ ἐπὶ Σάρδεων προὐχώρει·
亚历山大任命卡拉斯为阿尔西忒斯原辖地区的总督,责令当地人缴纳过去缴纳给大流士的同等贡赋;至于那些从山上下来投降的野蛮人,他命令他们各自返回自己的领地。他免除了泽勒亚人的罪责,因为他断定他们是受强迫才跟随野蛮人出征的。随后他派遣帕尔墨尼翁前去接管达斯库利昂;守军弃城逃离,帕尔墨尼翁遂占领了达斯库利昂。亚历山大本人则向萨尔迪斯进军。
καὶ ἀπέχοντος αὐτοῦ ὅσον ἑβδομήκοντα σταδίους Σάρδεων ἧκον παρʼ αὐτὸν Μιθρήνης τε ὁ φρούραρχος τῆς ἀκροπόλεως τῆς ἐν Σάρδεσι καὶ Σαρδιανῶν οἱ δυνατώτατοι, ἐνδιδόντες οἱ μὲν τὴν πόλιν, ὁ δὲ Μιθρήνης τὴν ἄκραν καὶ τὰ χρήματα.
当他距离萨尔迪斯大约七十斯塔狄翁时,萨尔迪斯卫城的卫戍司令米特勒涅斯以及萨尔迪斯的首领要人们前来见他,市民献出了城市,米特勒涅斯则献出了卫城和财宝。
Ἀλέξανδρος δὲ αὐτὸς μὲν κατεστρατοπέδευσεν ἐπὶ τῷ Ἕρμῳ ποταμῷ· ἀπέχει δὲ ὁ Ἕρμος ἀπὸ Σάρδεων σταδίους ὅσον εἴκοσιν· Ἀμύνταν δὲ τὸν Ἀνδρομένους τὴν ἄκραν παραληψόμενον ἐκπέμπει ἐς Σάρδεις· καὶ Μιθρήνην μὲν ἐν τιμῇ ἅμα οἷ ἦγεν, Σαρδιανοὺς δὲ καὶ τοὺς ἄλλους Λυδοὺς τοῖς νόμοις τε τοῖς πάλαι Λυδῶν χρῆσθαι ἔδωκεν καὶ ἐλευθέρους εἶναι ἀφῆκεν.
亚历山大本人在赫尔墨斯河畔扎营,该河距萨尔迪斯约二十斯塔狄翁;他派遣安德罗墨涅斯之子阿明塔斯前往萨尔迪斯接管卫城。他将米特勒涅斯带在身边以礼相待,但允许萨尔迪斯人及其他吕底亚人沿用吕底亚古法,并宣布他们为自由人。
ἀνῆλθε δὲ καὶ αὐτὸς εἰς τὴν ἄκραν, ἵνα τὸ φρούριον ἦν τῶν Περσῶν· καὶ ἔδοξεν αὐτῷ ὀχυρὸν τὸ χωρίον· ὑπερύψηλόν τε γὰρ ἦν καὶ ἀπότομον πάντῃ καὶ τριπλῷ τείχει πεφραγμένον· αὐτὸς δὲ ἐπὶ τῇ ἄκρᾳ ναόν τε οἰκοδομῆσαι Διὸς Ὀλυμπίου ἐπενόει καὶ βωμὸν ἱδρύσασθαι.
他本人也登上了波斯驻军曾驻扎的卫城;在他看来,此地地势险要,因为其极其陡峭高耸,四周壁立,并以三重城墙加固。他计划在卫城上为奥林匹亚宙斯修建一座神庙,并建立祭坛。
σκοποῦντι δὲ αὐτῷ τῆς ἄκρας ὅπερ ἐπιτηδειότατον χωρίον ὥρᾳ ἔτους ἐξαίφνης χειμὼν ἐπιγίγνεται καὶ βρονταὶ σκληραὶ καὶ ὕδωρ ἐξ οὐρανοῦ πίπτει, οὗ τὰ τῶν Λυδῶν βασίλεια· Ἀλεξάνδρῳ δὲ ἔδοξεν ἐκ θεοῦ σημανθῆναι, ἵνα χρὴ οἰκοδομεῖσθαι τῷ Διὶ τὸν νεὼν, καὶ οὕτως ἐκέλευσε.
