- 底本
- Arrian. Flavii Arriani Anabasis Alexandri. Roos, A. G., editor. Leipzig: Teubner, 1907.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.14.1-1.14.7
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-29
亚历山大在格拉尼库斯河畔完成了全军的战斗部署,波斯军亦隔河列阵;在两军短暂对峙后,亚历山大亲率右翼部队列成斜阵横渡河滩发起进攻。
ταῦτα εἰπὼν Παρμενίωνα μὲν ἐπὶ τὸ εὐώνυμον κέρας πέμπει ἡγησόμενον, αὐτὸς δὲ ἐπὶ τὸ δεξιὸν παρῆγε. προετάχθησαν δὲ αὐτῷ τοῦ μὲν δεξιοῦ Φιλώτας ὁ Παρμενίωνος, ἔχων τοὺς ἑταίρους τοὺς ἱππέας καὶ τοὺς τοξότας καὶ τοὺς Ἀγριᾶνας τοὺς ἀκοντιστάς· Ἀμύντας δὲ ὁ Ἀρραβαίου τούς τε σαρισσοφόρους ἱππέας ἔχων Φιλώτᾳ ἐπετάχθη καὶ τοὺς Παίονας καὶ τὴν ἴλην τὴν Σωκράτους.
亚历山大说毕此番话,便派遣帕尔梅尼翁统领左翼,自己则率军移至右翼。在右翼的前方为他列阵的是帕尔梅尼翁之子菲洛塔斯,统率近侍骑兵、弓箭手以及阿格里安标枪手;与菲洛塔斯相接处部署的是阿里巴埃奥斯之子阿明塔斯,率领持矛骑兵、派奥尼亚人以及苏格拉底骑兵连。
ἐχόμενοι δὲ τούτων ἐτάχθησαν οἱ ὑπασπισταὶ τῶν ἑταίρων, ὧν ἡγεῖτο Νικάνωρ ὁ Παρμενίωνος· ἐπὶ δὲ τούτοις ἡ Περδίκκου τοῦ Ὀρόντου φάλαγξ· ἐπὶ δὲ ἡ Κοίνου τοῦ Πολεμοκράτους· [ἐπὶ δὲ ἡ Κρατεροῦ τοῦ Ἀλεξάνδρου·] ἐπὶ δὲ ἡ Ἀμύντου τοῦ Ἀνδρομένους· ἐπὶ δὲ ὧν Φίλιππος ὁ Ἀμύντου ἦρχε.
紧接着他们部署的是近侍持盾卫士,由帕尔梅尼翁之子尼卡诺尔统领;再接着是奥隆特斯之子佩尔狄卡斯的方阵;再接着是波勒莫克拉特斯之子科埃诺斯的方阵;再接着是亚历山大之子克拉特鲁斯的方阵;再接着是安德罗梅内斯之子阿明塔斯的方阵;再接着是阿明塔斯之子腓力所辖的步兵队。
τοῦ δὲ εὐωνύμου πρῶτοι μὲν οἱ Θετταλοὶ ἱππεῖς ἐτάχθησαν, ὧν ἡγεῖτο Κάλας ὁ Ἁρπάλου· ἐπὶ δὲ τούτοις οἱ ξύμμαχοι ἱππεῖς, ὧν ἦρχε Φίλιππος ὁ Μενελάου· ἐπὶ δὲ τούτοις οἱ Θρᾷκες, ὧν ἦρχεν Ἀγάθων· ἐχόμενοι δὲ τούτων πεζοὶ ἥ τε Κρατεροῦ φάλαγξ καὶ ἡ Μελεάγρου καὶ ἡ Φιλίππου ἔστε ἐπὶ τὸ μέσον τῆς ξυμπάσης τάξεως.
在左翼,首先部署的是色萨利骑兵,由哈尔帕罗斯之子卡拉斯统领;再接着是盟邦骑兵,由墨涅拉俄斯之子腓力统率;再接着是色雷斯人,由阿加索统率;紧接着他们的是步兵:克拉特鲁斯方阵、梅列阿格罗斯方阵以及腓力方阵,一直延展至整个战阵的中央。
Περσῶν δὲ ἱππεῖς μὲν ἦσαν ἐς δισμυρίους, ξένοι δὲ πεζοὶ μισθοφόροι ὀλίγον ἀποδέοντες δισμυρίων· ἐτάχθησαν δὲ τὴν μὲν ἵππον παρατείναντες τῷ ποταμῷ κατὰ τὴν ὄχθην ἐπὶ φάλαγγα μακράν, τοὺς δὲ πεζοὺς κατόπιν τῶν ἱππέων· καὶ γὰρ ὑπερδέξια ἦν τὰ ὑπὲρ τὴν ὄχθην χωρία. ᾗ δὲ Ἀλέξανδρον αὐτὸν καθεώρων — δῆλος γὰρ ἦν τῶν τε ὅπλων τῇ λαμπρότητι καὶ τῶν ἀμφʼ αὐτὸν τῇ σὺν ἐκπλήξει θεραπείᾳ — κατὰ τὸ εὐώνυμον [μὲν] σφῶν ἐπέχοντα, ταύτῃ πυκνὰς ἐπέταξαν τῇ ὄχθῃ τὰς ἴλας τῶν ἱππέων.
