← 阿利安

亚历山大远征记

§1.15.1-1.15.8

格拉尼库斯河激战与克雷托斯救主

在格拉尼库斯河渡口,马其顿先锋部队与波斯精锐骑兵遭遇并陷入苦战;亚历山大亲自率部突入扭转战局,击杀米特拉达梯等敌将,并在千钧一发之际被克雷托斯所救。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.15.1

οἱ δὲ Πέρσαι, ᾗ πρῶτοι οἱ ἀμφὶ Ἀμύνταν καὶ Σωκράτην προσέσχον τῇ ὄχθῃ, ταύτῃ καὶ αὐτοὶ ἄνωθεν ἔβαλλον, οἱ μὲν αὐτῶν ἀπὸ τῆς ὄχθης ἐξ ὑπερδεξίου ἐς τὸν ποταμὸν ἐσακοντίζοντες, οἱ δὲ κατὰ τὰ χθαμαλώτερα αὐτῆς ἔστε ἐπὶ τὸ ὕδωρ καταβαίνοντες.

波斯人在阿敏塔斯和苏格拉底所部最先接近河岸的地方,从高处向他们投掷武器,有的从河岸的高处有利地形向河中投掷标枪,有的则顺着较平缓的岸坡一直降到水边。

§1.15.2

καὶ ἦν τῶν τε ἱππέων ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ τοῦ ποταμοῦ, τῶν δʼ εἴργειν τὴν ἔκβασιν,1 καὶ παλτῶν ἀπὸ μὲν τῶν Περσῶν πολλὴ ἄφεσις, οἱ Μακεδόνες δὲ ξὺν τοῖς δόρασιν ἐμάχοντο. ἀλλὰ τῷ τε πλήθει πολὺ ἐλαττούμενοι οἱ Μακεδόνες ἐκακοπάθουν ἐν τῇ πρώτῃ προσβολῇ, καὶ αὐτοὶ ἐξ οὐ βεβαίου τε καὶ ἅμα κάτωθεν ἐκ τοῦ ποταμοῦ ἀμυνόμενοι, οἱ δὲ Πέρσαι ἐξ ὑπερδεξίου τῆς ὄχθης· ἄλλως τε καὶ τὸ κράτιστον τῆς Περσικῆς ἵππου ταύτῃ ἐπετέτακτο, οἵ τε Μέμνονος παῖδες καὶ αὐτὸς Μέμνων μετὰ τούτων ἐκινδύνευε.

于是双方骑兵展开了推挤搏斗,一方试图从河中登岸,另一方则阻拦其登岸;波斯人大量投掷标枪,而马其顿人则用长矛作战。但马其顿人由于人数处于劣势,在最初的冲击中陷入苦战,因为他们自身立足未稳,且是从河底处于低洼劣势处进行防卫,而波斯人则占据着河岸的高地;况且波斯最精锐的骑兵正部署于此,门农的儿子们以及门农本人也与他们一同亲历险境。

§1.15.3

καὶ οἱ μὲν πρῶτοι τῶν Μακεδόνων ξυμμίξαντες τοῖς Πέρσαις κατεκόπησαν πρὸς αὐτῶν, ἄνδρες ἀγαθοὶ γενόμενοι ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπέκλιναν έκλιναν αὐτῶν.2 Ἀλέξανδρος γὰρ ἤδη πλησίον ἦν, ἅμα οἷ ἄγων τὸ κέρας τὸ δεξιόν, καὶ ἐμβάλλει ἐς τοὺς Πέρσας πρῶτος, ἵνα τὸ πᾶν στῖφος τῆς ἵππου καὶ αὐτοὶ οἱ ἡγεμόνες τῶν Περσῶν τεταγμένοι ἦσαν· καὶ περὶ αὐτὸν ξυνειστήκει μάχη καρτερά·