正当他在卫城中寻找最合适的处所时,在这个季节里骤然暴风雨大作,雷声隆隆,暴雨降落在吕底亚古代王宫的遗址上。亚历山大认为这是神祇指示宙斯神庙应当建在何处的征兆,于是便据此下令。
κατέλιπε δὲ τῆς μὲν ἄκρας τῆς Σάρδεων ἐπιμελητὴν Παυσανίαν τῶν ἑταίρων, τῶν δὲ φόρων τῆς συντάξεώς τε καὶ ἀποφορᾶς Νικίαν, Ἄσανδρον δὲ τὸν Φιλώτα Λυδίας καὶ τῆς ἄλλης τῆς Σπιθριδάτου ἀρχῆς, δοὺς αὐτῷ ἱππέας τε καὶ ψιλοὺς ὅσοι ἱκανοὶ πρὸς τὰ παρόντα ἐδόκουν.
他留下近臣同伴保萨尼亚斯作为萨尔迪斯卫城的守备官,由尼基阿斯负责贡赋的编定与征收,并将吕底亚及斯皮特里达梯的原辖省份交予菲罗塔斯之子阿桑德罗斯统辖,配给他当时看来充足的骑兵和轻装兵。
Κάλαν δὲ καὶ Ἀλέξανδρον τὸν Ἀερόπου ἐπὶ τὴν χώραν τὴν Μέμνονος ἐκπέμπει, ἄγοντας τούς τε Πελοποννησίους καὶ τῶν ἄλλων ξυμμάχων τοὺς πολλοὺς πλὴν Ἀργείων· οὗτοι δὲ ἐν Σάρδεσι κατελείφθησαν τὴν ἄκραν φυλάττειν.
他又派遣卡拉斯和阿厄洛波斯之子亚历山大进军门农的辖地,率领伯罗奔尼撒人以及除阿尔戈斯人之外的大部分盟军;阿尔戈斯人则被留下来守卫萨尔迪斯卫城。
ἐν τούτῳ δὲ, ὡς τὰ ὑπὲρ τῆς ἱππομαχίας ἐξηγγέλθη, οἵ τε τὴν Ἔφεσον φρουροῦντες μισθοφόροι ᾤχοντο φεύγοντες, δύο τριήρεις τῶν Ἐφεσίων λαβόντες, καὶ ξὺν αὐτοῖς Ἀμύντας ὁ Ἀντιόχου, ὃς ἔφυγεν ἐκ Μακεδονίας Ἀλέξανδρον,2 παθὼν μὲν οὐδὲν πρὸς Ἀλεξάνδρου, δυσνοίᾳ δὲ τῇ πρὸς Ἀλέξανδρον καὶ αὐτὸς ἀπαξιώσας τι παθεῖν πρὸς αὐτοῦ ἄχαρι.
在此期间,骑兵战役的消息传开后,驻守以弗所的雇佣兵夺取了两艘以弗所的三列桨座战船逃之夭夭,随同逃离的还有安条克之子阿明塔斯,他此前为了避开亚历山大而从马其顿出逃;他虽然未曾遭受亚历山大的任何迫害,但出于对亚历山大的敌意,自己也不愿从他那里遭受任何屈辱。
τετάρτῃ δὲ ἡμέρᾳ ἐς Ἔφεσον ἀφικόμενος τούς τε φυγάδας, ὅσοι διʼ αὐτὸν ἐξέπεσον τῆς πόλεως, κατήγαγε καὶ τὴν ὀλιγαρχίαν καταλύσας δημοκρατίαν κατέστησε· τοὺς δὲ φόρους, ὅσους τοῖς βαρβάροις ἀπέφερον, τῇ Ἀρτέμιδι ξυντελεῖν ἐκέλευσεν.