波斯方面有骑兵约两万人,外籍雇佣步兵近两万人;他们将骑兵沿着河岸展开成漫长的横队,而将步兵部署在骑兵之后,因为河岸之上的地势居高临下。在他们看清亚历山大本人——因其铠甲的辉耀及随从们敬畏的侍奉而极易辨认——正对着己方左翼驻扎之处,波斯人便在该处的河岸上密集地部署了骑兵连队。
χρόνον μὲν δὴ ἀμφότερα τὰ στρατεύματα ἐπʼ ἄκρου τοῦ ποταμοῦ ἐφεστῶτες1 ὑπὸ τοῦ τὸ μέλλον ὀκνεῖν ἡσυχίαν ἦγον καὶ σιγὴ ἦν πολλὴ ἀφʼ ἑκατέρων. οἱ γὰρ Πέρσαι προσέμενον τοὺς Μακεδόνας, ὁπότε ἐσβήσονται ἐς τὸν πόρον, ὡς ἐπικεισόμενοι ἐκβαίνουσιν· Ἀλέξανδρος δὲ ἀναπηδήσας ἐπὶ τὸν ἵππον καὶ τοῖς ἀμφʼ αὑτὸν ἐγκελευσάμενος ἕπεσθαί τε καὶ ἄνδρας ἀγαθοὺς γίγνεσθαι, τοὺς μὲν προδρόμους ἱππέας καὶ μὴν καὶ τοὺς Παίονας προεμβαλεῖν ἐς τὸν ποταμὸν ἔχοντα Ἀμύνταν τὸν Ἀρραβαίου ἔταξε2 καὶ τῶν πεζῶν μίαν τάξιν, καὶ πρὸ τούτων τὴν Σωκράτους ἴλην Πτολεμαῖον τὸν Φιλίππου ἄγοντα, ἣ δὴ καὶ ἐτύγχανε τὴν ἡγεμονίαν τοῦ ἱππικοῦ παντὸς ἔχουσα[ν] ἐκείνῃ τῇ ἡμέρᾳ· αὐτὸς δὲ ἄγων τὸ δεξιὸν κέρας ὑπὸ σαλπίγγων τε καὶ τῷ Ἐνυαλίῳ ἀλαλάζοντας ἐμβαίνει ἐς τὸν πόρον, λοξὴν ἀεὶ παρατείνων τὴν τάξιν, ᾗ παρεῖλκε τὸ ῥεῦμα,3 ἵνα δὴ μὴ ἐκβαίνοντι αὐτῷ οἱ Πέρσαι κατὰ κέρας προσπίπτοιεν, ἀλλὰ καὶ αὐτὸς ὡς ἀνυστὸν τῇ φάλαγγι προσμίξῃ αὐτοῖς.
一时间,两军肃立于河岸边缘,皆因对即将发生之事的迟疑而按兵不动,两军之间一片沉寂。因为波斯人正窥伺着马其顿人何时步入河滩,以便在其登岸之时发起猛攻;然而,亚历山大跃上战马,号召左右随行之人紧随其后并奋勇作战,随即命令阿里巴埃奥斯之子阿明塔斯率领先遣骑兵、派奥尼亚人以及一队步兵率先杀入河中,并在其前列部署了由腓力之子托勒密统率的苏格拉底骑兵连——该骑兵连在当日恰好担任全军骑兵的先导;亚历山大本人则亲率右翼,在号角齐鸣以及士兵们向战神埃纽阿里奥斯高呼战吼声中步入河道。他始终顺着水流冲刷的走向斜向延展阵线,以免自己在登岸时遭到波斯人侧击,并使自己能尽可能以正面战阵与敌交锋。
- 1.14.5ἐφεστῶτες
该分词为阳性复数,与语法上为中性复数的主语 ἀμφότερα τὰ στρατεύματα 形成依义一致(constructio ad sensum),即按军队中的士兵概念取阳性,配合未完成式主动词 ἡσυχίαν ἦγον。
- 1.14.6τοὺς μὲν προδρόμους ἱππέας καὶ μὴν καὶ τοὺς Παίονας προεμβαλεῖν ἐς τὸν ποταμὸν ἔχοντα Ἀμύνταν τὸν Ἀρραβαίου ἔταξε
主要动词 ἔταξε 支配带有不定式的不定式受格句结构(accusativus cum infinitivo),受格 Ἀμύνταν 为不定式 προεμβαλεῖν 的逻辑主语。分词 ἔχοντα 修饰 Ἀμύνταν,并统领宾语 τοὺς μὲν προδρόμους ἱππέας...
- 1.14.7ᾗ παρεῖλκε τὸ ῥεῦμα
由关系副词 ᾗ(向着……的方向)引导的状语从句,主语为 τὸ ῥεῦμα(水流),动词 παρεῖλκε 意为“顺水冲拉/向旁侧牵引”,全句表示“顺着水流拖曳的方向”,即顺流斜向渡河而非迎流直冲。