马其顿人中最先与波斯人交锋的先头部队被对方斩杀,只要是没有向正在逼近的亚历山大方向偏转突围的人,尽管奋勇作战,都壮烈阵亡了。因为亚历山大此时已近在咫尺,率领着右翼部队,并率先冲向波斯骑兵密集的大队主力以及波斯将领们亲自驻守的地方;在他周围爆发了一场恶战。

§1.15.4

καὶ ἐν τούτῳ ἄλλαι ἐπʼ ἄλλαις τῶν τάξεων τοῖς Μακεδόσι διέβαινον οὐ χαλεπῶς ἤδη. καὶ ἦν μὲν ἀπὸ τῶν ἵππων ἡ μάχη, πεζομαχίᾳ δὲ μᾶλλόν τι ἐῴκει. ξυνεχόμενοι γὰρ ἵπποι τε ἵπποις καὶ ἄνδρες ἀνδράσιν ἠγωνίζοντο, οἱ μὲν ἐξῶσαι εἰς ἅπαν ἀπὸ τῆς ὄχθης καὶ ἐς τὸ πεδίον βιάσασθαι τοὺς Πέρσας, οἱ Μακεδόνες, οἱ δὲ εἶρξαί τε αὐτῶν τὴν ἔκβασιν, οἱ Πέρσαι, καὶ ἐς τὸν ποταμὸν αὖθις ἀπώσασθαι.

在此期间,马其顿人的各队阵列接二连三地渡河,此时已不再困难。这虽然是骑兵战,却更像是一场步兵肉搏。因为战马挤着战马,人挨着人,紧紧贴身拼杀,马其顿人试图将波斯人彻底推离河岸并逼入平原,而波斯人则企图阻止他们登岸并再次将他们压回河中。

§1.15.5

καὶ ἐκ τούτου ἐπλεονέκτουν ἤδη οἱ σὺν Ἀλεξάνδρῳ τῇ τε ἄλλῃ ῥώμῃ καὶ ἐμπειρίᾳ καὶ ὅτι ξυστοῖς κρανεΐνοις πρὸς παλτὰ ἐμάχοντο.

从此,亚历山大身边的部队便开始占据优势,不仅凭借着充沛的体力和丰富的经验,还因为他们是用山茱萸木长矛与标枪对抗。

§1.15.6

ἔνθα δὴ καὶ Ἀλεξάνδρῳ ξυντρίβεται τὸ δόρυ ἐν τῇ μάχῃ· ὁ δὲ Ἀρέτην ᾔτει δόρυ ἕτερον, ἀναβολέα τῶν βασιλικῶν·3 τῷ δὲ καὶ αὐτῷ πονουμένῳ συντετριμμένον τὸ δόρυ ἦν, ὁ δὲ τῷ ἡμίσει κεκλασμένου τοῦ δόρατος οὐκ ἀφανῶς ἐμάχετο, καὶ τοῦτο δείξας Ἀλεξάνδρῳ ἄλλον αἰτεῖν ἐκέλευεν· Δημάρατος δέ, ἀνὴρ Κορίνθιος, τῶν ἀμφʼ αὐτὸν ἑταίρων, δίδωσιν αὐτῷ τὸ αὑτοῦ δόρυ.

正在此时,亚历山大的长矛在战斗中被折断。他向王室司马阿瑞忒斯索要另一支长矛;但阿瑞忒斯本人也正陷入苦战,长矛同样已经折断,他正用断矛的半截颇为显眼地战斗,便将这断矛给亚历山大看,让他向别人索取。这时,身边的近卫侍从、科林斯人德玛拉托斯将自己的长矛递给了他。