亚历山大在第四天抵达以弗所,他召回了因他而被逐出城的所有流亡者,废除寡头政治,建立起民主政体;并下令将过去向野蛮人缴纳的贡赋悉数缴纳给阿耳忒弥斯神庙。
ὁ δὲ δῆμος ὁ τῶν Ἐφεσίων, ὡς ἀφῃρέθη αὐτοῖς ὁ ἀπὸ τῶν ὀλίγων φόβος, τούς τε Μέμνονα ἐπαγομένους καὶ τοὺς τὸ ἱερὸν συλήσαντας τῆς Ἀρτέμιδος καὶ τοὺς τὴν εἰκόνα τὴν Φιλίππου τὴν ἐν τῷ ἱερῷ καταβαλόντας καὶ τὸν τάφον ἐκ τῆς ἀγορᾶς ἀνορύξαντας τὸν Ἡροπύθου τοῦ ἐλευθερώσαντος τὴν πόλιν ὥρμησαν ἀποκτεῖναι.
以弗所民众在摆脱了来自寡头派的恐惧之后,便争相去处死那些招引门农的人、洗劫阿耳忒弥斯神庙的人、推倒神庙内腓力塑像的人,以及在广场上挖开该城解放者赫罗皮托斯坟墓的人。
καὶ Σύρφακα μὲν καὶ τὸν παῖδα αὐτοῦ Πελάγοντα καὶ τοὺς τῶν ἀδελφῶν τοῦ Σύρφακος παῖδας ἐκ τοῦ ἱροῦ ἐξαγαγόντες κατέλευσαν· τοὺς δὲ ἄλλους διεκώλυσεν Ἀλέξανδρος προσωτέρω ἐπιζητεῖν καὶ τιμωρεῖσθαι, γνοὺς ὅτι ὁμοῦ τοῖς αἰτίοις καὶ οὐ ξὺν δίκῃ τινάς, τοὺς μὲν κατʼ ἔχθραν, τοὺς δὲ κατὰ ἁρπαγὴν χρημάτων ἀποκτενεῖ, ξυγχωρηθὲν αὐτῷ,3 ὁ δῆμος. καὶ εἰ δή τῳ ἄλλῳ,4 καὶ τοῖς ἐν Ἐφέσῳ πραχθεῖσιν Ἀλέξανδρος ἐν τῷ τότε εὐδοκίμει.
他们将叙尔法克斯及其子佩拉贡、以及叙尔法克斯兄弟的儿子们从神殿中拖出乱石砸死;但亚历山大制止了他们进一步搜捕和惩罚其他人,因为他明晰如果任由民众行事,民众不仅会处死罪有应得之人,还会把无辜之人也一同杀死,有人是出于私怨,有人则是为了掠夺钱财。如果说亚历山大曾因其他功绩而享有声誉,那么他在以弗所的这番作为也在当时为他赢得了极高的赞誉。
- 1.17.1ἧς Ἀρσίτης ἦρχε
关系从句的先行词(如 τῆς σατραπείας 或 χώρας)被省略,关系代词 ἧς 采用了动词 ἦρχε 所要求的属格形式。
- 1.17.9ὃς ἔφυγεν ἐκ Μακεδονίας Ἀλέξανδρον
动词 φεύγω 通常作不及物动词使用,在此处直接接人称宾格(Ἀλέξανδρον),表示“为了躲避/出于对亚历山大的畏惧而逃跑”。
- 1.17.12ξυγχωρηθὲν αὐτῷ
此为被动分词中性单数宾格(ξυγχωρηθέν)作无人称宾格绝对独立结构(accusative absolute),表条件,意为“如果听任民众(αὐτῷ = τῷ δήμῳ)妄为的话”。
- 1.17.12καὶ εἰ δή τῳ ἄλλῳ
此为省略惯用句(“如果说凭借其他任何作为[赢得了声誉]的话”),与后文的 καὶ τοῖς ἐν Ἐφέσῳ πραχθεῖσιν 遥相呼应,强调亚历山大在以弗所的所作所为同样(乃至更甚)为他赢得了赞誉。