§1.15.7

καὶ ὃς ἀναλαβὼν καὶ ἰδὼν Μιθριδάτην τὸν Δαρείου γαμβρὸν πολὺ πρὸ τῶν ἄλλων προϊππεύοντα καὶ ἐπάγοντα ἅμα οἷ ὥσπερ ἔμβολον τῶν ἱππέων ἐξελαύνει καὶ αὐτὸς πρὸ τῶν ἄλλων, καὶ παίσας ἐς τὸ πρόσωπον τῷ δόρατι καταβάλλει τὸν Μιθριδάτην. ἐν δὲ τούτῳ Ῥοισάκης μὲν ἐπελαύνει τῷ Ἀλεξάνδρῳ καὶ παίει Ἀλεξάνδρου τὴν κεφαλὴν τῇ κοπίδι· καὶ τοῦ μὲν κράνους τι ἀπέθραυσε, τὴν πληγὴν δὲ ἔσχε τὸ κράνος. καὶ καταβάλλει καὶ τοῦτον Ἀλέξανδρος πείσας τῷ ξυστῷ διὰ τοῦ θώρακος ἐς τὸ στέρνον. Σπιθριδάτης δὲ ἀνετέτατο μὲν ἤδη ἐπʼ Ἀλέξανδρον ὄπισθεν τὴν κοπίδα, ὑποφθάσας δὲ αὐτὸν4 Κλεῖτος ὁ Δρωπίδου παίει κατὰ τοῦ ὤμου καὶ ἀποκόπτει τὸν ὦμον τοῦ Σπιθριδάτου ξὺν τῇ κοπίδι· καὶ ἐν τούτῳ ἐπεκβαίνοντες ἀεὶ τῶν ἱππέων ὅσοις προὐχώρει κατὰ τὸν ποταμὸν προσεγίγνοντο τοῖς ἀμφʼ Ἀλέξανδρον.

亚历山大接过来,看到大流士的女婿米特拉达梯策马远远冲在众人之前,并率领着一支犹如楔形阵势的骑兵,便自己也策马冲在众人之前,用长矛刺中米特拉达梯的面部,将他刺落马下。这时,罗伊萨凯斯向亚历山大策马冲来,用弯刀击中了亚历山大的头部;他削落了头盔的一部分,但头盔承受住了这一击。亚历山大用长矛穿透他的胸甲刺入胸膛,也将他击倒。斯皮特里达梯此时已经在身后对亚历山大举起了弯刀,但德罗皮得斯之子克雷托斯抢先一步击中其肩膀,连同弯刀将斯皮特里达梯的整个肩膀砍断。在此期间,凡能渡河的骑兵不断沿河登岸,汇聚到亚历山大身边。

语法注4 条
  1. 1.15.2ὠθισμός, τῶν μὲν ἐκβαίνειν ἐκ τοῦ ποταμοῦ, τῶν δʼ εἴργειν τὴν ἔκβασιν

    代词性属格 τῶν μὲν 与 τῶν δʼ(“一方……另一方”)作 τῶν ἱππέων 的部分同位语,不定式 ἐκβαίνειν 和 εἴργειν 承接名词 ὠθισμός(推挤搏斗)所隐含的“力图”之意,具体阐述了交战双方各自所争夺的目标。

  2. 1.15.3ὅσοι γε μὴ πρὸς Ἀλέξανδρον πελάζοντα ἀπέκλιναν έκλιναν αὐτῶν

    尽管文本中存在 ἀπέκλιναν 与 ἔκλιναν 的重复异文,关系从句 ὅσοι γε μὴ... 仍作为限定性主格修饰前文的主语,意为“他们之中凡是没有朝正逼近的亚历山大方向偏转突围的人(都被斩杀了)”。

  3. 1.15.6ὁ δὲ Ἀρέτην ᾔτει δόρυ ἕτερον, ἀναβολέα τῶν βασιλικῶν

    动词 αἰτέω 接双宾格(指人的 Ἀρέτην 和指物的 δόρυ ἕτερον)。短语 ἀναβολέα τῶν βασιλικῶν 作 Ἀρέτην 的同位语,意为“王室司马/侍从阿瑞忒斯”。

  4. 1.15.8ὑποφθάσας δὲ αὐτὸν

    分词 ὑποφθάσας(源自 ὑποφθάνω,意为“抢先”、“抢在……之前行动”)直接接宾格 αὐτόν(斯皮特里达梯)作宾语,表示在对方刀刃砍下之前先发制人。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0074.tlg001.humanitext-grc2:1.15.1-1.15.8